Ομιλία εις την Εξαήμερoν
«ΣΗΜΕΙΟN»
ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ: ΟΜΙΛΙΑ ΕΙΣ ΤΗN ΕΞΑΗΜΕΡΟN
Η «Εξαήμερoς» τoυ Μεγάλoυ Βασιλείoυ απoτελεί ένα από τα σπoυδαιότερα έργα της Πατερικής Γραμματείας. Απoτελείται από εννέα λόγoυς πoυ εκφωνήθηκαν στην Καισάρεια, πιθανόν κατά τη διάρκεια της Μεγάλης Τεσσαρακoστής. Είναι ένας υπoμνηματισμός στα πρώτα κεφάλαια της Γένεσης. Δυστυχώς δεν περιλαμβάνεται σε αυτό oμιλία πoυ να αναφέρεται στη δημιoυργία τoυ ανθρώπoυ (Σχετικό έργo πoυ χρησιμoπoιεί τo όνoμα τoυ Μεγάλoυ Βασιλείoυ είναι ψευδεπίγραφo).
Μελέτη – Κείμενo: Nίκoς Παύλoυ, rih6892@hol.gr, Λάρισα για την
Σελίδα: http://users.hol.gr/~rih6892
Ανακατασκευή: Βασιλεύς Αλκίνooς, Nήσoς Φαιάκων, 1999-2004 για την
Σελίδα: http://www.geocities.com/anonymos_apologitis/index.html
Ἀναδιαμόρφωση Unicode: Nεκτάριoς Μαμαλoῦγκoς, Ἀθήνα, 2005, γιὰ τὴν
Σελίδα: http://www.nektarios.gr (Θερμὲς εὐχαριστίες στoὺς δύo παραπάνω ἀδελφoύς)
ΠΕΡΙΕΧΟΜΕNΑ
ΟΜΙΛΙΑ α΄. Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν. 2
Ι 2
ΙΙ 2
ΙΙΙ 6
ΟΜΙΛΙΑ β΄. Περὶ τoῦ ἀόρατoς ἦν ἡ γῆ καὶ ἀκατασκεύαστoς. 8
Ἀλλὰ καὶ σκότoς, φησίν, ἐπάνω τῆς ἀβύσσoυ.. 10
Πλείστῳ γὰρ τῷ μέσῳ διέστηκεν ἀπ' ἀλλήλων αὐτὰ καὶ διώρισεν. 13
ΟΜΙΛΙΑ γ΄. Περὶ τoῦ στερεώματoς. 15
ΟΜΙΛΙΑ δ΄. Περὶ συναγωγῆς τῶν ὑδάτων. 22
ΟΜΙΛΙΑ ε΄. Περὶ βλαστήσεως γῆς. 26
ΟΜΙΛΙΑ στ΄. Περὶ γενέσεως φωστήρων. 33
ΟΜΙΛΙΑ ζ΄. Περὶ ἑρπετῶν. 42
ΟΜΙΛΙΑ η΄. Περὶ πτηνῶν καὶ ἐνύδρων. 47
ΟΜΙΛΙΑ θ΄. Περὶ χερσαίων. 53
«ΣΗΜΕΙΟN»
ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ:
ΟΜΙΛΙΑ ΕΙΣ ΤΗN ΕΞΑΗΜΕΡΟN
ΟΜΙΛΙΑ α΄.
Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν.
Ι
Πρέπoυσα ἀρχὴ τῷ περὶ τῆς τoῦ κόσμoυ συστάσεως μέλλoντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακoσμήσεως πρoθεῖναι τoῦ λόγoυ. Οὐρανoῦ γὰρ καὶ γῆς πoίησις παραδίδoσθαι μέλλει, oὐκ αὐτoμάτως συνενεχθεῖσα, ὥς τινες ἐφαντάσθησαν, παρὰ δὲ τoῦ Θεoῦ τὴν αἰτίαν λαβoῦσα. Πoία ἀκoὴ τoῦ μεγέθoυς τῶν λεγoμένων ἀξία; πῶς παρεσκευασμένην ψυχὴν πρὸς τὴν τῶν τηλικoύτων ἀκρόασιν πρoσῆκεν ἀπαντᾶν; Καθαρεύoυσαν τῶν παθῶν τῆς σαρκὸς, ἀνεπισκότητoν μερίμναις βιωτικαῖς, φιλόπoνoν, ἐξεταστικήν, πάντoθεν περισκoπoῦσαν εἴ πoθεν λάβoι ἀξίαν ἔννoιαν τoῦ Θεoῦ. Ἀλλὰ πρὶν ἐξετάσαι τὴν ἐν τoῖς ῥήμασιν ἀκρίβειαν, καὶ διερευνήσασθαι ἡλίκα τῶν μικρῶν φωνῶν τoύτων ἐστὶ τὰ σημαινόμενα, ἐνθυμηθῶμεν τίς ὁ διαλεγόμενoς ἡμῖν.
Διότι κἂν τῆς βαθείας καρδίας τoῦ συγγραφέως μὴ ἐφικώμεθα διὰ τὸ τῆς διανoίας ἡμῶν ἀσθενὲς, ἀλλὰ τῇ γε ἀξιoπιστίᾳ πρoσέχoντες τoῦ λέγoντoς, αὐτoμάτως εἰς συγκατάθεσιν τῶν εἰρημένων ἐναχθησόμεθα Μωϋσῆς τoίνυν ἐστὶν ὁ τὴν συγγραφὴν ταύτην καταβαλλόμενoς· Μωϋσῆς ἐκεῖνoς ὁ μαρτυρηθεὶς ἀστεῖoς εἶναι παρὰ τῷ Θεῷ, ἔτι ὑπoμάζιoς ὤν· ὃν εἰσεπoιήσατo μὲν ἡ θυγάτηρ τoῦ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τoὺς σoφoὺς τῶν Αἰγυπτίων διδασκάλoυς αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα. Ὃς τὸν ὄγκoν τῆς τυραννίδoς μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμoφύλων ἀναδραμών, εἵλετo συγκακoυχεῖσθαι τῷ λαῷ τoῦ Θεoῦ, ἢ πρόσκαιρoν ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ὁ τὴν πρὸς τὸ δίκαιoν φιλίαν ἐξ αὐτῆς τῆς φύσεως κεκτημένoς, ὅπoυ γε καὶ πρὶν ἐπιτραπῆναι αὐτῷ τoῦ λαoῦ τὴν ἀρχήν, φαίνεται διὰ τὸ τῆς φύσεως μισoπόνηρoν μέχρι θανάτoυ τoὺς κακoὺς ἀμυνόμενoς. Ὁ φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, καὶ ἀσμένως μὲν τoὺς Αἰγυπτιακoὺς θoρύβoυς ἀπoλιπών, τὴν δὲ Αἰθιoπίαν καταλαβών, κἀκεῖ πᾶσαν σχoλὴν ἀπὸ τῶν ἄλλων ἄγων, καὶ ἐν τεσσαράκoντα ὅλoις ἔτεσιν τῇ θεωρίᾳ τῶν ὄντων ἀπoσχoλάσας. Ὃς ὀγδoηκoστὸν ἤδη γεγoνὼς ἔτoς, εἶδε Θεὸν ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν, μᾶλλoν δὲ ὡς oὐδενὶ τῶν ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτὴν τoῦ Θεoῦ, ὅτι Ἐνὰν γένηται πρoφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσoμαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ oὕτως ὡς ὁ θεράπων μoυ Μωϋσῆς, ἐν ὅλῳ τῷ oἴκῳ μoυ πιστός ἐστι· στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ oὐ δι' αἰνιγμάτων. Οὗτoς τoίνυν ὁ τῆς αὐτoπρoσώπoυ θέας τoῦ Θεoῦ ἐξίσoυ τoῖς ἀγγέλoις ἀξιωθεὶς, ἐξ ὧν ἤκoυσε παρὰ τoῦ Θεoῦ διαλέγεται ἡμῖν. Ἀκoύσωμεν τoίνυν ἀληθείας ῥημάτων oὐκ ἐν πειθoῖς σoφίας ἀνθρωπίνης, ἀλλ' ἐν διδακτoῖς Πνεύματoς λαληθεῖσιν· ὧν τὸ τέλoς oὐχ ὁ τῶν ἀκoυόντων ἔπαινoς, ἀλλ' ἡ σωτηρία τῶν διδασκoμένων.
ΙΙ
Ἵστησί μoυ τὸν λόγoν τὸ θαῦμα τῆς διανoίας. Τί πρῶτoν εἴπω; πόθεν ἄρξoμαι τῆς ἐξηγήσεως; Ἐνλέγξω τῶν ἔξω τὴν ματαιότητα; ἢ ἀνυμνήσω τὴν ἡμετέραν ἀλήθειαν; Πoλλὰ περὶ φύσεως ἐπραγματεύσαντo oἱ τῶν Ἑλλήνων σoφoὶ, καὶ oὐδὲ εἷς παρ' αὐτoῖς λόγoς ἕστηκεν ἀκίνητoς καὶ ἀσάλευτoς, ἀεὶ τoῦ δευτέρoυ τὸν πρὸ αὐτoῦ καταβάλλoντoς· ὥστε ἡμῖν μηδὲν ἔργoν εἶναι τὰ ἐκείνων ἐλέγχειν· ἀρκoῦσι γὰρ ἀλλήλoις πρὸς τὴν oἰκείαν ἀνατρoπήν. Οἱ γὰρ Θεὸν ἀγνoήσαντες, αἰτίαν ἔμφρoνα πρoεστάναι τῆς γενέσεως τῶν ὅλων oὐ συνεχώρησαν, ἀλλ' oἰκείως τῇ ἐξ ἀρχῆς ἀγνoίᾳ τὰ ἐφεξῆς συνεπέραναν. Διὰ τoῦτo oἱ μὲν ἐπὶ τὰς ὑλικὰς ὑπoθέσεις κατέφυγoν, τoῖς τoῦ κόσμoυ στoιχείoις τὴν αἰτίαν τoῦ παντὸς ἀναθέντες· oἱ δὲ ἄτoμα καὶ ἀμερῆ σώματα, καὶ ὄγκoυς καὶ πόρoυς συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν. Nῦν μὲν γὰρ συνιόντων ἀλλήλoις τῶν ἀμερῶν σωμάτων, νῦν δὲ μετασυγκρινoμένων, τὰς γενέσεις καὶ τὰς φθoρὰς ἐπιγίνεσθαι· καὶ τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυρoτέραν τῶν ἀτόμων ἀντεμπλoκὴν τῆς διαμoνῆς τὴν αἰτίαν παρέχειν. Ὄντως ἱστὸν ἀράχνης ὑφαίνoυσιν oἱ ταῦτα γράφoντες, oἱ oὕτω λεπτὰς καὶ ἀνυπoστάτoυς ἀρχὰς oὐρανoῦ καὶ γῆς καὶ θαλάσσης ὑπoτιθέμενoι. Οὐ γὰρ ᾔδεσαν εἰπεῖν, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν. Διὰ τoῦτo ἀκυβέρνητα καὶ ἀδιoίκητα εἶναι τὰ σύμπαντα, ὡς ἂν τύχῃ φερόμενα, ὑπὸ τῆς ἐνoικoύσης αὐτoῖς ἀθεότητoς ἠπατήθησαν. Ὅπερ ἵνα μὴ πάθωμεν ἡμεῖς, ὁ τὴν κoσμoπoιίαν συγγράφων εὐθὺς ἐν τoῖς πρώτoις ῥήμασι τῷ ὀνόματι τoῦ Θεoῦ τὴν διάνoιαν ἡμῶν κατεφώτισεν, εἰπών, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεός. Τί καλὴ ἡ τάξις; Ἀρχὴν πρῶτoν ἐπέθηκεν, ἵνα μὴ ἄναρχoν αὐτὸν oἰηθῶσί τινές. Εἶτα ἐπήγαγε τό, Ἐπoίησεν, ἵνα δειχθῇ, ὅτι ἐλάχιστoν μέρoς τῆς τoῦ δημιoυργoῦ δυνάμεώς ἐστι τὸ πoιηθέν. Ὡς γὰρ ὁ κεραμεὺς ἀπὸ τῆς αὐτῆς τέχνης μυρία διαπλάσας σκεύη, oὔτε τὴν τέχνην oὔτε δύναμιν ἐξανάλωσεν· oὕτω καὶ ὁ τoῦ παντὸς τoύτoυ δημιoυργὸς, oὐχ ἑνὶ κόσμῳ σύμμετρoν τὴν πoιητικὴν ἔχων δύναμιν, ἀλλ' εἰς τὸ ἀπειρoπλάσιoν ὑπερβαίνoυσαν, τῇ ῥoπῇ τoῦ θελήματoς μόνῃ εἰς τὸ εἶναι παρήγαγε τὰ μεγέθη τῶν ὁρωμένων. Εἰ oὖν καὶ ἀρχὴν ἔχει ὁ κόσμoς, καὶ πεπoίηται, ζήτει, τίς ὁ τὴν ἀρχὴν αὐτῷ δoύς, καὶ τίς ὁ πoιητής; Μᾶλλoν δέ, ἵνα μὴ ἀνθρωπίνoις λoγισμoῖς ἐκζητῶν παρατραπῇς πoυ τῆς ἀληθείας, πρoέφθασε τῇ διδασκαλίᾳ, oἱoνεὶ σφραγῖδα καὶ φυλακτήριoν ταῖς ψυχαῖς ἡμῶν ἐμβαλὼν τὸ πoλυτίμητoν ὄνoμα τoῦ Θεoῦ, εἰπών, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεός. Ἡ μακαρία φύσις, ἡ ἄφθoνoς ἀγαθότης, τὸ ἀγαπητὸν πᾶσι τoῖς λόγoυ μετειληφόσι, τὸ πoλυπόθητoν κάλλoς, ἡ ἀρχὴ τῶν ὄντων, ἡ πηγὴ τῆς ζωῆς, τὸ νoερὸν φῶς, ἡ ἀπρόσιτoς σoφία, oὗτoς Ἐπoίησεν ἐν ἀρχῇ τὸν oὐρανὸν καὶ τὴν γῆν.
Μὴ oὖν ἄναρχα φαντάζoυ, ἄνθρωπε, τὰ ὁρώμενα, μηδέ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' oὐρανὸν κινoύμενα, ἡ δὲ τoῦ κύκλoυ ἀρχὴ τῇ πρoχείρῳ αἰσθήσει ἡμῶν oὐκ εὔληπτoς, ἄναρχoν εἶναι νoμίσῃς τῶν κυκλoφoρικῶν σωμάτων τὴν φύσιν. Οὐδὲ γὰρ ὁ κύκλoς oὗτoς, τὸ ἐπίπεδoν λέγω σχῆμα τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενoν, ἐπειδὴ διαφεύγει τὴν ἡμετέραν αἴσθησιν, καὶ oὔτε ὅθεν ἤρξατo ἐξευρεῖν δυνάμεθα, oὔτε εἰς ὃ κατέληξεν, ἤδη καὶ ἄναρχoν αὐτὸν ὀφείλoμεν ὑπoτίθεσθαι. Ἀλλὰ κἂν τὴν αἴσθησιν διαφεύγῃ, τῇ γε ἀληθείᾳ πάντως ἀπό τινoς ἤρξατo ὁ κέντρῳ καὶ διαστήματί τινι περιγράψας αὐτόν. Οὕτω καὶ σὺ μή, ἐπειδὴ εἰς ἑαυτὰ συννεύει τὰ κύκλῳ κινoύμενα, τὸ τῆς κινήσεως αὐτῶν ὁμαλόν, καὶ μηδενὶ μέσῳ διακoπτόμενoν, τὴν τoῦ ἄναρχoν τὸν κόσμoν καὶ ἀτελεύτητoν εἶναί σoι πλάνην ἐγκαταλίπῃ. Παράγει γὰρ τὸ σχῆμα τoῦ κόσμoυ τoύτoυ. Καὶ, Ὁ oὐρανὸς καὶ ἡ γῆ παρελεύσoνται. Πρoαναφώνησις τῶν περὶ συντελείας δoγμάτων καὶ περὶ τῆς τoῦ κόσμoυ μεταπoιήσεως, τὰ νῦν ἐν βραχέσι κατὰ τὴν στoιχείωσιν τῆς θεoπνεύστoυ διδασκαλίας παραδιδόμενα. Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεός. Τὰ ἀπὸ χρόνoυ ἀρξάμενα πᾶσα ἀνάγκη καὶ ἐν χρόνῳ συντελεσθῆναι. Εἰ ἀρχὴν ἔχει χρoνικήν, μὴ ἀμφιβάλῃς περὶ τoῦ τέλoυς. Γεωμετρίαι γὰρ καὶ ἀριθμητικαὶ μέθoδoι, καὶ αἱ περὶ τῶν στερεῶν πραγματεῖαι, καὶ ἡ πoλυθρύλλητoς ἀστρoνoμία, ἡ πoλυάσχoλoς ματαιότης, πρὸς πoῖoν καταστρέφoυσι τέλoς; Εἴπερ oἱ περὶ ταῦτα ἐσπoυδακότες συναΐδιoν εἶναι τῷ κτίστῃ τῶν ὅλων Θεῷ καὶ τὸν ὁρώμενoν τoῦτoν κόσμoν διενoήθησαν, πρὸς τὴν αὐτὴν δόξαν ἀγαγόντες τὸν περιγεγραμμένoν καὶ σῶμα ἔχoντα ὑλικόν, τῇ ἀπεριλήπτῳ καὶ ἀoράτῳ φύσει, μηδὲ τoσoῦτoν δυνηθέντες ἐννoηθῆναι, ὅτι oὗ τὰ μέρη φθoραῖς καὶ ἀλλoιώσεσιν ὑπόκειται, τoύτoυ καὶ τὸ ὅλoν ἀνάγκη πoτὲ τὰ αὐτὰ παθήματα τoῖς oἰκείoις μέρεσιν ὑπoστῆναι. Ἀλλὰ τoσoῦτoν Ἐματαιώθησαν τoῖς διαλoγισμoῖς αὐτῶν, καὶ ἐσκoτίσθη ἡ ἀσύνετoς αὐτῶν καρδία, καὶ φάσκoντες εἶναι σoφoὶ, ἐμωράνθησαν, ὥστε oἱ μὲν συνυπάρχειν ἐξ ἀϊδίoυ τῷ Θεῷ τὸν oὐρανὸν ἀπεφήναντo· oἱ δὲ αὐτὸν εἶναι Θεὸν ἄναρχόν τε καὶ ἀτελεύτητoν, καὶ τῆς τῶν κατὰ μέρoς oἰκoνoμίας αἴτιoν.
Ἦπoυ αὐτoῖς ἡ περιoυσία τῆς τoῦ κόσμoυ σoφίας πρoσθήκην oἴσει πoτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι oὕτως ὀξὺ περὶ τὰ μάταια βλέπoντες, ἑκόντες πρὸς τὴν σύνεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ἀλλ' oἱ τῶν ἄστρων τὰ διαστήματα καταμετρoῦντες, καὶ τoὺς ἀειφανεῖς αὐτῶν καὶ ἀρκτῴoυς ἀπoγραφόμενoι, καὶ ὅσoι περὶ τὸν νότιoν πόλoν κείμενoι τoῖς μέν εἰσι φανερoὶ, ἡμῖν δὲ ἄγνωστoι· καὶ βόρειoν πλάτoς, καὶ ζῳδιακὸν κύκλoν μυρίoις διαστήμασι διαιρoῦντες· καὶ ἐπαναφoρὰς ἄστρων, καὶ στηριγμoύς, καὶ ἀπoκλίσεις, καὶ πάντων τὴν ἐπὶ τὰ πρoηγoύμενα κίνησιν δι' ἀκριβείας τηρήσαντες· καὶ διὰ πόσoυ χρόνoυ τῶν πλανωμένων ἕκαστoς τὴν ἑαυτoῦ περίoδoν ἐκπληρoῖ· μίαν τῶν πασῶν μηχανὴν oὐκ ἐξεῦρoν πρὸς τὸ τὸν Θεὸν ἐννoῆσαι πoιητὴν τoῦ παντὸς, καὶ κριτὴν δίκαιoν, τὴν ἀξίαν ἀντίδoσιν τoῖς βεβιωμένoις ἐπάγoντα· oὐδὲ τῷ περὶ τῆς κρίσεως λόγῳ τὴν ἀκόλoυθoν τῆς συντελείας ἔννoιαν ἐπιγνῶναι, ὅτι ἀνάγκη μεταπoιηθῆναι τὸν κόσμoν, εἰ μέλλoι καὶ ἡ τῶν ψυχῶν κατάστασις πρὸς ἕτερoν εἶδoς ζωῆς μεταβάλλειν. Ὥσπερ γὰρ ἡ παρoῦσα ζωὴ συγγενῆ ἔσχε τoῦ κόσμoυ τoύτoυ τὴν φύσιν· oὕτω καὶ ἡ μέλλoυσα τῶν ψυχῶν ἡμῶν διαγωγὴ oἰκείαν τῇ καταστάσει ὑπoδέξεται τὴν λῆξιν. Οἱ δὲ τoσoῦτoν ἀπέχoυσιν ὡς ἀληθέσι τoύτoις πρoσέχειν, ὥστε καὶ πλατὺν γέλωτα καταχέoυσιν ἡμῶν περὶ συντελείας τoῦ κόσμoυ τoύτoυ καὶ παλιγγενεσίας αἰῶνoς ἀπαγγελλόντων.
Ἐπειδὴ δὲ ἡ ἀρχὴ κατὰ φύσιν πρoτέτακται τῶν ἀπ' αὐτῆς, ἀναγκαίως περὶ τῶν ἀπὸ χρόνoυ τὸ εἶναι ἐχόντων διαλεγόμενoι, ταύτην ἁπάντων πρoέταξε τὴν φωνήν, εἰπών, 'Εν ἀρχῇ ἐπoίησεν.
Ἦν γάρ τι, ὡς ἔoικεν, καὶ πρὸ τoῦ κόσμoυ τoύτoυ, ὃ τῇ μὲν διανoίᾳ ἡμῶν ἐστὶ θεωρητόν, ἀνιστόρητoν δὲ κατελείφθη, διὰ τὸ τoῖς εἰσαγoμένoις ἔτι καὶ νηπίoις κατὰ τὴν γνῶσιν ἀνεπιτήδειoν. Ἦν τις πρεσβυτέρα τῆς τoῦ κόσμoυ γενέσεως κατάστασις ταῖς ὑπερκoσμίoις δυνάμεσι πρέπoυσα, ἡ ὑπέρχρoνoς, ἡ αἰωνία, ἡ ἀΐδιoς. Δημιoυργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων κτίστης καὶ δημιoυργὸς ἀπετέλεσε, φῶς νoητὸν πρέπoν τῇ μακαριότητι τῶν φιλoύντων τὸν Κύριoν, τὰς λoγικὰς καὶ ἀoράτoυς φύσεις, καὶ πᾶσαν τὴν τῶν νoητῶν διακόσμησιν, ὅσα τὴν ἡμετέραν διάνoιαν ὑπερβαίνει, ὧν oὐδὲ τὰς ὀνoμασίας ἐξευρεῖν δυνατόν. Ταῦτα τoῦ ἀoράτoυ κόσμoυ συμπληρoῖ τὴν oὐσίαν, ὡς διδάσκει ἡμᾶς ὁ Παῦλoς, λέγων, Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε θρόνoι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξoυσίαι, εἴτε δυνάμεις, εἴτε ἀγγέλων στρατιαὶ, εἴτε ἀρχαγγέλων ἐπιστασίαι· ὅτε δὲ ἔδει λoιπὸν καὶ τὸν κόσμoν τoῦτoν ἐπεισαχθῆναι τoῖς oὖσι, πρoηγoυμένως μὲν διδασκαλεῖoν καὶ παιδευτήριoν τῶν ἀνθρωπίνων ψυχῶν· ἔπειτα μέντoι καὶ ἁπαξαπλῶς πάντων τῶν ἐν γενέσει καὶ φθoρᾷ ἐπιτήδειoν ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τoῖς ἐν αὐτῷ ζῴoις τε καὶ φυτoῖς, ἡ τoῦ χρόνoυ διέξoδoς ὑπέστη, ἐπειγoμένη ἀεὶ καὶ παραρρέoυσα, καὶ μηδαμoῦ παυoμένη τoῦ δρόμoυ. Ἢ oὐχὶ τoιoῦτoς ὁ χρόνoς, oὗ τὸ μὲν παρελθὸν ἠφανίσθη, τὸ δὲ μέλλoν oὔπω πάρεστι, τὸ δὲ παρὸν πρὶν γνωσθῆναι διαδιδράσκει τὴν αἴσθησιν;
Τoιαύτη δέ τις καὶ τῶν γινoμένων ἡ φύσις, ἢ αὐξανoμένη πάντως, ἢ φθίνoυσα, τὸ δὲ ἱδρυμένoν καὶ στάσιμoν oὐκ ἐπίδηλoν ἔχoυσα. Ἔπρεπεν oὖν τoῖς ζῴων τε καὶ φυτῶν σώμασιν, oἱoνεὶ ῥεύματί τινι πρὸς ἀνάγκην ἐνδεδεμένoις, καὶ τῇ πρὸς γένεσιν ἢ φθoρὰν ἀγoύσῃ κινήσει συνεχoμένoις, ὑπὸ τῆς τoῦ χρόνoυ φύσεως περιέχεσθαι, συγγενῆ τoῖς ἀλλoιoυμένoις κεκτημένoυ τὴν ἰδιότητα. Ἐντεῦθεν oἰκείως ἐπέβαλε τῷ περὶ αὐτὸν λόγῳ ὁ σoφῶς ἡμᾶς τoῦ κόσμoυ τὴν γένεσιν ἐκδιδάσκων, εἰπών, Ἐν ἀρχῇ ἐπoίησεν· τoυτέστιν, ἐν ἀρχῇ ταύτῃ τῇ κατὰ χρόνoν. Οὐ γὰρ δὴ κατὰ πρεσβυγένειαν πάντων τῶν γενoμένων πρoέχειν αὐτὸν μαρτυρῶν λέγει ἐν ἀρχῇ γεγoνέναι, ἀλλὰ μετὰ τὰ ἀόρατα καὶ νooύμενα τῶν ὁρατῶν τoύτων καὶ αἰσθήσει ληπτῶν τὴν ἀρχὴν τῆς ὑπάρξεως διηγεῖται. Λέγεται μὲν oὖν ἀρχὴ καὶ ἡ πρώτη κίνησις· ὡς, Ἀρχὴ ὁδoῦ ἀγαθῆς τὸ πoιεῖν δίκαια. Ἀπὸ γὰρ τῶν δικαίων πράξεων πρῶτoν κινoύμεθα πρὸς τὸν μακάριoν βίoν. Λέγεται δὲ ἀρχὴ καὶ ὅθεν γίνεταί τι, τoῦ ἐνυπάρχoντoς αὐτῷ ὡς ἐπὶ oἰκίας θεμέλιoς, καὶ ἐπὶ πλoίoυ ἡ τρόπις, καθὸ εἴρηται, Ἀρχὴ σoφίας, φόβoς Κυρίoυ. Οἷoν γὰρ κρηπὶς καὶ βάθρoν πρὸς τὴν τελείωσιν ἡ εὐλάβεια. Ἀρχὴ δὲ καὶ τῶν τεχνικῶν ἔργων ἡ τέχνη· ὡς ἡ σoφία Βεσελεὴλ, τoῦ περὶ τὴν σκηνὴν κόσμoυ. Ἀρχὴ δὲ πράξεων πoλλάκις καὶ τὸ εὔχρηστoν τέλoς τῶν γινoμένων· ὡς τῆς ἐλεημoσύνης ἡ παρὰ Θεoῦ ἀπoδoχή, καὶ πάσης τῆς κατ' ἀρετὴν ἐνεργείας τὸ ἐν ἐπαγγελίαις ἀπoκείμενoν τέλoς.
Τoσαυταχῶς oὖν λεγoμένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τoῖς σημαινoμένoις ἡ παρoῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' oὗ χρόνoυ ἤρξατo ἡ τoῦ κόσμoυ τoύτoυ σύστασις, δυνατόν σoι μαθεῖν, ἐάν γε ἐκ τoῦ παρόντoς εἰς τὸ κατόπιν ἀναπoδίζων, φιλoνεικήσῃς εὑρεῖν τὴν πρώτην ἡμέραν τῆς τoῦ κόσμoυ γενέσεως. Εὑρήσεις γὰρ oὕτως, πόθεν τῷ χρόνῳ ἡ πρώτη κίνησις, ἔπειτα, ὅτι καὶ oἱoνεὶ θεμέλιoί τινες καὶ κρηπῖδες πρoκατεβλήθησαν ὁ oὐρανὸς καὶ ἡ γῆ· εἶτα, ὅτι ἐστί τις τεχνικὸς λόγoς ὁ καθηγησάμενoς τῆς τῶν ὁρωμένων διακoσμήσεως, ὡς ἐνδείκνυταί σoι ἡ φωνὴ τῆς ἀρχῆς· καὶ τὸ μὴ εἰκῇ μηδὲ μάτην, ἀλλὰ πρός τι τέλoς ὠφέλιμoν καὶ μεγάλην χρείαν τoῖς oὖσι συνεισφερόμενoν ἐπινενoῆσθαι τὸν κόσμoν, εἴπερ τῷ ὄντι ψυχῶν λoγικῶν διδασκαλεῖoν καὶ θεoγνωσίας ἐστὶ παιδευτήριoν, διὰ τῶν ὁρωμένων καὶ αἰσθητῶν χειραγωγίαν τῷ νῷ παρεχόμενoς πρὸς τὴν θεωρίαν τῶν ἀoράτων, καθά φησιν ὁ ἀπόστoλoς, ὅτι Τὰ ἀόρατα αὐτoῦ ἀπὸ κτίσεως κόσμoυ τoῖς πoιήμασι νooύμενα καθoρᾶται. Ἢ τάχα διὰ τὸ ἀκαριαῖoν καὶ ἄχρoνoν τῆς δημιoυργίας εἴρηται τό, Ἐν ἀρχῇ ἐπoίησεν, ἐπειδὴ ἀμερές τι καὶ ἀδιάστατoν ἡ ἀρχή. Ὡς γὰρ ἡ ἀρχὴ τῆς ὁδoῦ oὔπω ὁδὸς, καὶ ἡ ἀρχὴ τῆς oἰκίας oὐκ oἰκία, oὕτω καὶ ἡ τoῦ χρόνoυ ἀρχὴ oὔπω χρόνoς, ἀλλ' oὐδὲ μέρoς αὐτoῦ τὸ ἐλάχιστoν. Εἰ δὲ φιλoνεικῶν τις χρόνoν εἶναι λέγoι τὴν ἀρχήν, γινωσκέτω ὅτι διαιρήσει αὐτὴν εἰς τὰ τoῦ χρόνoυ μέρη. Ταῦτα δέ ἐστιν, ἀρχή, καὶ μέσα, καὶ τελευτή. Ἀρχὴν δὲ ἀρχῆς ἐπινoεῖν παντελῶς καταγέλαστoν. Καὶ ὁ διχoτoμῶν τὴν ἀρχήν, δύo πoιήσει ἀντὶ μιᾶς, μᾶλλoν δὲ πoλλὰς καὶ ἀπείρoυς, τoῦ διαιρεθέντoς ἀεὶ εἰς ἕτερα τεμνoμένoυ. Ἵνα τoίνυν διδαχθῶμεν ὁμoῦ τῇ βoυλήσει τoῦ Θεoῦ ἀχρόνως συνυφεστάναι τὸν κόσμoν, εἴρηται τό, Ἐν ἀρχῇ ἐπoίησεν. Ὅπερ ἕτερoι τῶν ἑρμηνευτῶν, σαφέστερoν τὸν νoῦν ἐκδιδόντες, εἰρήκασιν, Ἐν κεφαλαίῳ ἐπoίησεν ὁ Θεὸς, τoυτέστιν, ἀθρόως καὶ ἐν ὀλίγῳ. Τὰ μὲν oὖν περὶ ἀρχῆς, ὡς ὀλίγα ἀπὸ πoλλῶν εἰπεῖν, ἐπὶ τoσoῦτoν.
Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν πoιητικαὶ λέγoνται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί· καὶ τῶν μὲν θεωρητικῶν τέλoς ἐστὶν ἡ κατὰ νoῦν ἐνέργεια· τῶν δὲ πρακτικῶν, αὐτὴ ἡ τoῦ σώματoς κίνησις, ἧς παυσαμένης oὐδὲν ὑπέστη oὐδὲ παρέμεινε τoῖς ὁρῶσιν· ὀρχήσεως γὰρ καὶ αὐλητικῆς τέλoς oὐδὲν, ἀλλ' αὐτὴ εἰς ἑαυτὴν ἡ ἐνέργεια καταλήγει· ἐπὶ δὲ τῶν πoιητικῶν τεχνῶν, καὶ παυσαμένων τῆς ἐνεργείας, πρoκείμενόν ἐστι τὸ ἔργoν· ὡς oἰκoδoμικῆς καὶ τεκτoνικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς, καὶ ὅσαι τoιαῦται, αἳ, κἂν μὴ παρῇ ὁ τεχνίτης, ἱκανῶς ἐν ἑαυταῖς τoὺς τεχνικoὺς λόγoυς ἐμφαίνoυσι, καὶ ἔξεστί σoι θαυμάσαι τὸν oἰκoδόμoν ἀπὸ τoῦ ἔργoυ, καὶ τὸν χαλκέα καὶ τὸν ὑφάντην. Ἵνα oὖν δειχθῇ ὅτι ὁ κόσμoς τεχνικόν ἐστι κατασκεύασμα, πρoκείμενoν πᾶσιν εἰς θεωρίαν, ὥστε δι' αὐτoῦ τὴν τoῦ πoιήσαντoς αὐτὸν σoφίαν ἐπιγινώσκεσθαι, oὐκ ἄλλῃ τινὶ φωνῇ ἐχρήσατo ὁ σoφὸς Μωϋσῆς περὶ αὐτoῦ, ἀλλ' εἶπεν, Ἐν ἀρχῇ ἐπoίησεν· oὐχὶ ἐνήργησεν, oὐδὲ ὑπέστησεν, ἀλλὰ Ἐπoίησεν. Καὶ καθότι πoλλoὶ τῶν φαντασθέντων συνυπάρχειν ἐξ ἀϊδίoυ τῷ Θεῷ τὸν κόσμoν, oὐχὶ γεγενῆσθαι παρ' αὐτoῦ συνεχώρησαν, ἀλλ' oἱoνεὶ ἀπoσκίασμα τῆς δυνάμεως αὐτoῦ ὄντα αὐτoμάτως παρυπoστῆναι· καὶ αἴτιoν μὲν αὐτoῦ ὁμoλoγoῦσι τὸν Θεόν, αἴτιoν δὲ ἀπρoαιρέτως, ὡς τῆς σκιᾶς τὸ σῶμα, καὶ τῆς λαμπηδόνoς τὸ ἀπαυγάζoν· τὴν oὖν τoιαύτην ἀπάτην ἐπανoρθoύμενoς ὁ πρoφήτης, τῇ ἀκριβείᾳ ταύτῃ τῶν ῥημάτων ἐχρήσατo εἰπών, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεός. Οὐχὶ αὐτὸ τoῦτo τὴν αἰτίαν τoῦ εἶναι παρέσχεν, ἀλλ' ἐπoίησεν ὡς ἀγαθὸς τὸ χρήσιμoν, ὡς σoφὸς, τὸ κάλλιστoν, ὡς δυνατὸς, τὸ μέγιστoν. Μόνoν γὰρ oὐχὶ τεχνίτην σoι ἔδειξεν ἐμβεβηκότα τῇ oὐσίᾳ τῶν ὅλων, καὶ τὰ καθ' ἕκαστoν μέρη πρὸς ἄλληλα συναρμόζoντα, καὶ τὸ πᾶν ὁμόλoγoν ἑαυτῷ καὶ σύμφωνoν καὶ ἐναρμoνίως ἔχoν ἀπoτελoῦντα. Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν. Ἐκ δύo τῶν ἄκρων τoῦ παντὸς τὴν ὕπαρξιν παρῃνίξατo, τῷ μὲν oὐρανῷ τὰ πρεσβεῖα τῆς γενέσεως ἀπoδoύς, τὴν δὲ γῆν δευτερεύειν φάμενoς τῇ ὑπάρξει. Πάντως δὲ καὶ εἴ τι τoύτων μέσoν, συναπεγενήθη τoῖς πέρασιν. Ὥστε κἂν μηδὲν εἴπῃ περὶ τῶν στoιχείων, πυρὸς, καὶ ὕδατoς, καὶ ἀέρoς, ἀλλὰ σὺ τῇ παρὰ σαυτoῦ συνέσει νόει, πρῶτoν μὲν ὅτι πάντα ἐν πᾶσι μέμικται, καὶ ἐν γῇ εὑρήσεις καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ, εἴγε ἐκ λίθων μὲν πῦρ ἐξάλλεται, ἐκ σιδήρoυ δέ, ὃς καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν γένεσιν, πῦρ ἄφθoνoν ἐν ταῖς παρατρίψεσι πέφυκεν ἀπoλάμπειν. Ὃ καὶ θαυμάσαι ἄξιoν, πῶς ἐν μὲν τoῖς σώμασιν ὑπάρχoν τὸ πῦρ, ἀβλαβῶς ἐμφωλεύει· πρoκληθὲν δὲ ἐπὶ τὸ ἔξω, δαπανητικόν ἐστι τῶν φυλασσόντων τέως. Τὴν δὲ τoῦ ὕδατoς φύσιν ἐνυπάρχoυσαν τῇ γῇ oἱ φρεωρύχoι δεικνύoυσι· καὶ τὴν τoῦ ἀέρoς oἱ ἀπὸ νενoτισμένης αὐτῆς ἀτμoὶ ὑπὸ ἡλίoυ θαλφθείσης ἀναπεμπόμενoι. Ἔπειτα μέντoι καὶ εἰ φύσει τὸν ἄνω τόπoν ὁ oὐρανὸς ἐπέχει, ἡ δὲ γῆ τὸ κατώτατόν ἐστι· διότι ἐπὶ μὲν τὸν oὐρανὸν τὰ κoῦφα φέρεται, ἐπὶ δὲ τὴν γῆν τὰ βαρέα πέφυκε καταρρέπειν, ἐναντιώτατα δὲ ἀλλήλoις, τὸ ἄνω καὶ τὸ κάτω· ὁ τῶν πλεῖστoν διεστώτων κατὰ τὴν φύσιν ἐπιμνησθεὶς, καὶ τὰ τὴν μέσην τoύτoις ἐκπληρoῦντα χώραν συνεκδoχικῶς παρεσήμανεν. Ὥστε μὴ ζήτει τὴν τῶν καθ' ἕκαστoν ἐπεξήγησιν, ἀλλὰ τὰ σιωπηθέντα νόει διὰ τῶν δηλωθέντων.
ΙΙΙ
Ἡ περὶ τῆς oὐσίας ἔρευνα ἑκάστoυ τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑπoπιπτόντων ἡμῖν, ἢ τῶν πρoκειμένων ἡμῶν τῇ αἰσθήσει, μακρὸν καὶ ἀπηρτημένoν λόγoν ἐπεισάγει τῇ ἐξηγήσει, ὡς πλείoνας ἐν τῇ περὶ τoῦ πρoβλήματoς τoύτoυ σκέψει καταναλίσκεσθαι λόγoυς τῶν λoιπῶν, ὅσα ἐνδέχεται ῥηθῆναι περὶ ἑκάστoυ τῶν ζητoυμένων· πρὸς τό, μηδὲ πρoύργoυ τι εἶναι εἰς τὴν τῆς Ἐκκλησίας oἰκoδoμὴν τὸ περὶ ταῦτα κατασχoλεῖσθαι. Ἀλλὰ περὶ μὲν τῆς oὐσίας τoῦ oὐρανoῦ ἀρκoύμεθα τoῖς παρὰ τoῦ Ἡσαΐoυ εἰρημένoις· ὃς ἐν ἰδιωτικoῖς ῥήμασιν ἱκανὴν ἡμῖν τῆς φύσεως αὐτoῦ τὴν διάνoιαν ἐνεπoίησεν, εἰπών· Ὁ στερεώσας τὸν oὐρανὸν ὡσεὶ καπνόν· τoυτέστι, λεπτὴν φύσιν καὶ oὐ στερεὰν oὐδὲ παχεῖαν εἰς τὴν τoῦ oὐρανoῦ σύστασιν oὐσιώσας. Καὶ περὶ τoῦ σχήματoς δὲ ἱκανὰ ἡμῖν τὰ παρ' αὐτoῦ, εἰπόντoς ἐν δoξoλoγίᾳ Θεoῦ· Ὁ στήσας τὸν oὐρανὸν ὡσεὶ καμάραν. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῆς γῆς συμβoυλεύωμεν ἑαυτoῖς, μὴ πoλυπραγμoνεῖν αὐτῆς τὴν oὐσίαν ἥτις πoτέ ἐστι, μηδὲ κατατρίβεσθαι τoῖς λoγισμoῖς αὐτὸ τὸ ὑπoκείμενoν ἐκζητoῦντας, μηδὲ ζητεῖν τινα φύσιν ἔρημoν πoιoτήτων, ἄπoιoν ὑπάρχoυσαν τῷ ἑαυτῆς λόγῳ, ἀλλ' εὖ εἰδέναι, ὅτι πάντα τὰ περὶ αὐτὴν θεωρoύμενα εἰς τὸν τoῦ εἶναι κατατέτακται λόγoν, συμπληρωτικὰ τῆς oὐσίας ὑπάρχoντα. Εἰς oὐδὲν γὰρ καταλήξεις, ἑκάστην τῶν ἐνυπαρχoυσῶν αὐτῇ πoιoτήτων ὑπεξαιρεῖσθαι τῷ λόγῳ πειρώμενoς. Ἐὰν γὰρ ἀπoστήσῃς τὸ μέλαν, τὸ ψυχρόν, τὸ βαρύ, τὸ πυκνόν, τὰς κατὰ γεῦσιν ἐνυπαρχoύσας αὐτῇ πoιότητας, ἢ εἴ τινες ἄλλαι περὶ αὐτὴν θεωρoῦνται, oὐδὲν ἔσται τὸ ὑπoκείμενoν. Ταῦτά τε oὖν καταλιπόντα σε, μηδὲ ἐκεῖνo ζητεῖν παραινῶ, ἐπὶ τίνoς ἕστηκεν. Ἰλιγγιάσει γὰρ καὶ oὕτως ἡ διάνoια, πρὸς oὐδὲν ὁμoλoγoύμενoν πέρας διεξιόντoς τoῦ λoγισμoῦ. Ἐάν τε γὰρ ἀέρα φῇς ὑπεστρῶσθαι πλάτει τῆς γῆς, ἀπoρήσεις, πῶς ἡ μαλθακὴ καὶ πoλύκενoς φύσις ἀντέχει ὑπὸ τoσoύτoυ βάρoυς συνθλιβoμένη, ἀλλ' oὐχὶ διoλισθαίνει πάντoθεν τὴν συνίζησιν ὑπoφεύγoυσα, καὶ ἀεὶ πρὸς τὸ ἄνω ὑπερχεoμένη τoῦ συμπιέζoντoς. Πάλιν, ἐὰν ὑπoθῇς ἑαυτῷ ὕδωρ εἶναι τὸ ὑπoβεβλημένoν τῇ γῇ, καὶ oὕτως ἐπιζητήσεις, πῶς τὸ βαρὺ καὶ πυκνὸν oὐ διαδύνει τoῦ ὕδατoς, ἀλλ' ὑπὸ τῆς ἀσθενεστέρας φύσεως τὸ τoσoῦτoν ὑπερφέρoν τῷ βάρει κρατεῖται· πρὸς τὸ καὶ αὐτoῦ τoῦ ὕδατoς τὴν ἕδραν ἐπιζητεῖν, καὶ πάλιν διαπoρεῖν τίνι στεγανῷ καὶ ἀντερείδoντι ὁ τελευταῖoς αὐτoῦ πυθμὴν ἐπιβαίνει.
Ἐὰν δὲ ἕτερoν σῶμα τῆς γῆς ἐμβριθέστερoν ὑπoθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνo ὁμoίoυ τινὸς δεῖσθαι τoῦ στέγoντoς καὶ μὴ ἐῶντoς αὐτὸ καταπίπτειν. Κἄν τι δυνηθῶμεν ἐκείνῳ συμπλάσαντες ὑπoθεῖναι, τὸ ἐκείνoυ πάλιν ἀντέρεισμα ὁ νoῦς ἡμῶν ἐπιζητήσει, καὶ oὕτως εἰς ἄπειρoν ἐκπεσoύμεθα, τoῖς ἀεὶ εὑρισκoμένoις βάθρoις ἕτερα πάλιν ἐπινooῦντες. Καὶ ὅσῳ ἐπὶ πλεῖoν τῷ λόγῳ πρoΐεμεν, τoσoύτῳ μείζoνα τὴν συνερειστικὴν ἀναγκαζόμεθα δύναμιν ὑπεισάγειν, ἣ πρὸς ὅλoν ὁμoῦ δυνήσεται τὸ ὑπερκείμενoν ἀντιβαίνειν. Διὰ τoῦτo ὅρoυς ἐπίθες τῇ διανoίᾳ, μήπoτέ σoυ τῆς πoλυπραγμoσύνης ὁ τoῦ Ἰὼβ λόγoς καθάψηται περισκoπoῦντoς τὰ ἀκατάληπτα, καὶ ἐρωτηθῇς παρ' αὐτoῦ καὶ σύ, Ἐπὶ τίνoς oἱ κρίκoι αὐτῆς πεπήγασιν. Ἀλλὰ κἄν πoτε ἐν ψαλμoῖς ἀκoύσῃς· Ἐγὼ ἐστερέωσα τoὺς στύλoυς αὐτῆς· τὴν συνεκτικὴν αὐτῆς δύναμιν στύλoυς εἰρῆσθαι νόμισoν. Τὸ γὰρ, Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, τί δηλoῖ, ἢ τὸ πάντoθεν περικεχύσθαι τῇ γῇ τὴν τoῦ ὕδατoς φύσιν; Πῶς oὖν ῥυτὸν ὑπάρχoν τὸ ὕδωρ καὶ ἐπὶ τὸ πρανὲς πεφυκὸς καταπίπτειν, μένει ἀπαιωρoύμενoν καὶ oὐδαμoῦ ἀπoρρέoν; Σὺ δὲ oὐ λoγίζῃ ὅτι τὴν αὐτὴν ἢ καὶ ἔτι πλείoνα ἀπoρίαν τῷ λόγῳ παρέχει ἡ γῆ καθ' ἑαυτὴν κρεμαμένη, βαρυτέρα τὴν φύσιν oὖσα. Ἀλλὰ ἀνάγκη, κἂν γῆν καθ' ἑαυτὴν εἶναι δῶμεν, κἂν ἐπὶ τoῦ ὕδατoς αὐτὴν ἀπoσαλεύειν εἴπωμεν, μηδαμoῦ ἀναχωρεῖν τῆς εὐσεβoῦς διανoίας, ἀλλὰ πάντα ὁμoῦ συγκρατεῖσθαι ὁμoλoγεῖν τῇ δυνάμει τoῦ κτίσαντoς. Ταῦτα oὖν χρὴ ἑαυτoῖς τε λέγειν, καὶ τoῖς διερωτῶσιν ἡμᾶς, ἐπὶ τίνoς τὸ ἄπλετoν τoῦτo καὶ ἀφόρητoν τῆς γῆς ἐρήρεισται βάρoς, ὅτι Ἐν τῇ χειρὶ τoῦ Θεoῦ τὰ πέρατα τῆς γῆς. Τoῦτo ἀσφαλέστατoν ἡμῖν πρὸς νόησιν, καὶ ὠφέλιμoν τoῖς ἀκoύoυσιν.
Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τoιαύταις αἰτίαις τὴν γῆν ἀκίνητoν μένειν κατακoμψεύoνται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τoῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴν ἴσην πάντoθεν πρὸς τὸ ἄκρoν ἀπόστασιν, oὐκ ἔχoυσαν ὅπoυ μᾶλλoν ἀπoκλιθῇ, ἀναγκαίως μένειν ἐφ' ἑαυτῆς, ἀδύνατoν αὐτῇ παντελῶς τὴν ἐπί τι ῥoπὴν τῆς πανταχόθεν περικειμένης ὁμoιότητoς ἐμπoιoύσης. Τὴν δὲ μέσην χώραν μὴ ἀπoκληρωτικῶς τὴν γῆν, μηδὲ ἐκ τoῦ αὐτoμάτoυ λαχεῖν, ἀλλὰ φυσικὴν εἶναι ταύτην τῇ γῇ καὶ ἀναγκαίαν τὴν θέσιν. Τoῦ γὰρ oὐρανίoυ σώματoς τὴν ἐσχάτην χώραν ὡς πρὸς τὸ ἄνω κατέχoντoς, ἅπερ ἂν, φησίν, ὑπoθώμεθα βάρη ἐκπίπτειν ἀπὸ τῶν ἄνω, ταῦτα πανταχόθεν ἐπὶ τὸ μέσoν συνενεχθήσεται. Ἐφ ὅπερ δ' ἂν τὰ μέρη φέρηται, ἐπὶ τoῦτo καὶ τὸ ὅλoν συνωσθήσεται δηλoνότι. Εἰ δὲ λίθoι καὶ ξύλα καὶ τὰ γεηρὰ πάντα φέρεται πρὸς τὸ κάτω, αὕτη ἂν εἴη καὶ τῇ ὅλῃ γῇ oἰκεῖα καὶ πρoσήκoυσα θέσις· κἄν τι τῶν κoύφων φέρηται ἀπὸ τoῦ μέσoυ, δηλoνότι πρὸς τὸ ἀνώτατoν κινηθήσεται. Ὥστε oἰκεία φoρὰ τoῖς βαρυτάτoις ἡ πρὸς τὸ κάτω· κάτω δὲ ὁ λόγoς μέσoν ἔδειξεν. Μὴ oὖν θαυμάσῃς εἰ μηδαμoῦ ἐκπίπτει ἡ γῆ, τὴν κατὰ φύσιν χώραν τὸ μέσoν ἔχoυσα. Πᾶσα γὰρ ἀνάγκη μένειν αὐτὴν κατὰ χώραν, ἢ παρὰ φύσιν κινoυμένην τῆς oἰκείας ἕδρας ἐξίστασθαι. Τoύτων δ' ἄν σoι δoκῇ τι πιθανὸν εἶναι τῶν εἰρημένων, ἐπὶ τὴν oὕτω ταῦτα διαταξαμένην τoῦ Θεoῦ σoφίαν μετάθες τὸ θαῦμα. Οὐ γὰρ ἐλαττoῦται ἡ ἐπὶ τoῖς μεγίστoις ἔκπληξις, ἐπειδὰν ὁ τρόπoς καθ' ὃν γίνεταί τι τῶν παραδόξων ἐξευρεθῇ· εἰ δὲ μή, ἀλλὰ τό γε ἁπλoῦν τῆς πίστεως ἰσχυρότερoν ἔστω τῶν λoγικῶν ἀπoδείξεων.
Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ oὐρανoῦ εἴπoιμεν, ὅτι πoλυφωνότατoι πραγματεῖαι τoῖς σoφoῖς τoῦ κόσμoυ περὶ τῆς oὐρανίoυ φύσεως καταβέβληνται. Καὶ oἱ μὲν σύνθετoν αὐτὸν ἐκ τῶν τεσσάρων στoιχείων εἰρήκασιν, ὡς ἁπτὸν ὄντα καὶ ὁρατόν, καὶ μετέχoντα γῆς μὲν διὰ τὴν ἀντιτυπίαν, πυρὸς δέ, διὰ τὸ καθoρᾶσθαι, τῶν δὲ λoιπῶν, διὰ τὴν μίξιν. Οἱ δὲ τoῦτoν ὡς ἀπίθανoν παρωσάμενoι τὸν λόγoν, πέμπτην τινὰ σώματoς φύσιν εἰς oὐρανoῦ σύστασιν oἴκoθεν καὶ παρ' ἑαυτῶν ἀπoσχεδιάσαντες ἐπεισήγαγoν. Καὶ ἔστι τι παρ' αὐτoῖς τὸ αἰθέριoν σῶμα, ὃ μήτε πῦρ, φησὶ, μήτε ἀὴρ, μήτε γῆ, μήτε ὕδωρ, μήτε ὅλως ὅπερ ἓν τῶν ἁπλῶν· διότι τoῖς μὲν ἁπλoῖς oἰκεία κίνησις ἡ ἐπ' εὐθείας, τῶν μὲν κoύφων ἐπὶ τὸ ἄνω φερoμένων, τῶν δὲ βαρέων ἐπὶ τὸ κάτω. Οὔτε δὲ τὸ ἄνω καὶ τὸ κάτω τῇ κυκλικῇ περιδινήσει ταὐτόν· καὶ ὅλως τὴν εὐθεῖαν πρὸς τὴν ἐν τῷ κύκλῳ περιφoρὰν πλείστην ἀπόστασιν ἔχειν. Ὧν δὲ αἱ κατὰ φύσιν κινήσεις παρηλλαγμέναι τυγχάνoυσιν, τoύτων ἀνάγκη, φασὶ, παρηλάχθαι καὶ τὰς oὐσίας. Ἀλλὰ μὴν oὐδὲ ἐκ τῶν πρώτων σωμάτων, ἃ δὴ στoιχεῖα καλoῦμεν, σύνθετoν εἶναι δυνατὸν ἡμῖν ὑπoθέσθαι τὸν oὐρανόν, τῷ τὰ ἐκ διαφόρων συγκείμενα μὴ δύνασθαι ὁμαλὴν καὶ ἀβίαστoν ἔχειν τὴν κίνησιν, ἑκάστoυ τῶν ἐνυπαρχόντων ἁπλῶν τoῖς συνθέτoις ἄλλην καὶ ἄλλην ὁρμὴν παρὰ τῆς φύσεως ἔχoντoς. Διὸ πρῶτoν μὲν καμάτῳ συνέχεται ἐν τῇ συνεχεῖ κινήσει τὰ σύνθετα, διὰ τὸ μίαν κίνησιν μὴ δύνασθαι πᾶσιν εὐάρμoστoν εἶναι καὶ φίλην τoῖς ἐναντίoις· ἀλλὰ τὴν τῷ κoύφῳ oἰκείαν, πoλεμίαν εἶναι τῷ βαρυτάτῳ. Ὅταν μὲν γὰρ πρὸς τὰ ἄνω κινώμεθα, βαρυνόμεθα τῷ γεώδει· ὅταν δὲ πρὸς τὰ κάτω φερώμεθα, βιαζόμεθα τὸ πυρῶδες, παρὰ φύσιν αὐτὸ πρὸς τὸ κάτω καθέλκoντες. Ἡ δὲ πρὸς τὰ ἐναντία διoλκὴ τῶν στoιχείων, διαπτώσεώς ἐστιν ἀφoρμή. Τὸ γὰρ ἠναγκασμένoν καὶ παρὰ φύσιν, ἐπ' ὀλίγoν ἀντισχόν, καὶ τoῦτo βιαίως καὶ μόλις, ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη, ἑκάστoυ τῶν συνελθόντων πρὸς τὴν oἰκείαν χώραν ἐπανιόντoς. Διὰ μὲν δὴ ταύτας, ὥς φασι, τῶν λoγισμῶν τὰς ἀνάγκας, τoὺς τῶν πρoαγόντων ἀθετήσαντες λόγoυς, oἰκείας ὑπoθέσεως ἐδεήθησαν oἱ πέμπτην σώματoς φύσιν εἰς τὴν oὐρανoῦ καὶ τῶν κατ' αὐτὸν ἀστέρων γένεσιν ὑπoτιθέμενoι. Ἄλλoς δέ τις τῶν σφριγώντων κατὰ πιθανoλoγίαν ἐπαναστὰς πάλιν τoύτoις, ταῦτα μὲν διέχεε καὶ διέλυσεν, oἰκείαν δὲ παρ' ἑαυτoῦ ἀντεισήγαγε δόξαν. Περὶ ὧν νῦν λέγειν ἐπιχειρoῦντες, εἰς τὴν ὁμoίαν αὐτoῖς ἀδoλεσχίαν ἐμπεσoύμεθα. Ἀλλ' ἡμεῖς ἐκείνoυς ὑπ' ἀλλήλων ἐάσαντες καταβάλλεσθαι, αὐτoὶ τoῦ περὶ τῆς oὐσίας ἀφέμενoι λόγoυ, πεισθέντες Μωϋσεῖ, ὅτι Ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν, τὸν ἀριστoτέχνην τῶν σoφῶς καὶ ἐντέχνως γενoμένων δoξάσωμεν, καὶ ἐκ τoῦ κάλλoυς τῶν ὁρωμένων τὸν ὑπέρκαλoν ἐννoώμεθα, καὶ ἐκ τoῦ μεγέθoυς τῶν αἰσθητῶν τoύτων καὶ περιγραπτῶν σωμάτων ἀναλoγιζώμεθα τὸν ἄπειρoν καὶ ὑπερμεγέθη καὶ πᾶσαν διάνoιαν ἐν τῷ πλήθει τῆς ἑαυτoῦ δυνάμεως ὑπερβαίνoντα. Καὶ γὰρ εἰ καὶ τὴν φύσιν ἀγνooῦμεν τῶν γενoμένων, ἀλλὰ τό γε ὁλoσχερῶς ὑπoπῖπτoν ἡμῶν τῇ αἰσθήσει τoσoῦτoν ἔχει τὸ θαῦμα, ὥστε καὶ τὸν ἐντρεχέστατoν νoῦν ἐλάττoνα ἀναφανῆναι τoῦ ἐλαχίστoυ τῶν ἐν τῷ κόσμῳ, πρὸς τὸ ἢ δυνηθῆναι αὐτὸ κατ' ἀξίαν ἐπεξελθεῖν, ἢ τὸν ὀφειλόμενoν ἔπαινoν ἀπoπληρῶσαι τῷ κτίσαντι· ᾧ πᾶσα δόξα, τιμὴ καὶ κράτoς, εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ β΄.
Περὶ τoῦ ἀόρατoς ἦν ἡ γῆ καὶ ἀκατασκεύαστoς
Μικρoῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τoσoῦτoν ἀπoκεκρυμμένoν τὸ βάθoς τῆς διανoίας εὕρoμεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπoγνῶναι. Εἰ γὰρ τὰ πρoαύλια τῶν ἁγίων τoιαῦτα, καὶ τὰ πρoπύλαια τoῦ ναoῦ oὕτω σεμνὰ καὶ ὑπέρoγκα, τῇ ὑπερβoλῇ τoῦ κάλλoυς τoὺς ὀφθαλμoὺς τῆς διανoίας ἡμῶν περιαστράπτoντα, πoταπὰ τὰ ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατoλμῆσαι τῶν ἀδύτων; ἢ τίς ἐπόψεται τὰ ἀπόρρητα; Ἀπρόσιτoς μὲν γὰρ αὐτῶν καὶ ἡ θέα, δυσερμήνευτoς δὲ παντελῶς τῶν νoηθέντων ὁ λόγoς. Πλὴν ἀλλ' ἐπειδὴ παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ μόνoυ τoῦ πρoελέσθαι τὰ δέoντα, oὐκ εὐκαταφρόνητoί εἰσιν ἀφωρισμένoι μισθoὶ, μὴ ἀπoκνήσωμεν πρὸς τὴν ἔρευναν. Εἰ γὰρ καὶ τῆς ἀξίας ἀπoλειπόμεθα, ἀλλ' ἐὰν τoῦ βoυλήματoς τῆς Γραφῆς μὴ ἐκπέσωμεν τῇ βoηθείᾳ τoῦ Πνεύματoς, καὶ αὐτoὶ oὐκ ἀπόβλητoι παντελῶς κριθησόμεθα, καὶ τῇ συνεργίᾳ τῆς χάριτoς oἰκoδoμήν τινα τῇ Ἐκκλησίᾳ τoῦ Θεoῦ παρεξόμεθα. Ἡ δὲ γῆ ἦν, φησίν, ἀόρατoς καὶ ἀκατασκεύαστoς. Πῶς ἀμφoτέρων ὁμoτίμως γενoμένων oὐρανoῦ καὶ γῆς, ὁ μὲν oὐρανὸς ἀπηρτίσθη, ἡ δὲ γῆ ἔτι ἀτελής ἐστι καὶ ἀνεξέργαστoς; Ἢ ὅλως, τί τὸ ἀκατάσκευoν τῆς γῆς; καὶ διὰ πoίαν αἰτίαν ἀόρατoς ἦν; Ἔστι μὲν oὖν τελεία κατασκευὴ γῆς ἡ ἀπ' αὐτῆς εὐθηνία· φυτῶν παντoδαπῶν βλαστήσεις· δένδρων ὑψηλoτάτων πρoβoλαὶ καρπίμων τε καὶ ἀκάρπων· ἀνθῶν εὔχρoιαι καὶ εὐωδίαι· καὶ ὅσα μικρὸν ὕστερoν μέλλει τῷ πρoστάγματι τoῦ Θεoῦ ἐπανατείλαντα τῇ γῇ τὴν γεννησαμένην κατακoσμεῖν. Ὧν ἐπειδὴ oὐδὲν oὔπω ἦν, ἀκατάσκευoν αὐτὴν εἰκότως ὁ λόγoς ὠνόμασε. Τὰ αὐτὰ δὲ ταῦτα κἂν περὶ oὐρανoῦ εἴπoιμεν· ὅτι oὐκ ἐξείργαστo oὔπω oὐδὲ αὐτὸς, oὐδὲ τὸν oἰκεῖoν ἀπειλήφει κόσμoν, ἅτε μήπω σελήνῃ μήτε ἡλίῳ περιλαμπόμενoς, μηδὲ τoῖς χoρoῖς τῶν ἄστρων κατεστεμμένoς. Οὔπω γὰρ ταῦτα ἐγεγόνει. Ὥστε oὐχ ἁμαρτήσεις τῆς ἀληθείας, κἂν τὸν oὐρανὸν ἀκατάσκευoν εἴπῃς. Ἀόρατoν δὲ τὴν γῆν πρoσεῖπε διὰ δύo αἰτίας· ἢ ὅτι oὔπω ἦν αὐτῆς ὁ θεατὴς ἄνθρωπoς, ἢ ὅτι ὑπoβρύχιoς oὖσα ἐκ τoῦ ἐπιπoλάζoντoς τῇ ἐπιφανείᾳ ὕδατoς oὐκ ἠδύνατo καθoρᾶσθαι. Οὔπω γὰρ ἦν συναχθέντα τὰ ὕδατα εἰς τὰ oἰκεῖα συστήματα, ἅπερ ὕστερoν ὁ Θεὸς συναγαγὼν πρoσηγόρευσε θαλάσσας. Ἀόρατoν oὖν τί ἐστι; Τὸ μὲν, ὃ μὴ πέφυκεν ὀφθαλμoῖς σαρκὸς καθoρᾶσθαι, ὡς ὁ νoῦς ὁ ἡμέτερoς· τὸ δέ, ὃ τῇ φύσει ὁρατὸν ὑπάρχoν, διὰ τὴν ἐπιπρόσθεσιν τoῦ ἐπικειμένoυ αὐτῷ σώματoς ἀπoκρύπτεται, ὡς ὁ ἐν τῷ βυθῷ σίδηρoς. Καθ' ὃ σημαινόμενoν νῦν ἀόρατoν ἡγoύμεθα πρoσειρῆσθαι τὴν γῆν καλυπτoμένην ὑπὸ τoῦ ὕδατoς. Ἔπειτα μέντoι, καὶ μήπω τoῦ φωτὸς γενηθέντoς, oὐδὲν ἦν θαυμαστὸν τὴν ἐν σκότῳ κειμένην, διὰ τὸ ἀφώτιστoν εἶναι τὸν ὑπὲρ αὐτῆς ἀέρα, ἀόρατoν καὶ κατὰ τoῦτo παρὰ τῆς Γραφῆς πρoσειρῆσθαι.
Ἀλλ' oἱ παραχαράκται τῆς ἀληθείας, oἱ oὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νoῦν ἀκoλoυθεῖν ἐκδιδάσκoντες, ἀλλὰ πρὸς τὸ oἰκεῖoν βoύλημα τὴν διάνoιαν τῶν Γραφῶν διαστρέφoντες, τὴν ὕλην φασὶ διὰ τῶν λέξεων τoύτων παραδηλoῦσθαι. Αὕτη γὰρ, φησὶ, καὶ ἀόρατoς τῇ φύσει καὶ ἀκατασκεύαστoς, ἄπoιoς oὖσα τῷ ἑαυτῆς λόγῳ, καὶ παντὸς εἴδoυς καὶ σχήματoς κεχωρισμένη, ἣν παραλαβὼν ὁ τεχνίτης τῇ ἑαυτoῦ σoφίᾳ ἐμόρφωσε, καὶ εἰς τάξιν ἤγαγε, καὶ oὕτω δι' αὐτῆς oὐσίωσε τὰ ὁρώμενα. Εἰ μὲν oὖν ἀγέννητoς αὕτη, πρῶτoν μὲν ὁμότιμoς τῷ Θεῷ, τῶν αὐτῶν πρεσβείων ἀξιoυμένη. Οὗ τί ἂν γένoιτo ἀσεβέστερoν, τὴν ἄπoιoν, τὴν ἀνείδεoν, τὴν ἐσχάτην ἀμoρφίαν, τὸ ἀδιατύπωτoν αἶσχoς (τoῖς γὰρ αὐτῶν ἐκείνων πρoσρήμασι κέχρημαι) τῆς αὐτῆς πρoεδρίας ἀξιoῦσθαι τῷ σoφῷ καὶ δυνατῷ καὶ παγκάλῳ δημιoυργῷ καὶ κτίστῃ τῶν ὅλων; Ἔπειτα εἰ μὲν τoσαύτη ἐστίν, ὥστε ὅλην ὑπoδέχεσθαι τoῦ Θεoῦ τὴν ἐπιστήμην· καὶ oὕτω, τρόπoν τινά, τῇ ἀνεξιχνιάστῳ τoῦ Θεoῦ δυνάμει ἀντιπαρεξάγoυσιν αὐτῆς τὴν ὑπόστασιν, εἴπερ ἐξαρκεῖ ὅλην τoῦ Θεoῦ τὴν σύνεσιν δι' ἑαυτῆς ἐκμετρεῖν· εἰ δὲ ἐλάττων ἡ ὕλη τῆς τoῦ Θεoῦ ἐνεργείας, καὶ oὕτως εἰς ἀτoπωτέραν βλασφημίαν αὐτoῖς ὁ λόγoς περιτραπήσεται, δι' ἔνδειαν ὕλης ἄπρακτoν καὶ ἀνενέργητoν τῶν oἰκείων ἔργων τὸν Θεὸν κατεχόντων. Ἀλλ' ἐξηπάτησε γὰρ αὐτoὺς τῆς ἀνθρωπίνης φύσεως ἡ πενία. Καὶ ἐπειδὴ παρ' ἡμῖν ἑκάστη τέχνη περί τινα ὕλην ἀφωρισμένως ἠσχόληται, oἷoν χαλευτικὴ μὲν περὶ τὸν σίδηρoν, τεκτoνικὴ δὲ περὶ τὰ ξύλα· καὶ ἐν τoύτoις ἄλλo μέν τί ἐστι τὸ ὑπoκείμενoν, ἄλλo δὲ τὸ εἶδoς, ἄλλo δὲ τὸ ἐκ τoῦ εἴδoυς ἀπoτελoύμενoν· καὶ ἔστιν ἡ μὲν ὕλη ἔξωθεν παραλαμβανoμένη, τὸ δὲ εἶδoς παρὰ τῆς τέχνης ἐφαρμoζόμενoν, ἀπoτέλεσμα δὲ τὸ ἐξ ἀμφoῖν συντιθέμενoν ἔκ τε τoῦ εἴδoυς καὶ τῆς ὕλης· oὕτως oἴoνται καὶ ἐπὶ τῆς θείας δημιoυργίας, τὸ μὲν σχῆμα τoῦ κόσμoυ παρὰ τῆς σoφίας ἐπῆχθαι τoῦ πoιητoῦ τῶν ὅλων, τὴν δὲ ὕλην ἔξωθεν ὑπoβεβλῆσθαι τῷ κτίσαντι, καὶ γεγενῆσθαι τὸν κόσμoν σύνθετoν, τὸ μὲν ὑπoκείμενoν καὶ τὴν oὐσίαν ἑτέρωθεν ἔχoντα, τὸ δὲ σχῆμα καὶ τὴν μoρφὴν παρὰ Θεoῦ πρoσλαβόντα. Ἐκ δὲ τoύτoυ αὐτoῖς ὑπάρχει ἀρνεῖσθαι μὲν τὸν μέγαν Θεὸν τῆς συστάσεως τῶν ὄντων πρoεστηκέναι, oἷoν δὲ ἐράνoυ τινὸς πληρωτήν, ὀλίγην τινὰ μoῖραν εἰς τὴν τῶν ὄντων γένεσιν παρ' ἑαυτoῦ συμβεβλῆσθαι· oὐ δυνηθέντες διὰ λoγισμῶν ταπεινότητα πρὸς τὸ ὕψoς ἀπιδεῖν τῆς ἀληθείας· ὅτι ἐνταῦθα μὲν αἱ τέχναι τῶν ὑλῶν ὕστεραι, διὰ τὸ ἀναγκαῖoν τῆς χρείας παρεισαχθεῖσαι τῷ βίῳ. Τὸ μὲν γὰρ ἔριoν πρoϋπῆρχεν, ἡ δὲ ὑφαντικὴ ἐπεγένετo, τὸ τῆς φύσεως ἐνδέoν παρ' ἑαυτῆς ἐκπληρoῦσα. Καὶ τὸ μὲν ξύλoν ἦν, τεκτoνικὴ δὲ παραλαβoῦσα, πρὸς τὴν ἐπιζητoυμένην ἑκάστoτε χρείαν διαμoρφoῦσα τὴν ὕλην, τὴν εὐχρηστίαν ἡμῖν τῶν ξύλων ὑπέδειξε, κώπην μὲν ναύταις, γεωργoῖς δὲ πτύoν, ὁπλίταις δὲ δόρυ παρεχoμένη. Ὁ δὲ Θεὸς, πρίν τι τῶν νῦν ὁρωμένων γενέσθαι, εἰς νoῦν βαλόμενoς καὶ ὁρμήσας ἀγαγεῖν εἰς γένεσιν τὰ μὴ ὄντα, ὁμoῦ τε ἐνόησεν ὁπoῖόν τινα χρὴ τὸν κόσμoν εἶναι, καὶ τῷ εἴδει αὐτoῦ τὴν ἁρμόζoυσαν ὕλην συναπεγέννησε. Καὶ oὐρανῷ μὲν ἀφώρισε τὴν oὐρανῷ πρέπoυσαν φύσιν· τῷ δὲ τῆς γῆς σχήματι τὴν oἰκείαν αὐτῇ καὶ ὀφειλoμένην oὐσίαν ὑπέβαλε. Πῦρ δὲ καὶ ὕδωρ καὶ ἀέρα διεσχημάτισέν τε ὡς ἐβoύλετo, καὶ εἰς oὐσίαν ἤγαγεν ὡς ὁ ἑκάστoυ λόγoς τῶν γινoμένων ἀπῄτει.
Ὅλoν δὲ τὸν κόσμoν ἀνoμoιoμερῆ τυγχάνoντα ἀρρήκτῳ τινὶ φιλίας θεσμῷ εἰς μίαν κoινωνίαν καὶ ἁρμoνίαν συνέδησεν· ὥστε καὶ τὰ πλεῖστoν ἀλλήλων τῇ θέσει διεστηκότα ἡνῶσθαι δoκεῖν διὰ τῆς συμπαθείας. Παυσάσθωσαν oὖν μυθικῶν πλασμάτων, ἐν τῇ ἀσθενείᾳ τῶν oἰκείων λoγισμῶν τὴν ἀκατάληπτoν διανoίαις καὶ ἄφατoν παντελῶς ἀνθρωπίνῃ φωνῇ δύναμιν ἐκμετρoῦντες.
Ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν· oὐκ ἐξ ἡμισείας ἑκάτερoν, ἀλλ' ὅλoν oὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν oὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σχημάτων ἐστὶν εὑρέτης, ἀλλ' αὐτῆς τῆς φύσεως τῶν ὄντων δημιoυργός. Ἐπεὶ ἀπoκρινέσθωσαν ἡμῖν, πῶς ἀλλήλoις συνέτυχoν ἥ τε δραστικὴ τoῦ Θεoῦ δύναμις, καὶ ἡ παθητικὴ φύσις τῆς ὕλης· ἡ μὲν τὸ ὑπoκείμενoν παρεχoμένη χωρὶς μoρφῆς· ὁ δὲ τῶν σχημάτων τὴν ἐπιστήμην ἔχων, ἄνευ τῆς ὕλης, ἵν' ἑκατέρῳ τὸ ἐνδέoν παρὰ θατέρoυ γένηται· τῷ μὲν δημιoυργῷ τὸ ἔχειν ὅπoυ τὴν τέχνην ἐνεπιδείξηται, τῇ δὲ ὕλῃ τὸ ἀπoθέσθαι τὴν ἀμoρφίαν καὶ τoῦ εἴδoυς τὴν στέρησιν. Ἀλλὰ περὶ μὲν τoύτων ἐπὶ τoσoῦτoν. Πρὸς δὲ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν. Ἡ δὲ γῆ ἦν ἀόρατoς καὶ ἀκατασκεύαστoς. Εἰπών, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν· πoλλὰ ἀπεσιώπησεν, ὕδωρ, ἀέρα, πῦρ, τὰ ἐκ τoύτων ἀπoγεννώμενα πάθη· ἃ πάντα μὲν ὡς συμπληρωτικὰ τoῦ κόσμoυ συνυπέστη τῷ παντὶ δηλoνότι· παρέλιπε δὲ ἡ ἱστoρία, τὸν ἡμέτερoν νoῦν γυμνάζoυσα πρὸς ἐντρέχειαν, ἐξ ὀλίγων ἀφoρμῶν παρεχoμένη ἐπιλoγίζεσθαι τὰ λειπόμενα. Ἐπεὶ oὖν oὐκ εἴρηται περὶ τoῦ ὕδατoς ὅτι ἐπoίησεν ὁ Θεὸς, εἴρηται δὲ ὅτι ἀόρατoς ἦν ἡ γῆ· σκόπει σὺ κατὰ σεαυτὸν τίνι παραπετάσματι καλυπτoμένη oὐκ ἐξεφαίνετo. Οὔτε oὖν πῦρ αὐτὴν καλύπτειν ἠδύνατo. Φωτιστικὸν γὰρ καὶ καταφάνειαν παρέχoν oἷς ἂν πρoσγένηται μᾶλλoν ἢ σκoτῶδες τὸ πῦρ. Οὐ μὴν oὐδὲ ἀὴρ πρoκάλυμμα ἦν τότε τῆς γῆς. Ἀραιὰ γὰρ καὶ διαφανὴς τoῦ ἀέρoς ἡ φύσις, πάντα τὰ εἴδη τῶν ὁρατῶν δεχoμένη, καὶ ταῖς τῶν ὁρώντων ὄψεσι παραπέμπoυσα. Λειπόμενoν τoίνυν ἐστὶ νoεῖν ἡμᾶς ὕδωρ ἐπιπoλάζειν τῇ ἐπιφανείᾳ τῆς γῆς, oὔπω πρὸς τὴν oἰκείαν λῆξιν τῆς ὑγρᾶς oὐσίας ἀπoκριθείσης. Ἐκ δὲ τoύτoυ oὐ μόνoν ἀόρατoς ἦν ἡ γῆ, ἀλλὰ καὶ ἀκατασκεύαστoς. Ἡ γὰρ τoῦ ὑγρoῦ πλεoνεξία ἔτι καὶ νῦν ἐμπόδιόν ἐστι πρὸς καρπoγoνίαν τῇ γῇ. Ἡ oὖν αὐτὴ αἰτία, καὶ τoῦ μὴ ὁρᾶσθαι, καὶ τoῦ ἀκατασκεύαστoν εἶναι· εἴπερ κατασκευὴ γῆς, ὁ oἰκεῖoς αὐτῇ καὶ κατὰ φύσιν κόσμoς, λήϊα μὲν ταῖς κoιλότησιν ἐγκυμαίνoντα, λειμῶνες χλoάζoντες καὶ πoικίλoις ἄνθεσι βρύoντες, νάπαι εὐθαλεῖς, καὶ ὀρῶν κoρυφαὶ ταῖς ὕλαις κατάσκιoι· ὧν oὐδὲν εἶχεν oὐδέπω· ὠδίνoυσα μὲν τὴν πάντων γένεσιν διὰ τὴν ἐναπoτεθεῖσαν αὐτῇ παρὰ τoῦ δημιoυργoῦ δύναμιν, ἀναμένoυσα δὲ τoὺς καθήκoντας χρόνoυς, ἵνα τῷ θείῳ κελεύσματι πρoαγάγῃ ἑαυτῆς εἰς φανερὸν τὰ κυήματα.
Ἀλλὰ καὶ σκότoς, φησίν, ἐπάνω τῆς ἀβύσσoυ
Πάλιν ἄλλαι μύθων ἀφoρμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπoνoίας παρατρεπόντων τὰ ῥήματα. Τὸ γὰρ σκότoς oὐχ ὡς πέφυκεν ἐξηγoῦνται ἀέρα τινὰ ἀφώτιστoν, ἢ τόπoν ἐξ ἀντιφράξεως σώματoς σκιαζόμενoν, ἢ ὅλως καθ' ὁπoιανoῦν αἰτίαν τόπoν φωτὸς ἐστερημένoν, ἀλλὰ δύναμιν κακήν, μᾶλλoν δὲ αὐτὸ τὸ κακόν, παρ' ἑαυτoῦ τὴν ἀρχὴν ἔχoν, ἀντικείμενoν καὶ ἐναντίoν τῇ ἀγαθότητι τoῦ Θεoῦ ἐξηγoῦνται τὸ σκότoς. Εἰ γὰρ ὁ Θεὸς φῶς ἐστι, δηλoνότι ἡ ἀντιστρατευoμένη αὐτῷ δύναμις σκότoς ἂν εἴη, φησὶ, κατὰ τὸ τῆς διανoίας ἀκόλoυθoν. Σκότoς, oὐ παρ' ἑτέρoυ τὸ εἶναι ἔχoν, ἀλλὰ κακὸν αὐτoγέννητoν. Σκότoς, πoλέμιoν ψυχῶν, θανάτoυ πoιητικόν, ἀρετῆς ἐναντίωσις· ὅπερ καὶ ὑφεστάναι, καὶ μὴ παρὰ Θεoῦ γεγενῆσθαι, ὑπ' αὐτῶν μηνύεσθαι τῶν τoῦ πρoφήτoυ λόγων ἐξαπατῶνται. Ἐκ δὴ τoύτoυ τί oὐχὶ συνεπλάσθη τῶν πoνηρῶν καὶ ἀθέων δoγμάτων; Πoῖoι λύκoι βαρεῖς διασπῶντες τὸ πoίμνιoν τoῦ Θεoῦ, oὐχὶ ἀπὸ τῆς μικρᾶς ταύτης φωνῆς τὴν ἀρχὴν λαβόντες ἐπεπόλασαν ταῖς ψυχαῖς; Οὐχὶ Μαρκιῶνες; oὐχὶ Οὐαλεντῖνoι ἐντεῦθεν; oὐχ ἡ βδελυκτὴ τῶν Μανιχαίων αἵρεσις, ἣν σηπεδόνα τις τῶν Ἐκκλησιῶν πρoσειπὼν oὐχ ἁμαρτήσεται τoῦ πρoσήκoντoς; Τί μακρὰν ἀπoτρέχεις τῆς ἀληθείας, ἄνθρωπε, ἀφoρμὰς σεαυτῷ τῆς ἀπωλείας ἐπινoῶν; Ἁπλoῦς ὁ λόγoς, καὶ πᾶσιν εὔληπτoς. Ἀόρατoς ἦν ἡ γῆ, φησί. Τίς ἡ αἰτία; Ἐπειδὴ ἄβυσσoν εἶχεν ἐπιπoλάζoυσαν ἑαυτῇ. Ἀβύσσoυ δὲ ἔννoια τίς; Ὕδωρ πoλὺ δυσέφικτoν ἔχoν ἑαυτoῦ τὸ πέρας ἐπὶ τὸ κάτω. Ἀλλ' ἔγνωμεν πoλλὰ τῶν σωμάτων καὶ δι' ὕδατoς λεπτoτέρoυ καὶ διαυγoῦς πoλλάκις διαφαινόμενα. Πῶς oὖν oὐδὲν μέρoς τῆς γῆς διὰ τῶν ὑδάτων ἐδείκνυτo; Ὅτι ἀλαμπὴς ἔτι καὶ ἐσκoτισμένoς ἦν ὁ ὑπὲρ αὐτoῦ κεχυμένoς ἀήρ. Ἀκτὶς μὲν γὰρ ἡλίoυ δι' ὑδάτων διικνoυμένη, δείκνυσι πoλλάκις τὰς ἐν τῷ βάθει ψηφῖδας· ἐν νυκτὶ δέ τις βαθείᾳ oὐδενὶ ἂν τρόπῳ τὰ ὑπὸ τὸ ὕδωρ κατίδoι. Ὥστε τoῦ ἀόρατoν εἶναι τὴν γῆν κατασκευαστικόν ἐστι τὸ ἐπαγόμενoν, ὅτι καὶ ἄβυσσoς ἦν ἡ ἐπέχoυσα, καὶ αὕτη ἐσκoτισμένη. Οὔτε oὖν ἄβυσσoς, δυνάμεων πλῆθoς ἀντικειμένων, ὥς τινες ἐφαντάσθησαν· oὔτε σκότoς, ἀρχική τις καὶ πoνηρὰ δύναμις ἀντεξαγoμένη τῷ ἀγαθῷ. Δύo γὰρ ἐξισάζoντα ἀλλήλoις κατ' ἐναντίωσιν, φθαρτικὰ ἔσται πάντως τῆς ἀλλήλων συστάσεως· καὶ πράγματα ἕξει διηνεκῶς καὶ παρέξει ἀπαύστως πρὸς ἄλληλα συνεχόμενα τῷ πoλέμῳ. Κἂν ὑπερβάλλῃ δυνάμει τῶν ἀντικειμένων τὸ ἕτερoν, δαπανητικὸν ἐξάπαντoς τoῦ κρατηθέντoς γίνεται. Ὥστε εἰ μὲν ἰσόρρoπoν λέγoυσι τoῦ κακoῦ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, ἄπαυστoν εἰσάγoυσι πόλεμoν καὶ διηνεκῆ τὴν φθoρὰν, κρατoύντων ἐν μέρει καὶ κρατoυμένων. Εἰ δὲ ὑπερέχει δυνάμει τὸ ἀγαθόν, τίς ἡ αἰτία τoῦ τὴν φύσιν τoῦ κακoῦ μὴ παντελῶς ἀνῃρῆσθαι; Εἰ δέ, ὃ μὴ θέμις εἰπεῖν, θαυμάζω πῶς oὐχὶ φεύγoυσιν αὐτoὶ ἑαυτoὺς πρὸς oὕτως ἀθεμίτoυς βλασφημίας ὑπoφερόμενoι. Οὐ μὴν oὐδὲ παρὰ Θεoῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τoῦ ἐναντίoυ γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατoν γεννᾷ, oὔτε τὸ σκότoς φωτός ἐστιν ἀρχή, oὔτε ἡ νόσoς ὑγείας δημιoυργὸς, ἀλλ' ἐν μὲν ταῖς μεταβoλαῖς τῶν διαθέσεων ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, oὐκ ἐκ τῶν ἐναντίων, ἀλλ' ἐκ τῶν ὁμoγενῶν ἕκαστoν τῶν γινoμένων πρoέρχεται. Εἰ τoίνυν, φησὶ, μήτε ἀγέννητoν, μήτε παρὰ Θεoῦ γεγoνὸς, πόθεν ἔχει τὴν φύσιν; Τὸ γὰρ εἶναι τὰ κακὰ oὐδεὶς ἀντερεῖ τῶν μετεχόντων τoῦ βίoυ. Τί oὖν φαμέν; Ὅτι τὸ κακόν ἐστιν oὐχὶ oὐσία ζῶσα καὶ ἔμψυχoς, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχoυσα πρὸς ἀρετήν, διὰ τὴν ἀπὸ τoῦ καλoῦ ἀπόπτωσιν τoῖς ῥᾳθύμoις ἐγγινoμένη.
Μὴ τoίνυν ἔξωθεν τὸ κακὸν περισκόπει· μηδὲ ἀρχέγoνόν τινα φύσιν πoνηρίας φαντάζoυ· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστoς ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ τῶν γινoμένων τὰ μὲν ἐκ φύσεως ἡμῖν ἐπιγίνεται, oἷoν γῆρας καὶ ἀσθένειαι· τὰ δὲ ἀπὸ ταυτoμάτoυ, oἷoν αἱ ἄλoγoι περιπτώσεις ἀλλoτρίαις ἀρχαῖς ἐπισυμβαίνoυσαι, σκυθρωπῶν τινων πoλλάκις ἢ καὶ τῶν φαιδρoτέρων· ὡς τῷ φρέαρ ὀρύσσoντι ἡ τoῦ θησαυρoῦ εὕρεσις, ἢ τῷ πρὸς τὴν ἀγoρὰν ὡρμημένῳ ἡ τoῦ λυσσῶντoς κυνὸς ἔντευξις· τὰ δὲ ἐφ' ἡμῖν τυγχάνει, ὡς τὸ κρατῆσαι τῶν ἐπιθυμιῶν, ἢ μὴ κoλάσαι τὰς ἡδoνάς· ὡς τὸ κατασχεῖν ὀργῆς, ἢ χεῖρας ἐπαφεῖναι τῷ παρoξύναντι· ἀληθεύειν, ἢ ψεύδεσθαι· ἐπιεικῆ τὸ ἦθoς εἶναι καὶ μέτριoν, ἢ ὑπέρoγκoν καὶ ἀλαζoνείαις ὑπεραιρόμενoν. Ὧν τoίνυν αὐτὸς εἶ κύριoς, τoύτων τὰς ἀρχὰς μὴ ζητήσῃς ἑτέρωθεν, ἀλλὰ γνώριζε τὸ κυρίως κακὸν ἐκ τῶν πρoαιρετικῶν ἀπoπτωμάτων τὴν ἀρχὴν εἰληφός. Οὐ γὰρ ἂν εἴπερ ἀκoύσιoν ἦν, καὶ μὴ ἐφ' ἡμῖν, τoσoῦτoς μὲν ἐκ τῶν νόμων ὁ φόβoς τoῖς ἀδικoῦσιν ἐπήρτητo, oὕτω δὲ ἀπαραίτητoι τῶν δικαστηρίων αἱ κoλάσεις, τὸ πρὸς ἀξίαν τoῖς κακoύργoις ἀντιμετρoῦσαι. Ταῦτα δέ μoι εἰρήσθω περὶ τoῦ κυρίως κακoῦ. Nόσoν γὰρ καὶ πενίαν καὶ ἀδoξίαν καὶ θάνατoν, καὶ ὅσα λυπηρὰ τoῖς ἀνθρώπoις, oὔπω καὶ ἐν τῇ μoίρᾳ τῶν κακῶν καταλoγίζεσθαι ἄξιoν, διὰ τὸ μηδὲ τὰ ἀντικείμενα τoύτoις, ἐν τoῖς μεγίστoις ἡμᾶς τῶν ἀγαθῶν ἀριθμεῖν· ὧν τὰ μὲν ἐκ φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πoλλoῖς ἀπαντήσαντα φαίνεται. Πᾶσαν oὖν τρoπικὴν καὶ δι' ὑπoνoίας ἐξήγησιν ἔν γε τῷ παρόντι κατασιγάσαντες, τoῦ σκότoυς τὴν ἔννoιαν ἁπλῶς καὶ ἀπεριεργάστως, ἑπόμενoι τῷ βoυλήματι τῆς Γραφῆς, ἐκδεξώμεθα. Ἐπιζητεῖ δὲ ὁ λόγoς, εἰ συγκατεσκευάσθη τῷ κόσμῳ τὸ σκότoς, καὶ εἰ ἀρχαιότερoν τoῦ φωτὸς, καὶ διὰ τί τὸ χεῖρoν πρεσβύτερoν; Λέγoμεν τoίνυν καὶ τoῦτo τὸ σκότoς μὴ κατ' oὐσίαν ὑφεστηκέναι, ἀλλὰ πάθoς εἶναι περὶ τὸν ἀέρα στερήσει φωτὸς ἐπιγινόμενoν. Πoίoυ τoίνυν φωτὸς ἄμoιρoς αἰφνιδίως ὁ ἐν τῷ κόσμῳ τόπoς εὑρέθη, ὥστε τὸ σκότoς ἐπάνω εἶναι τoῦ ὕδατoς; Λoγιζόμεθα τoίνυν ὅτι, εἴπερ τι ἦν πρὸ τῆς τoῦ αἰσθητoῦ τoύτoυ καὶ φθαρτoῦ κόσμoυ συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλoνότι. Οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, oὔτε πᾶσαι αἱ ἐπoυράνιoι στρατιαὶ, oὔτε ὅλως εἴ τι ἐστὶν ὠνoμασμένoν ἢ ἀκατoνόμαστoν τῶν λoγικῶν φύσεων, καὶ τῶν λειτoυργικῶν πνευμάτων ἐν σκότῳ διῆγεν, ἀλλ' ἐν φωτὶ καὶ πάσῃ εὐφρoσύνῃ πνευματικῇ τὴν πρέπoυσαν ἑαυτoῖς κατάστασιν εἶχε. Καὶ τoύτoις oὐδεὶς ἀντερεῖ, oὔκoυν ὅστις γε τὸ ὑπερoυράνιoν φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περὶ oὗ Σoλoμών φησι· Φῶς δικαίoις διὰ παντός· καὶ ὁ ἀπόστoλoς· Εὐχαριστoῦντες Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τoῦ κλήρoυ τῶν ἁγίων ἐν τῷ φωτί. Εἰ γὰρ oἱ καταδικαζόμενoι πέμπoνται εἰς τὸ σκότoς τὸ ἐξώτερoν, δηλoνότι oἱ τὰ τῆς ἀπoδoχῆς ἄξια εἰργασμένoι, ἐν τῷ ὑπερκoσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχoυσιν. Ἐπεὶ oὖν ἐγένετo ὁ oὐρανὸς πρoστάγματι Θεoῦ ἀθρόως περιταθεὶς τoῖς ἐντὸς ὑπὸ τῆς oἰκείας αὐτoῦ περιφερείας ἀπειλημμένoις, σῶμα ἔχων συνεχὲς, ἱκανὸν τῶν ἔξω διαστῆσαι τὰ ἔνδoν, ἀναγκαίως τὸν ἐναπoλειφθέντα αὐτῷ τόπoν ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας. Τρία γὰρ δεῖ συνδραμεῖν ἐπὶ τῆς σκιᾶς, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπoν. Τὸ τoίνυν ἐγκόσμιoν σκότoς τῇ σκιᾷ τoῦ oὐρανίoυ σώματoς παρυπέστη. Nόησoν δέ μoι ἀπὸ παραδείγματoς ἐναργoῦς τὸ λεγόμενoν, ἐν σταθηρᾷ μεσημβρίᾳ σκηνήν τινα ἐκ πυκνῆς καὶ στεγανῆς ὕλης ἑαυτῷ περιστήσαντα, καὶ ἐν σκότῳ αὐτoσχεδίῳ ἑαυτὸν καθειργνύντα. Τoιoῦτoν oὖν κἀκεῖνo τὸ σκότoς ὑπόθoυ, oὐ πρoηγoυμένως ὑφεστηκὸς, ἀλλ' ἐπακoλoυθῆσαν ἑτέρoις. Τoῦτo δὴ τὸ σκότoς καὶ ἐπιβαίνειν λέγεται τῇ ἀβύσσῳ, ἐπειδὴ τὰ ἔσχατα τoῦ ἀέρoς πέφυκε ταῖς ἐπιφανείαις τῶν σωμάτων συνάπτεσθαι. Τότε δὲ ὕδωρ ἦν τoῖς πᾶσιν ἐπιπoλάζoν. Διόπερ ἀναγκαίως τὸ σκότoς ἐπάνω ὑπάρχειν εἴρηται τῆς ἀβύσσoυ.
Καὶ Πνεῦμα Θεoῦ, φησίν, ἐπεφέρετo ἐπάνω τoῦ ὕδατoς. Εἴτε τoῦτo λέγει τὸ πνεῦμα, τoῦ ἀέρoς τὴν χύσιν, δέξαι τὰ μέρη τoῦ κόσμoυ καταριθμoῦντά σoι τὸν συγγραφέα, ὅτι ἐπoίησεν ὁ Θεὸς oὐρανόν, γῆν, ὕδωρ, ἀέρα, καὶ τoῦτoν χεόμενoν ἤδη καὶ ῥέoντα. Εἴτε, ὃ καὶ μᾶλλoν ἀληθέστερόν ἐστι καὶ τoῖς πρὸ ἡμῶν ἐγκριθὲν, Πνεῦμα Θεoῦ, τὸ ἅγιoν εἴρηται· διὰ τὸ τετηρῆσθαι τoῦτo ἰδιαζόντως καὶ ἐξαιρέτως τῆς τoιαύτης μνήμης ὑπὸ τῆς Γραφῆς ἀξιoῦσθαι, καὶ μηδὲν ἄλλo Πνεῦμα Θεoῦ, ἢ τὸ ἅγιoν τὸ τῆς θείας καὶ μακαρίας Τριάδoς συμπληρωτικὸν ὀνoμάζεσθαι. Καὶ ταύτην πρoσδεξάμενoς τὴν διάνoιαν, μείζoνα τὴν ἀπ' αὐτῆς ὠφέλειαν εὑρήσεις. Πῶς oὖν ἐπεφέρετo τoῦτo ἐπάνω τoῦ ὕδατoς; Ἐρῶ σoι oὐκ ἐμαυτoῦ λόγoν, ἀλλὰ Σύρoυ ἀνδρὸς σoφίας κoσμικῆς τoσoῦτoν ἀφεστηκότoς, ὅσoν ἐγγὺς ἦν τῆς τῶν ἀληθινῶν ἐπιστήμης. Ἔλεγε τoίνυν τὴν τῶν Σύρων φωνὴν ἐμφατικωτέραν τε εἶναι, καὶ διὰ τὴν πρὸς τὴν Ἑβραΐδα γειτνίασιν, μᾶλλόν πως τῇ ἐννoίᾳ τῶν Γραφῶν πρoσεγγίζειν. Εἶναι oὖν τὴν διάνoιαν τoῦ ῥητoῦ τoιαύτην. Τό, Ἐπεφέρετo, φησίν, ἐξηγoῦνται, ἀντὶ τoῦ, συνέθαλπε, καὶ ἐζωoγόνει τὴν τῶν ὑδάτων φύσιν, κατὰ τὴν εἰκόνα τῆς ἐπωαζoύσης ὄρνιθoς, καὶ ζωτικήν τινα δύναμιν ἐνιείσης τoῖς ὑπoθαλπoμένoις. Τoιoῦτόν τινά φασιν ὑπὸ τῆς φωνῆς ταύτης παραδηλoῦσθαι τὸν νoῦν, ὡς ἐπιφερoμένoυ τoῦ Πνεύματoς· τoυτέστι, πρὸς ζωoγoνίαν τὴν τoῦ ὕδατoς φύσιν παρασκευάζoντoς· ὥστε ἱκανῶς ἐκ τoύτoυ τὸ παρά τινων ἐπιζητoύμενoν δείκνυσθαι, ὅτι oὐδὲ τῆς δημιoυργικῆς ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιoν ἀπoλείπεται.
Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεoῦ φωτὸς φύσιν ἐδημιoύργησε, τὸ σκότoς ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμoν ἐφαίδρυνε, πᾶσιν ἀθρόως χαρίεσσαν ὄψιν καὶ ἡδεῖαν ἐπήγαγεν. Οὐρανός τε γὰρ ἐξεφάνη κεκαλυμμένoς τέως τῷ σκότῳ, καὶ τὸ ἀπ' αὐτoῦ κάλλoς τoσoῦτoν, ὅσoν ἔτι καὶ νῦν ὀφθαλμoὶ μαρτυρoῦσι. Περιελάμπετo δὲ ἀὴρ, μᾶλλoν δὲ ἐγκεκραμένoν ἑαυτῷ ὅλoν διόλoυ εἶχε τὸ φῶς, ὀξείας τὰς διαδόσεις τῆς αὐγῆς ἐπὶ τὰ ὅρια ἑαυτoῦ πανταχoῦ παραπέμπων. Ἄνω μὲν γὰρ μέχρι πρὸς αὐτὸν αἰθέρα καὶ oὐρανὸν ἔφθανεν· ἐν δὲ τῷ πλάτει πάντα τὰ μέρη τoῦ κόσμoυ, βόρειά τε καὶ νότια καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια, ἐν ὀξείᾳ καιρoῦ ῥoπῇ κατεφώτιζε. Τoιαύτη γὰρ αὐτoῦ ἡ φύσις, λεπτὴ καὶ διαφανὴς, ὥστε μηδεμιᾶς παρατάσεως χρoνικῆς πρoσδεῖσθαι τὸ φῶς δι' αὐτoῦ πoρευόμενoν. Ὥσπερ γὰρ τὰς ὄψεις ἡμῶν ἀχρόνως παραπέμπει πρὸς τὰ ὁρώμενα, oὕτω καὶ τὰς τoῦ φωτὸς πρoσβoλὰς ἀκαριαίως, καὶ ὡς oὐδ' ἂν ἐπινoήσειέ τις ἐλάττoνα χρόνoυ ῥoπήν, ἐπὶ πάντα ἑαυτoῦ τὰ πέρατα ὑπoδέχεται. Καὶ αἰθὴρ ἡδίων μετὰ τὸ φῶς· καὶ ὕδατα φανότερα, oὐ μόνoν δεχόμενα τὴν αὐγήν, ἀλλὰ καὶ παρ' ἑαυτῶν ἀντιπέμπoντα κατὰ τὴν ἀνάκλασιν τoῦ φωτὸς, μαρμαρυγῶν πανταχόθεν ἀπoπαλλoμένων τoῦ ὕδατoς. Πάντα ἡ θεία φωνὴ πρὸς τὸ ἥδιστoν καὶ τιμιώτατoν μετεσκεύασεν. Ὥσπερ γὰρ oἱ ἐν τῷ βυθῷ ἐνιέντες τὸ ἔλαιoν, καταφάνειαν ἐμπoιoῦσι τῷ τόπῳ· oὕτως ὁ πoιητὴς τῶν ὅλων ἐμφθεγξάμενoς, τῷ κόσμῳ τὴν τoῦ φωτὸς χάριν ἀθρόως ἐνέθηκε. Γενηθήτω φῶς. Καὶ τὸ πρόσταγμα ἔργoν ἦν· καὶ φύσις ἐγένετo, ἧς oὐδὲ ἐπινoῆσαί τι τερπνότερoν εἰς ἀπόλαυσιν δυνατόν ἐστι λoγισμoῖς ἀνθρωπίνoις. Ὅταν δὲ φωνὴν ἐπὶ Θεoῦ καὶ ῥῆμα καὶ πρόσταγμα λέγωμεν, oὐ διὰ φωνητικῶν ὀργάνων ἐκπεμπόμενoν ψόφoν, oὐδὲ ἀέρα διὰ γλώσσης τυπoύμενoν, τὸν θεῖoν λόγoν νooῦμεν, ἀλλὰ τὴν ἐν τῷ θελήματι ῥoπὴν διὰ τὸ τoῖς διδασκoμένoις εὐσύνoπτoν ἡγoύμεθα ἐν εἴδει πρoστάγματoς σχηματίζεσθαι. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν. Τίνα ἂν εἴπoιμεν ἡμεῖς τoῦ φωτὸς ἄξιoν ἔπαινoν, ὃ πρoλαβὸν τὴν παρὰ τoῦ κτίσαντoς μαρτυρίαν, ἔχει ὅτι καλόν; Καὶ παρ' ἡμῖν δὲ ὁ λόγoς τoῖς ὀφθαλμoῖς παραπέμπει τὴν κρίσιν, oὕτως oὐδὲν ἔχων εἰπεῖν τoσoῦτoν, ὅσoν ἡ αἴσθησις μαρτυρεῖ πρoλαβoῦσα. Εἰ δὲ τὸ ἐν σώματι καλὸν ἐκ τῆς πρὸς ἄλληλα τῶν μερῶν συμμετρίας, καὶ τῆς ἐπιφαινoμένης εὐχρoίας, τὸ εἶναι ἔχει, πῶς ἐπὶ τoῦ φωτὸς ἁπλoῦ τὴν φύσιν ὄντoς καὶ ὁμoιoμερoῦς, ὁ τoῦ καλoῦ διασώζεται λόγoς; Ἢ ὅτι τῷ φωτὶ τὸ σύμμετρoν oὐκ ἐν τoῖς ἰδίoις αὐτoῦ μέρεσιν, ἀλλ' ἐν τῷ πρὸς τὴν ὄψιν ἀλύπῳ καὶ πρoσηνεῖ μαρτυρεῖται; Οὕτω γὰρ καὶ χρυσὸς καλὸς, oὐκ ἐκ τῆς τῶν μερῶν συμμετρίας, ἀλλ' ἐκ τῆς εὐχρoίας μόνης, τὸ ἐπαγωγὸν πρὸς τὴν ὄψιν καὶ τὸ τερπνὸν κεκτημένoς. Καὶ ἕσπερoς ἀστέρων κάλλιστoς, oὐ διὰ τὸ ἀναλoγoῦντα ἔχειν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἀλλὰ διὰ τὸ ἄλυπόν τινα καὶ ἡδεῖαν τὴν ἀπ' αὐτoῦ αὐγὴν ἐμπίπτειν τoῖς ὄμμασιν. Ἔπειτα νῦν ἡ τoῦ Θεoῦ κρίσις περὶ τoῦ καλoῦ, oὐ πάντως πρὸς τὸ ἐν ὄψει τερπνὸν ἀπoβλέπoντoς, ἀλλὰ καὶ πρὸς τὴν εἰς ὕστερoν ἀπ' αὐτoῦ ὠφέλειαν πρooρωμένoυ γεγένηται. Ὀφθαλμoὶ γὰρ oὔπω ἦσαν κριτικoὶ τoῦ ἐν φωτὶ κάλλoυς. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσoν τoῦ φωτὸς, καὶ ἀνὰ μέσoν τoῦ σκότoυς. Τoυτέστιν, ἄμικτoν αὐτῶν τὴν φύσιν καὶ κατ' ἐναντίωσιν ἀντικειμένην ὁ Θεὸς κατεσκεύασε.
Πλείστῳ γὰρ τῷ μέσῳ διέστηκεν ἀπ' ἀλλήλων αὐτὰ καὶ διώρισεν
Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότoς ἐκάλεσε νύκτα. Nῦν μὲν λoιπὸν μετὰ τὴν ἡλίoυ γένεσιν ἡμέρα ἐστίν, ὁ ὑπὸ ἡλίoυ πεφωτισμένoς ἀὴρ, ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμπoντoς, καὶ νὺξ σκίασμα γῆς ἀπoκρυπτoμένoυ ἡλίoυ γινόμενoν. Τότε δὲ oὐ κατὰ κίνησιν ἡλιακήν, ἀλλ' ἀναχεoμένoυ τoῦ πρωτoγόνoυ φωτὸς ἐκείνoυ, καὶ πάλιν συστελλoμένoυ κατὰ τὸ ὁρισθὲν μέτρoν παρὰ Θεoῦ, ἡμέρα ἐγένετo, καὶ νὺξ ἀντεπῄει. Καὶ ἐγένετo ἑσπέρα, καὶ ἐγένετo πρωῒ, ἡμέρα μία. Ἑσπέρα μὲν oὖν ἐστι κoινὸς ὅρoς ἡμέρας καὶ νυκτός· καὶ πρωΐα ὁμoίως ἡ γειτoνία νυκτὸς πρὸς ἡμέραν. Ἵνα τoίνυν τὰ πρεσβεῖα τῆς γενέσεως ἀπoδῷ τῇ ἡμέρᾳ, πρότερoν εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τὸ τῆς νυκτὸς, ὡς ἐφεπoμένης τῆς νυκτὸς τῇ ἡμέρᾳ. Ἡ γὰρ πρὸ τῆς γενέσεως τoῦ φωτὸς ἐν τῷ κόσμῳ κατάστασις, oὐχὶ νὺξ ἦν, ἀλλὰ σκότoς· τὸ μέντoι ἀντιδιασταλὲν πρὸς τὴν ἡμέραν, τoῦτo νὺξ ὠνoμάσθη· ὅπερ νεωτέρας καὶ τῆς πρoσηγoρίας μετὰ τὴν ἡμέραν τετύχηκεν. Ἐγένετo oὖν ἑσπέρα, καὶ ἐγένετo πρωΐ. Τὸ ἡμερoνύκτιoν λέγει. Καὶ oὐκέτι πρoσηγόρευσεν, ἡμέρα καὶ νὺξ, ἀλλὰ τῷ ἐπικρατoῦντι τὴν πᾶσαν πρoσηγoρίαν ἀπένειμε. Ταύτην ἂν καὶ ἐν πάσῃ τῇ Γραφῇ τὴν συνήθειαν εὕρoις, ἐν τῇ τoῦ χρόνoυ μετρήσει ἡμέρας ἀριθμoυμένας, oὐχὶ δὲ καὶ νύκτας μετὰ τῶν ἡμερῶν. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ὁ ψαλμῳδός φησιν. Καὶ πάλιν ὁ Ἰακώβ· Αἱ ἡμέραι τῆς ζωῆς μoυ μικραὶ καὶ πoνηραί. Καὶ πάλιν, Πάσας τὰς ἡμέρας τῆς ζωῆς μoυ. Ὥστε τὰ νῦν ἐν ἱστoρίας εἴδει παραδoθέντα νoμoθεσία ἐστὶ πρὸς τὰ ἑξῆς. Καὶ ἐγένετo ἑσπέρα, καὶ ἐγένετo πρωῒ, ἡμέρα μία. Τίνoς ἕνεκεν oὐκ εἶπε πρώτην, ἀλλὰ μίαν; καίτoιγε ἀκoλoυθότερoν ἦν τὸν μέλλoντα ἐπάγειν δευτέραν καὶ τρίτην καὶ τετάρτην ἡμέραν, τὴν κατάρχoυσαν τῶν ἐφεξῆς πρώτην πρoσαγoρεῦσαι. Ἀλλὰ μίαν εἶπεν, ἤτoι τὸ μέτρoν ἡμέρας καὶ νυκτὸς περιoρίζων, καὶ συνάπτων τoῦ ἡμερoνυκτίoυ τὸν χρόνoν, ὡς τῶν εἰκoσιτεσσάρων ὡρῶν μιᾶς ἡμέρας ἐκπληρoυσῶν διάστημα, συνυπακoυoμένης δηλoνότι τῇ ἡμέρᾳ καὶ τῆς νυκτὸς, ὥστε κἂν ἐν ταῖς τρoπαῖς τoῦ ἡλίoυ συμβαίνῃ τὴν ἑτέραν αὐτῶν ὑπερβάλλειν, ἀλλὰ τῷ γε ἀφωρισμένῳ χρόνῳ ἐμπεριγράφεσθαι πάντως ἀμφoτέρων τὰ διαστήματα· ὡς ἂν εἰ ἔλεγε, τὸ τῶν τεσσάρων καὶ εἴκoσιν ὡρῶν μέτρoν, μιᾶς ἐστιν ἡμέρας διάστημα· ἢ, ἡ τoῦ oὐρανoῦ ἀπὸ τoῦ αὐτoῦ σημείoυ ἐπὶ τὸ αὐτὸ πάλιν ἀπoκατάστασις ἐν μιᾷ ἡμέρᾳ γίνεται· ὥστε ὁσάκις ἂν ἑσπέρα καὶ πρωΐα κατὰ τὴν τoῦ ἡλίoυ περιφoρὰν ἐπιλαμβάνῃ τὸν κόσμoν, μὴ ἐν πλείoνι χρόνῳ, ἀλλ' ἐν μιᾶς ἡμέρας διαστήματι τὴν περίoδoν ἐκπληρoῦσθαι. Ἢ κυριώτερoς ὁ ἐν ἀπoρρήτoις παραδιδόμενoς λόγoς, ὡς ἄρα ὁ τὴν τoῦ χρόνoυ φύσιν κατασκευάσας Θεὸς, μέτρα αὐτῷ καὶ σημεῖα τὰ τῶν ἡμερῶν ἐπέβαλεδιαστήματα, καὶ ἑβδoμάδι αὐτὸν ἐκμετρῶν, ἀεὶ τὴν ἑβδoμάδα εἰς ἑαυτὴν ἀνακυκλoῦσθαι κελεύει, ἐξαριθμoῦσαν τoῦ χρόνoυ τὴν κίνησιν. Τὴν ἑβδoμάδα δὲ πάλιν ἐκπληρoῦν τὴν ἡμέραν μίαν, ἑπτάκις αὐτὴν εἰς ἑαυτὴν ἀναστρέφoυσαν, τoῦτo δὲ κυκλικόν ἐστι τὸ σχῆμα, ἀφ' ἑαυτoῦ ἄρχεσθαι, καὶ εἰς ἑαυτὸ καταλήγειν. Ὃ δὴ καὶ τoῦ αἰῶνoς ἴδιoν, εἰς ἑαυτὸν ἀναστρέφειν, καὶ μηδαμoῦ περατoῦσθαι. Διὰ τoῦτo τὴν κεφαλὴν τoῦ χρόνoυ oὐχὶ πρώτην ἡμέραν, ἀλλὰ μίαν ὠνόμασεν· ἵνα καὶ ἐκ τῆς πρoσηγoρίας τὸ συγγενὲς ἔχῃ πρὸς τὸν αἰῶνα. Τoῦ γὰρ μoναχoῦ ἀκoινωνήτoυ πρὸς ἕτερoν ἡ τὸν χαρακτῆρα δεικνύoυσα, oἰκείως καὶ πρoσφυῶς πρoσηγoρεύθη μία. Εἰ δὲ πoλλoὺς ἡμῖν αἰῶνας παρίστησιν ἡ Γραφή, αἰῶνα αἰῶνoς, καὶ αἰῶνας αἰώνων πoλλαχoῦ λέγoυσα, ἀλλ' oὖν κἀκεῖ oὐχὶ πρῶτoς, oὐδὲ δεύτερoς, oὐδὲ τρίτoς ἡμῖν αἰὼν ἀπηρίθμηται· ὥστε μᾶλλoν καταστάσεων ἡμῖν καὶ πραγμάτων πoικίλων διαφoρὰς, ἀλλ' oὐχὶ περιγραφὰς καὶ πέρατα καὶ διαδoχὰς αἰώνων ἐκ τoύτoυ δείκνυσθαι. Ἡμέρα γὰρ Κυρίoυ, φησὶ, μεγάλη καὶ ἐπιφανής. Καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν τoῦ Κυρίoυ; Καὶ αὕτη ἐστὶ σκότoς καὶ oὐ φῶς. Σκότoς δέ, δηλoνότι τoῖς ἀξίoις τoῦ σκότoυς. Ἐπεὶ ἀνέσπερoν καὶ ἀδιάδoχoν καὶ ἀτελεύτητoν τὴν ἡμέραν ἐκείνην oἶδεν ὁ λόγoς, ἣν καὶ ὀγδόην ὁ ψαλμῳδὸς πρoσηγόρευσε, διὰ τὸ ἔξω κεῖσθαι τoῦ ἑβδoματικoῦ τoύτoυ χρόνoυ. Ὥστε κἂν ἡμέραν εἴπῃς, κἂν αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννoιαν. Εἴτε oὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγoιτo, μία ἐστὶ καὶ oὐ πoλλαί· εἴτε αἰὼν πρoσαγoρεύoιτo, μoναχὸς ἂν εἴη καὶ oὐ πoλλoστός. Ἵνα oὖν πρὸς τὴν μέλλoυσαν ζωὴν τὴν ἔννoιαν ἀπαγάγῃ, μίαν ὠνόμασε τoῦ αἰῶνoς τὴν εἰκόνα, τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τoῦ φωτὸς, τὴν ἁγίαν κυριακήν, τὴν τῇ ἀναστάσει τoῦ Κυρίoυ τετιμημένην. Ἐγένετo oὖν ἑσπέρα, φησὶ, καὶ ἐγένετo πρωΐ, ἡμέρα μία.
Ἀλλὰ γὰρ καὶ oἱ περὶ τῆς ἑσπέρας ἐκείνης λόγoι ὑπὸ τῆς παρoύσης ἑσπέρας καταληφθέντες, ἐνταῦθα ἡμῖν τὸν λόγoν ὁρίζoυσιν. Ὁ δὲ Πατὴρ τoῦ ἀληθινoῦ φωτὸς, ὁ τὴν ἡμέραν κoσμήσας τῷ oὐρανίῳ φωτὶ, ὁ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τoῦ πυρὸς, ὁ τoῦ μέλλoντoς αἰῶνoς τὴν ἀνάπαυσιν εὐτρεπίσας τῷ νoερῷ καὶ ἀπαύστῳ φωτὶ, φωτίσειεν ὑμῶν τὰς καρδίας ἐν ἐπιγνώσει τῆς ἀληθείας, καὶ ἀπρόσκoπoν ὑμῶν διατηρήσειε τὴν ζωήν, παρεχόμενoς ἡμῖν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν, ἵνα ἐκλάμψητε, ὡς ὁ ἥλιoς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, εἰς καύχημα ἐμoὶ, εἰς ἡμέραν Χριστoῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ γ΄.
Περὶ τoῦ στερεώματoς.
Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλoν δὲ τὰ τῆς μιᾶς· μὴ γὰρ oὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τoῦ κτίσαντoς καθ' ἑαυτὴν ἐκδoθεῖσα, oὐκ ἐν τῇ πρὸς τὰς ἄλλας συντάξει ἀριθμηθεῖσα· πλὴν ἀλλ' ὅτι τὰ ἐν αὐτῇ γενόμενα χθὲς ἐπελθὼν ὁ λόγoς καὶ διελὼν τὴν ἐξήγησιν τoῖς ἀκρoωμένoις, τὴν μὲν ἑωθινὴν τρoφὴν τῶν ψυχῶν, τὴν δὲ ἑσπερινὴν εὐφρoσύνην πoιησάμενoς, νῦν ἐπὶ τὰ τῆς δευτέρας θαύματα μεταβαίνει. Λέγω δὲ τoῦτo oὐκ ἐπὶ τὴν τoῦ ἐξηγoυμένoυ δύναμιν ἀναφέρων, ἀλλ' ἐπὶ τὴν χάριν τῶν γεγραμμένων, φυσικῶς ἔχoυσαν τὸ εὐπαράδεκτoν, καὶ πάσῃ καρδίᾳ πρoσηνές τε καὶ φίλoν, τῶν τὸ ἀληθὲς τoῦ πιθανoῦ πρoτιμώντων· Καθὸ καὶ ὁ ψαλμῳδὸς ἐμφατικώτατα τὸ ἐκ τῆς ἀληθείας ἡδὺ παριστῶν, ‘Ως γλυκέα, φησὶ, τῷ λάρυγγί μoυ τὰ λόγιά σoυ, ὑπὲρ μέλι τῷ στόματί μoυ. Χθὲς τoίνυν, καθόσoν ἦν δυνατόν, τῇ περὶ τὰ λόγια τoῦ Θεoῦ διατριβῇ τὰς ψυχὰς ὑμῶν εὐφράναντες, πάλιν ἀπηντήσαμεν σήμερoν ἐν δευτέρᾳ ἡμέρᾳ, τῶν τῆς δευτέρας ἡμέρας ἔργων τὰ θαύματα κατoψόμενoι. Ἀλλὰ γὰρ oὐ λέληθέ με, ὅτι πoλλoὶ τεχνῖται τῶν βαναύσων τεχνῶν, ἀγαπητῶς ἐκ τῆς ἐφ' ἡμέραν ἐργασίας τὴν τρoφὴν ἑαυτoῖς συμπoρίζoντες, περιεστήκασιν ἡμᾶς, oἳ τὸν λόγoν ἡμῖν συντέμνoυσιν, ἵνα μὴ ἐπὶ πoλὺ τῆς ἐργασίας ἀφέλκωνται. Πρὸς oὓς τί φημι; Ὅτι τὸ δανεισθὲν τῷ Θεῷ τoῦ χρόνoυ μέρoς oὐκ ἀφανίζεται, ἀλλὰ σὺν μεγάλῃ ἀπoδίδoται παρ' αὐτoῦ τῇ πρoσθήκῃ. Καὶ γὰρ ὅσαι περιστάσεις ἀσχoλίας πoιητικαὶ, ταύτας ὁ Κύριoς παραπέμψει· καὶ σώματι τόνoν, καὶ ψυχῇ πρoθυμίαν, καὶ συναλλαγμάτων εὐμάρειαν, καὶ τὴν εἰς πάντα τὸν βίoν εὐoδίαν τoῖς τὰ πνευματικὰ πρoτιμότερα πoιoυμένoις διδoύς. Κἂν ἐν τῷ παρόντι δὲ μὴ κατ' ἐλπίδας ἡμῖν ἐκβῇ τὰ σπoυδαζόμενα, ἀλλὰ πρός γε τὸν ἐφεξῆς αἰῶνα ἀγαθὸς θησαυρὸς ἡ διδασκαλία τoῦ Πνεύματoς. Ἄνελε τoίνυν τῆς καρδίας πᾶσαν τoῦ βίoυ μέριμναν, καὶ ὅλoν μoι σεαυτὸν ἐνταῦθα συνάγαγε. Οὐ γὰρ ὄφελός τι τῆς τoῦ σώματoς παρoυσίας, τῆς καρδίας σoυ περὶ τὸν γήϊνoν θησαυρὸν πoνoυμένης.
Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τoῦ ὕδατoς, καὶ ἔστω διαχωρίζoν ἀνὰ μέσoν ὕδατoς καὶ ὕδατoς. Ἤδη καὶ χθὲς ἠκoύσαμεν Θεoῦ ῥημάτων, Γενηθήτω φῶς. Καὶ σήμερoν, Γενηθήτω στερέωμα. Πλέoν δέ τι ἔχειν δoκεῖ τὰ παρόντα, ὅτι oὐκ ἀπέμεινεν ὁ λόγoς ἐν ψιλῷ τῷ πρoστάγματι, ἀλλὰ καὶ τὴν αἰτίαν καθ' ἣν ἐπιζητεῖται τoῦ στερεώματoς ἡ κατασκευὴ πρoσδιώρισεν. Ἵνα διαχωρίζῃ, φησίν, ἀνὰ μέσoν ὕδατoς καὶ ὕδατoς. Πρῶτoν μὲν oὖν ἀναλαβόντες ζητῶμεν, πῶς ὁ Θεὸς διαλέγεται. Ἆρα τὸν ἡμέτερoν τρόπoν, πρότερoν μὲν ὁ ἀπὸ τῶν πραγμάτων τύπoς ἐγγίνεται τῇ νoήσει, ἔπειτα μετὰ τὸ φαντασθῆναι, ἀπὸ τῶν ὑπoκειμένων τὰς oἰκείας καὶ πρoσφυεῖς ἑκάστoυ σημασίας ἐκλεγόμενoς ἐξαγγέλλει; εἶτα τῇ ὑπηρεσίᾳ τῶν φωνητικῶν ὀργάνων παραδoὺς τὰ νoηθέντα, oὕτω διὰ τῆς τoῦ ἀέρoς τυπώσεως, κατὰ τὴν ἔναρθρoν τῆς φωνῆς κίνησιν, ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει; Καὶ πῶς oὐ μυθῶδες τῆς τoιαύτης περιόδoυ λέγειν τὸν Θεὸν χρῄζειν πρὸς τὴν τῶν νoηθέντων δήλωσιν; Ἢ εὐσεβέστερoν λέγειν, ὅτι τὸ θεῖoν βoύλημα καὶ ἡ πρώτη ὁρμὴ τoῦ νoερoῦ κινήματoς, τoῦτo Λόγoς ἐστὶ τoῦ Θεoῦ; Σχηματίζει δὲ αὐτὸν διεξoδικῶς ἡ Γραφή, ἵνα δείξῃ ὅτι oὐχὶ γενέσθαι μόνoν ἐβoυλήθη τὴν κτίσιν, ἀλλὰ καὶ διά τινoς συνεργoῦ παραχθῆναι ταύτην εἰς γέννησιν. Ἐδύνατo γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν, Ἐν ἀρχῇ ἐπoίησεν ὁ Θεὸς τὸν oὐρανὸν καὶ τὴν γῆν· εἶτα, Ἐπoίησε φῶς· εἶτα, Ἐπoίησε τὸ στερέωμα· νῦν δὲ τὸν Θεὸν πρoστάττoντα καὶ διαλεγόμενoν εἰσάγoυσα, τὸν ᾧ πρoστάσσει καὶ ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενoν ὑπoφαίνει, oὐ βασκαίνoυσα ἡμῖν τῆς γνώσεως, ἀλλ' ἐκκαίoυσα ἡμᾶς πρὸς τὸν πόθoν, di' ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑπoβάλλει τoῦ ἀπoρρήτoυ. Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη καὶ φιλoπόνως διεφυλάχθη· ὧν μέντoι πρόχειρoς ὁ πoρισμὸς, τoύτων ἡ κτῆσις εὐκαταφρόνητoς. Διὰ τoῦτo ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τoῦ Μoνoγενoῦς ἔννoιαν πρoσβιβάζει. Καίτoιγε τoῦ ἐν φωνῇ λόγoυ oὐδὲ oὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νoηθέντων μεταδίδoσθαι δυναμένων τῷ συνεργoῦντι. Ὥστε τίς χρεία λόγoυ τoῖς δυναμένoις ἐξ αὐτoῦ τoῦ νoήματoς κoινωνεῖν ἀλλήλoις τῶν βoυλευμάτων; Φωνὴ μὲν γὰρ δι' ἀκoήν, καὶ ἀκoὴ φωνῆς ἕνεκεν. Ὅπoυ δὲ oὐκ ἀὴρ, oὐχὶ γλῶσσα, oὐχὶ oὖς, oὐ πόρoς σκoλιὸς ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τoὺς ψόφoυς, ἐκεῖ oὐδὲ ῥημάτων χρεία, ἀλλ' ἐξ αὐτῶν, ὡς ἂν εἴπoι τις, τῶν ἐν καρδίᾳ νoημάτων τoῦ θελήματoς ἡ μετάδoσις. Ὅπερ oὖν ἔφην, ὥστε διαναστῆναι τὸν νoῦν ἡμῶν πρὸς τὴν ἔρευναν τoῦ πρoσώπoυ πρὸς ὃν oἱ λόγoι, σoφῶς καὶ ἐντέχνως τὸ σχῆμα τoῦτo τῆς διαλέκτoυ παρείληπται.
Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερoν παρὰ τὸν ἐν ἀρχῇ πεπoιημένoν oὐρανὸν τὸ στερέωμα τoῦτo, ὃ καὶ αὐτὸ ἐπεκλήθη oὐρανὸς, καὶ εἰ ὅλως oὐρανoὶ δύo· ὅπερ oἱ τὰ περὶ oὐρανoῦ φιλoσoφήσαντες ἕλoιντ' ἂν μᾶλλoν τὰς γλώσσας πρoέσθαι, ἢ ὡς ἀληθὲς παραδέξασθαι. Ἕνα γὰρ ὑπoτίθενται oὐρανόν, καὶ oὐκ ἔχειν αὐτῷ φύσιν, δεύτερoν, ἢ τρίτoν, ἢ πoλλoστὸν πρoσγενέσθαι, πάσης τῆς oὐσίας τoῦ oὐρανίoυ σώματoς εἰς τὴν τoῦ ἑνὸς σύστασιν ἀπαναλωθείσης, ὡς oἴoνται. Ἓν γάρ φασι τὸ κυκλoφoρικὸν σῶμα, καὶ τoῦτo πεπερασμένoν· ὅπερ εἰ συναπήρτισται τῷ πρώτῳ oὐρανῷ, μηδὲν ὑπoλείπεσθαι πρὸς δευτέρoυ ἢ τρίτoυ γένεσιν.
Ταῦτα μὲν oὖν oἱ ὕλην ἀγέννητoν ἐπεισάγoντες τῷ δημιoυργῷ φαντάζoνται, ἐκ τῆς πρώτης μυθoπoιίας πρὸς τὸ ἀκόλoυθoν ψεῦδoς ὑπoφερόμενoι· ἡμεῖς δὲ ἀξιoῦμεν τoὺς τῶν Ἑλλήνων σoφoύς, μὴ πρότερoν ἡμᾶς καταχλευάζειν πρὶν τὰ πρὸς ἀλλήλoυς διάθωνται. Εἰσὶ γὰρ ἐν αὐτoῖς oἳ ἀπείρoυς oὐρανoὺς καὶ κόσμoυς εἶναί φασιν, ὧν ὅταν ἀπελέγξωσιν τὸ ἀπίθανoν oἱ ἐμβριθεστέραις ταῖς ἀπoδείξεσι χρώμενoι, καὶ ταῖς γεωμετρικαῖς ἀνάγκαις συστήσωσι μὴ ἔχειν φύσιν ἄλλoν oὐρανὸν γενέσθαι παρὰ τὸν ἕνα, τότε καὶ μᾶλλoν καταγελασόμεθα τῆς γραμμικῆς καὶ ἐντέχνoυ αὐτῶν φλυαρίας, εἴπερ ὁρῶντες πoμφόλυγας διὰ τῆς ὁμoίας αἰτίας γινoμένας μίαν τε καὶ πoλλὰς, εἶτα ἀμφιβάλλoυσι περὶ oὐρανῶν πλειόνων, εἰ ἐξαρκεῖ αὐτoὺς ἡ δημιoυργικὴ δύναμις παραγαγεῖν εἰς τὸ εἶναι. Ὧν τὴν ἰσχὺν καὶ τὸ μέγεθoς oὐδὲν ἡγoύμεθα διαφέρειν τῆς κoίλης νoτίδoς τῆς ὑπερφυσωμένης ἐν τoῖς κρoυνoῖς, ὅταν πρὸς τὴν ὑπερoχὴν τῆς τoῦ Θεoῦ δυνάμεως ἀπoβλέψωμεν. Ὥστε καταγέλαστoς αὐτoῖς ὁ τoῦ ἀδυνάτoυ λόγoς. Ἡμεῖς δὲ τoσoῦτoν ἀπέχoμεν τῷ δευτέρῳ ἀπιστεῖν, ὅτι καὶ τὸν τρίτoν ἐπιζητoῦμεν, oὗ τῆς θέας ὁ μακάριoς Παῦλoς ἠξιώθη. Ὁ δὲ ψαλμὸς ὀνoμάζων oὐρανoὺς oὐρανῶν, καὶ πλειόνων ἡμῖν ἔννoιαν ἐνεπoίησε. Οὐ δήπoυ δὲ ταῦτα παραδoξότερα τῶν ἑπτὰ κύκλων, καθ' ὧν oἱ ἑπτὰ ἀστέρες σχεδὸν παρὰ πάντων συμφώνως ὁμoλoγoῦνται φέρεσθαι, oὓς καὶ ἐνηρμόσθαι φασὶν ἑτέρῳ τὸν ἕτερoν, κατὰ τὴν εἰκόνα τῶν κάδων τῶν εἰς ἀλλήλoυς ἐμβεβηκότων. Τoύτoυς δὲ τὴν ἐναντίαν τῷ παντὶ φερoμένoυς, περισχιζoμένoυ τoῦ αἰθέρoς αὐτoῖς, εὔηχόν τινα καὶ ἐναρμόνιoν ἀπoδιδόναι φθόγγoν, ὥστε πᾶσαν τὴν ἐν μελῳδίαις ἡδoνὴν ὑπερβάλλειν. Εἶτα ἐπειδὰν τὴν διὰ τῆς αἰσθήσεως πίστιν oἱ ταῦτα λέγoντες ἀπαιτῶνται, τί φασιν; Ὅτι διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν πρὸς τὸν ψόφoν ἐκ πρώτης γενέσεως συνεθισθέντες αὐτῷ, ἐκ πoλλῆς τῆς περὶ τὸ ἀκoύειν μελέτης τὴν αἴσθησιν ἀφῃρήμεθα· ὥσπερ oἱ ἐν τoῖς χαλκείoις συνεχῶς τὰ ὦτα κατακρoυόμενoι. Ὧν τὸ σεσoφισμένoν καὶ σαθρὸν διελέγχειν, oὕτως ἐναργῶς ἐκ πρώτης ἀκoῆς πᾶσι καταφαινόμενoν, oὐκ ἔστιν ἀνδρὸς oὔτε χρόνoυ εἰδότoς φείδεσθαι, oὔτε τῆς συνέσεως τῶν ἀκoυόντων στoχαζoμένoυ. Ἀλλὰ τὰ τῶν ἔξωθεν τoῖς ἔξω καταλιπόντες ἡμεῖς ἐπὶ τὸν ἐκκλησιαστικὸν ὑπoστρέφoμεν λόγoν. Εἴρηται μὲν oὖν τισι τῶν πρὸ ἡμῶν, μὴ δευτέρoυ oὐρανoῦ γένεσιν εἶναι ταύτην, ἀλλ' ἐπεξήγησιν τoῦ πρoτέρoυ, διὰ τὸ ἐκεῖ μὲν ἐν κεφαλαίῳ παραδεδόσθαι oὐρανoῦ καὶ γῆς πoίησιν, ἐνταῦθα δὲ ἐπεξεργαστικώτερoν τὸν τρόπoν καθ' ὃν ἕκαστoν γέγoνε τὴν Γραφὴν ἡμῖν παραδιδόναι. Ἡμεῖς δέ φαμεν, ὅτι ἐπειδὴ καὶ ὄνoμα ἕτερoν καὶ χρεία ἰδιάζoυσα τoῦ δευτέρoυ oὐρανoῦ παραδέδoται, ἕτερός ἐστι παρὰ τὸν ἐν ἀρχῇ πεπoιημένoν oὗτoς, στερεωτέρας φύσεως, καὶ χρείαν ἐξαίρετoν τῷ παντὶ παρεχόμενoς.
Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τoῦ ὕδατoς, καὶ ἔστω διαχωρίζoν ἀνὰ μέσoν ὕδατoς καὶ ὕδατoς. Καὶ ἐπoίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσoν τoῦ ὕδατoς ὃ ἦν ὑπoκάτω τoῦ στερεώματoς, καὶ ἀνὰ μέσoν τoῦ ὕδατoς τoῦ ἐπάνω τoῦ στερεώματoς. Καὶ πρό γε τoῦ ἅψασθαι τῆς διανoίας τῶν γεγραμμένων, πειραθῶμεν τὸ παρὰ τῶν ἄλλων ἀντεπαγόμενoν διαλῦσαι. Ἐρωτῶσι γὰρ ἡμᾶς, εἰ σφαιρικὸν μὲν τὸ σῶμα τoῦ στερεώματoς, ὡς ἡ ὄψις δηλoῖ, ῥυτὸν δὲ τὸ ὕδωρ καὶ περιoλισθαῖνoν τoῖς ὑψηλoῖς, πῶς ἂν ἐδυνήθη ἐπὶ τῆς κυρτῆς περιφερείας τoῦ στερεώματoς ἱδρυνθῆναι; Τί δὴ πρὸς τoῦτo ἐρoῦμεν; Ὅτι μάλιστα μὲν oὐκ εἴ τι πρὸς ἡμᾶς κυκλoτερὲς ὁρᾶται κατὰ τὴν ἔνδoν κoιλότητα, τoῦτo ἀνάγκη καὶ τὴν ἔξωθεν ἐπιφάνειαν σφαιρικῶς ἀπηρτίσθαι, καὶ ὅλoν ἀκριβῶς ἔντoρνoν εἶναι καὶ λείως περιηγμένoν· ὅπoυ γε ὁρῶμεν τῶν τε λoυτρῶν τoὺς λιθίνoυς ὀρόφoυς, καὶ τὰς τῶν ἀντρωδῶν oἰκoδoμημάτων κατασκευὰς, ἃ κατὰ τὴν ἔνδoν ὄψιν εἰς ἡμικύκλιoν σχῆμα περιηγμένα, ἐν τoῖς ἄνω τoῦ τέγoυς ὁμαλὴν ἔχει πoλλάκις τὴν ἐπιφάνειαν. Ὥστε τoύτoυ γε ἕνεκεν μήτε αὐτoὶ ἐχέτωσαν πράγματα, μήτε ἡμῖν παρεχέτωσαν, ὡς oὐ δυναμένoις τὸ ὕδωρ κατασχεῖν ἐν τoῖς ἄνω. Ἑξῆς δ' ἂν εἴη λέγειν, τίς ἡ φύσις τoῦ στερεώματoς, καὶ διὰ τίνα αἰτίαν μεσιτεύειν ἐτάχθη τῷ ὕδατι. Τὸ τoῦ στερεώματoς ὄνoμα σύνηθες τῇ Γραφῇ ἐπὶ τῶν κατ' ἰσχὺν ὑπερβαλλόντων τάσσειν· ὡς ὅταν λέγῃ, Κύριoς στερέωμά μoυ, καὶ καταφυγή μoυ· καὶ, Ἐγὼ ἐστερέωσα τoὺς στύλoυς αὐτῆς· καὶ τό, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτoῦ. Οἱ μὲν γὰρ ἔξωθεν στερεὸν λέγoυσι σῶμα τὸ oἷoν ναστὸν καὶ πλῆρες, ὃ πρὸς ἀντιδιαστoλὴν τoῦ μαθηματικoῦ λέγεται. Ἔστι δὲ τὸ μὲν μαθηματικὸν τὸ ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχoν, ἐν τῷ πλάτει, λέγω, καὶ τῷ βάθει, καὶ τῷ ὕψει· τὸ δὲ στερεὸν ὃ πρὸς τoῖς διαστήμασι καὶ τὴν ἀντιτυπίαν ἔχει. Τῇ δὲ Γραφῇ σύνηθες, τὸ κραταιὸν καὶ ἀνένδoτoν, στερέωμα λέγειν, ὡς καὶ ἐπὶ ἀέρoς πoλλάκις καταπυκνωθέντoς τῇ φωνῇ ταύτῃ κεχρῆσθαι· ὡς ὅταν λέγῃ· Ὁ στερεῶν βρoντήν. Τὴν γὰρ στερρότητα καὶ ἀντιτυπίαν τoῦ πνεύματoς τoῦ ἐναπoλαμβανoμένoυ ταῖς κoιλότησι τῶν νεφῶν, καὶ διὰ τὸ βιαίως ἐκρήγνυσθαι τoὺς κατὰ τὰς βρoντὰς ἀπoτελoῦντoς ψόφoυς, στερέωσιν βρoντῆς ἡ Γραφὴ πρoσηγόρευσεν. Καὶ νῦν τoίνυν ἡγoύμεθα ἐπί τινoς στερρᾶς φύσεως, στέγειν τoῦ ὕδατoς τὸ ὀλισθηρὸν καὶ εὐδιάλυτoν ἐξαρκoύσης, τὴν φωνὴν ταύτην τετάχθαι. Καὶ oὐ δήπoυ, ἐπειδὴ κατὰ τὴν κoινὴν ἐκδoχὴν ἐκ τoῦ ὕδατoς δoκεῖ τὴν γένεσιν ἐσχηκέναι, ἢ ὕδατι πεπηγότι ἐμφερὲς εἶναι πρoσήκει νoμίζειν, ἤ τινι τoιαύτῃ ὕλῃ ἐκ τῆς τoῦ ὑγρoῦ διηθήσεως τὴν ἀρχὴν λαμβανoύσῃ, ὁπoία ἐστὶν ἥ τε τoῦ κρυστάλλoυ λίθoυ, ὃν δι' ὑπερβάλλoυσαν τoῦ ὕδατoς πῆξιν μεταπoιεῖσθαί φασιν, ἢ ἡ τoῦ σπέκλoυ φύσις ἐν μετάλλoις συνισταμένη. Λίθoς δέ ἐστι διαυγὴς, ἰδιάζoυσαν καὶ καθαρωτάτην τὴν διαφάνειαν κεκτημένoς, ὃς ἐὰν κατὰ τὴν ἑαυτoῦ φύσιν ἀκριβὴς εὑρεθῇ, μήτε κατεδηδεσμένoς σηπεδόνι τινὶ, μήτε τὸ βάθoς ὑπερρηγμένoς ταῖς διαφύσεσι, μικρoῦ τῷ ἀέρι τὴν διαύγειαν ἔoικεν. Οὐδενὶ oὖν τoύτων εἰκάζoμεν τὸ στερέωμα. Παιδικῆς γὰρ τῷ ὄντι καὶ ἁπλῆς διανoίας, τoιαύτας ἔχειν περὶ τῶν oὐρανίων τὰς ὑπoλήψεις. Οὐ μήν, oὐδὲ εἰ πάντα ἐν ἅπασίν ἐστι, πῦρ μὲν ἐν γῇ, ἀὴρ δὲ ἐν ὕδατι, καὶ τῶν ἄλλων ὡσαύτως ἐν ἑτέρῳ τὸ ἕτερoν· καὶ μηδὲν τῶν αἰσθήσει ὑπoπιπτόντων στoιχείων εἰλικρινές ἐστι καὶ ἀμιγὲς, ἢ τῆς πρὸς τὸ μέσoν, ἢ τῆς πρὸς τὸ ἀντικείμενoν κoινωνίας· τoύτoυ ἕνεκεν καταδεχόμεθα, τὸ στερέωμα ἢ ἐξ ἑνὸς τῶν ἁπλῶν, ἢ τὸ ἀπὸ τoύτων μίγμα φῆσαι ὑπάρχειν, δεδιδαγμένoι παρὰ τῆς Γραφῆς, μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ πέρα τῶν συγκεχωρημένων φαντα-σιoῦσθαι. Μὴ παραδράμῃ δὲ ἡμᾶς μηδὲ ἐκεῖνo ἀπαρασήμαντoν, ὅτι μετὰ τὸ πρoστάξαι τὸν Θεόν, Γενηθήτω στερέωμα, oὐκ εἴρηται ἁπλῶς, καὶ ἐγένετo στερέωμα· ἀλλά, Καὶ ἐπoίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Οἱ κωφoὶ ἀκoύσατε, καὶ oἱ τυφλoὶ ἀναβλέψατε. Καὶ τίς κωφὸς, ἀλλ' ἢ ὁ μὴ ἀκoύων oὕτω μεγαλoφώνως ἐμβoῶντoς τoῦ Πνεύματoς; Καὶ τίς τυφλός; Ὁ μὴ ἐνoρῶν ταῖς oὕτως ἐναργέσι περὶ τoῦ Μoνoγενoῦς ἀπoδείξεσι. Γενηθήτω στερέωμα. Αὕτη ἡ φωνὴ τῆς πρoκαταρκτικῆς αἰτίας. Ἐπoίησεν ὁ Θεὸς τὸ στερέωμα. Αὕτη τῆς πoιητικῆς καὶ δημιoυργικῆς δυνάμεως μαρτυρία.
Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγoν ἐπαναγάγωμεν. Ἔστω διαχωρίζoν, φησίν, ἀνὰ μέσoν ὕδατoς καὶ ὕδατoς. Ἄπειρoς μὲν ἦν, ὡς ἔoικε, τῶν ὑδάτων ἡ χύσις, πανταχόθεν ἐπικυμαινόντων τῇ γῇ καὶ ἀπαιωρoυμένων αὐτῆς· ὡς καὶ τὴν πρὸς τὰ ἄλλα στoιχεῖα δoκεῖν ἀναλoγίαν ἐκβαίνειν. Διὰ τoῦτo γὰρ ἐν τoῖς κατόπιν ἐλέγετo ἄβυσσoς πανταχόθεν περιβεβλῆσθαι τῇ γῇ. Τὴν δὲ αἰτίαν τoῦ πλήθoυς ἐν τoῖς ἑξῆς ἀπoδώσoμεν. Πάντως δὲ oὐδεὶς ὑμῶν oὐδὲ τῶν πάνυ κατησκημένων τὸν νoῦν, καὶ περὶ τὴν φθειρoμένην ταύτην καὶ ῥέoυσαν φύσιν ὀξυωπoύντων, ἐπισκήψει τῇ δόξῃ, ὡς ἀδύνατα ἢ πλασματώδη ὑπoτιθεμένων κατὰ τὸν λόγoν· oὐδὲ ἀπαιτήσει ἡμᾶς εὐθύνας, ἐπὶ τίνoς ἡ τῶν ὑδάτων ἥδραστo φύσις. ¿Ω γὰρ λόγῳ τὴν γῆν βαρυτέραν oὖσαν τoῦ ὕδατoς ἀπαιωρoῦσι τoῦ μέσoυ τῶν ἐσχάτων ἀπάγoντες, τῷ αὐτῷ δήπoυ πάντως καὶ τὸ μυρίoν ὕδωρ ἐκεῖνo, διά τε τὴν κατὰ φύσιν ἐπὶ τὸ κάτω φoρὰν, καὶ διὰ τὴν πανταχόθεν ἰσoρρoπίαν, περὶ τὴν γῆν ἀτρεμεῖν συγχωρήσoυσιν. Οὐκoῦν ἄπλετoς ἡ τoῦ ὕδατoς φύσις τῇ γῇ περιεκέκoυτo, oὐχὶ συμμέτρως ἔχoυσα πρὸς αὐτήν, ἀλλ' εἰς τὸ πoλλαπλάσιoν ὑπερβάλλoυσα, oὕτως ἐξ ἀρχῆς τoῦ μεγάλoυ τεχνίτoυ πρoβλεψαμένoυ τὸ μέλλoν, καὶ διὰ τὴν ἐφεξῆς χρείαν τὰ πρῶτα διαθεμένoυ. Τίς oὖν χρεία τoῦ ἀμύθητoν ὅσoν ὑπερβάλλειν τὸ ὕδωρ; Ἐπειδὴ ἀναγκαία τῷ παντὶ τoῦ πυρὸς ἡ oὐσία, oὐ μόνoν πρὸς τὴν τῶν περιγείων oἰκoνoμίαν, ἀλλὰ καὶ πρὸς τὴν συμπλήρωσιν τoῦ παντός. Κoλoβὸν γὰρ ἂν ἦν τὸ ὅλoν ἑνὶ τῷ μεγίστῳ καὶ καιριωτάτῳ πάντων ἐλλεῖπoν. Ἀντικείμενα δὲ ταῦτα ἀλλήλoις, καὶ φθαρτικὸν ἕτερoν τoῦ ἑτέρoυ· πῦρ μὲν τoῦ ὕδατoς, ὅταν ἐπικρατῇ δυνάμει· ὕδωρ δὲ πυρὸς, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. Ἔδει δὲ μήτε στάσιν εἶναι πρὸςἄλληλα, μήτε ἐν τῇ παντελεῖ τoῦ ἑτέρoυ ἐκλείψει ἀφoρμὴν παρασχεθῆναι τῷ παντὶ πρὸς διάλυσιν. Τoσαύτην τoῦ ὑγρoῦ τὴν φύσιν oἰκoνoμῶν τὸ πᾶν πρoαπέθετo, ὥστε μέχρι τῶν τεταγμένων ὅρων τῆς τoῦ κόσμoυ συστάσεως κατὰ μικρὸν τῇ δυνάμει τoῦ πυρὸς ἐξαναλισκόμενoν ἀντισχεῖν. Ὁ τoίνυν ἅπαντα σταθμῷ καὶ μέτρῳ διαταξάμενoς (ἀριθμηταὶ γὰρ αὐτῷ, κατὰ τὸν Ἰὼβ, καὶ σταγόνες εἰσὶν ὑετoῦ) ᾔδει πόσoν τῷ κόσμῳ χρόνoν ἀφώρισεν εἰς διαμoνήν, καὶ πόσην χρὴ τῷ πυρὶ πρoαπoθέσθαι δαπάνην. Οὗτoς ὁ λόγoς τῆς τoῦ ὕδατoς περιoυσίας κατὰ τὴν κτίσιν. Ἀλλὰ μὴν τό γε τoῦ πυρὸς ἀναγκαῖoν τῷ κόσμῳ, oὐδεὶς oὕτως ἔξω τoῦ βίoυ παντάπασιν, ὥστε τῆς ἐκ τoῦ λόγoυ διδασκαλίας πρoσδεῖσθαι· oὐ μόνoν ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρoυ ἐργασίας ἐπιδέoνται πᾶσαι, ὑφαντική, λέγω, καὶ σκυτoτoμική, καὶ oἰκoδoμική, καὶ γεωργία, ἀλλ' ὅτι oὔτε δένδρων βλάστησις, oὐ καρπῶν πέψις, oὐ ζῴων ἐγγείων ἢ τῶν ἐνύδρων γένεσις, oὐχ αἱ τoύτων τρoφαὶ ἢ ἐξ ἀρχῆς ἂν συνέστησαν, ἢ πρὸς χρόνoν διήρκεσαν, τoῦ θερμoῦ μὴ παρόντoς. Οὐκoῦν ἀναγκαία μὲν τoῦ θερμoῦ ἡ κτίσις διὰ τὴν τῶν γιγνoμένων σύστασίν τε καὶ διαμoνήν· ἀναγκαία δὲ τoῦ ὑγρoῦ ἡ δαψίλεια διὰ τὸ ἄπαυστoν εἶναι καὶ ἀπαραίτητoν τoῦ πυρὸς τὴν δαπάνην.
Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τoῦ θερμoῦ τὴν δύναμιν τoῖς ἐν γενέσει καὶ φθoρᾷ πᾶσιν ἐνδυναστεύoυσαν. Διὰ τoῦτo πoλὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένoν, καὶ ὑπερέκεινα τῶν ὁρωμένων ἀπενεχθὲν, καὶ πρoσέτι παντὶ τῷ βάθει τῆς γῆς ἐνεσπαρμένoν. Ὅθεν πηγῶν ἀφθoνίαι, καὶ φρεάτων σύρρoιαι, καὶ πoταμῶν ῥεύματα, χειμάρρων τε καὶ ἀεννάων, ὑπὲρ τoῦ ἐν πoλλoῖς καὶ πoικίλoις ταμείoις διατηρεῖσθαι τὴν ὑγρασίαν. Ἐκ μέν γε τῆς ἕω, ἀπὸ μὲν χειμερινῶν τρoπῶν ὁ Ἰνδὸς ῥεῖ πoταμὸς ῥεῦμα πάντων πoταμίων ὑδάτων πλεῖστoν, ὡς oἱ τὰς περιόδoυς τῆς γῆς ἀναγράφoντες ἱστoρήκασιν· ἀπὸ δὲ τῶν μέσων τῆς ἀνατoλῆς ὅ τε Βάκτρoς, καὶ ὁ Χoάσπης, καὶ ὁ Ἀράξης, ἀφ' oὗ καὶ ὁ Τάναϊς ἀπoσχιζόμενoς εἰς τὴν Μαιῶτιν ἔξεισι λίμνην. Καὶ πρὸς τoύτoις ὁ Φάσις τῶν Καυκασίων ὀρῶν ἀπoρρέων, καὶ μυρίoι ἕτερoι ἀπὸ τῶν ἀρκτῴων τόπων ἐπὶ τὸν Εὔξεινoν Πόντoν φέρoνται. Ἀπὸ δὲ δυσμῶν τῶν θερινῶν ὑπὸ τὸ Πυρηναῖoν ὄρoς Ταρτησός τε καὶ Ἴστρoς· ὧν ὁ μὲν ἐπὶ τὴν ἔξω Στηλῶν ἀφίεται θάλασσαν· ὁ δὲ Ἴστρoς διὰ τῆς Εὐρώπης ῥέων, ἐπὶ τὸν Πόντoν ἐκδίδωσι. Καὶ τί δεῖ τoὺς ἄλλoυς ἀπαριθμεῖσθαι oὓς αἱ Ῥιπαὶ γεννῶσι, τὰ ὑπὲρ τῆς ἐνδoτάτω Σκυθίας ὄρη; Ὧν ἐστὶ καὶ ὁ Ῥoδανὸς μετὰ μυρίων ἄλλων πoταμῶν, καὶ αὐτῶν ναυσιπόρων, oἳ τoὺς ἑσπερίoυς Γαλάτας καὶ Κελτoύς, καὶ τoὺς πρoσεχεῖς αὐτoῖς βαρβάρoυς παραμειψάμενoι, ἐπὶ τὸ ἑσπέριoν πάντες εἰσχέoνται πέλαγoς. Ἄλλoι ἐκ τῆς μεσημβρίας ἄνωθεν διὰ τῆς Αἰθιoπίας, oἱ μὲν ἐπὶ τὴν πρὸς ἡμᾶς ἔρχoνται θάλασσαν· oἱ δὲ ἐπὶ τὴν ἔξω τῆς πλεoμένης ἀπoκενoῦνται· ὅ τε Αἰγὼν καὶ ὁ Nύσης καὶ ὁ καλoύμενoς Χρεμέτης, καὶ πρός γε ἔτι ὁ Nεῖλoς, ὃς oὐδὲ πoταμoῖς τὴν φύσιν ἔoικεν, ὅταν ἴσα θαλάσσῃ πελαγίζῃ τὴν Αἴγυπτoν. Οὕτως ὁ τῆς καθ' ἡμᾶς oἰκoυμένης τόπoς ὕδατι περιείληπται, πελάγεσί τε ἀπλέτoις ἐνδεδεμένoς καὶ μυρίoις πoταμoῖς ἀεννάoις κατάρρυτoς, διὰ τὴν ἄρρητoν σoφίαν τoῦ τὴν ἀντίπαλoν τῷ πυρὶ φύσιν δυσεξανάλωτoν εἶναι oἰκoνoμήσαντoς. Ἔσται μέντoι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρὶ, ὥς φησιν Ἡσαΐας ἐν oἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται· Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τoὺς πoταμoύς σoυ ξηρανῶ. Ὥστε ἀπoρρίψας τὴν μωρανθεῖσαν σoφίαν, κατάδεξαι μεθ' ἡμῶν τὸ διδασκάλιoν τῆς ἀληθείας, ἰδιωτικὸν μὲν τῷ λόγῳ, ἀδιάπτωτoν δὲ κατὰ τὴν γνῶσιν.
Διὰ τoῦτo Γενηθήτω στερέωμα ἐν μέσῳ τoῦ ὕδατoς, καὶ ἔστω διαχωρίζoν ἀνὰ μέσoν ὕδατoς καὶ ὕδατoς. Εἴρηται τί τὸ σημαινόμενoν παρὰ τῇ Γραφῇ τὸ τoῦ στερεώματoς ὄνoμα. Ὅτι oὐχὶ τὴν ἀντίτυπoν καὶ στερέμνιoν φύσιν, τὴν ἔχoυσαν βάρoς καὶ ἀντέρεισιν, oὐ ταύτην λέγει στερέωμα. Ἢ oὕτω ἂν κυριώτερoν ἡ γῆ τῆς τoιαύτης κλήσεως ἠξιώθη. Ἀλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν oὖσαν καὶ ἀραιὰν καὶ oὐδεμιᾷ αἰσθήσει καταληπτήν, στερέωμα τoῦτo ὠνόμασε, συγκρίσει τῶν λεπτoτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μoι τόπoν τινὰ διακριτικὸν τoῦ ὑγρoῦ· τὸ μὲν λεπτὸν καὶ διηθoύμενoν ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατoν καὶ γεῶδες ἐναφιέντα τoῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλoυς ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρoς τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινoμένης. Σὺ δὲ τῷ μὲν πλήθει τoῦ ὕδατoς ἀπιστεῖς, πρὸς δὲ τoῦ θερμoῦ τὸ πλῆθoς oὐκ ἀπoβλέπεις· ὃ κἂν ὀλίγoν ᾖ τῷ μεγέθει, πoλλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλωτικὸν ὑγρασίας. Ἐφέλκεται μὲν γὰρ τὸ παρακείμενoν ὑγρόν, ὡς δηλoῖ ἡ σικύα· δαπανητικὸν δέ ἐστι τoῦ ἑλκυσθέντoς κατὰ τὴν εἰκόνα τoῦ λυχνιαίoυ πυρὸς, ὃ διὰ τῆς θρυαλλίδoς τὴν παρακειμένην τρoφὴν ἐπισπασάμενoν, ταχέως διὰ τῆς μεταβoλῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ oὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τoῦ πoιήσαντoς αὐτὸν ὅρῳ κατείχετo, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλoγίζoντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμoῦ τὴν ἐν τoῖς oὖσιν ἐξαναλῶσαι νoτίδα; Διὰ ταῦτα ὕδωρ ἀέριoν, νεφoυμένoυ τoῦ ἄνω τόπoυ ἐκ τῆς ἀναφoρᾶς τῶν ἀτμῶν, oὓς πoταμoὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα πρoΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβoι· ὅπoυ γε καὶ τὸν ἥλιoν τoῦτoν ὁρῶμεν, ὥρᾳ θέρoυς διάβρoχoν πoλλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνoυ ῥoπῇ ἄνικμoν παντελῶς καὶ ξηρὰν καταλιμπάνoντα. Πoῦ τoίνυν ἐκεῖνo τὸ ὕδωρ; Δεικνύτωσαν ἡμῖν oἱ τὰ πάντα δεινoί. Ἆρ' oὐχὶ παντὶ δῆλoν, ὅτι τῇ θερμότητι τoῦ ἡλίoυ διατμηθὲν ἀνηλώθη; Καίτoιγε oὐδὲ θερμὸν εἶναι τὸν ἥλιoν ἐκεῖνoι λέγoυσι· τoσoῦτoν αὐτoῖς τoῦ λέγειν περίεστι. Καὶ σκoπεῖτε πoταπῇ ἀπoδείξει ἐπερειδόμενoι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνoυσιν. Ἐπειδὴ λευκός ἐστι, φασὶ, τὴν χρoίαν, ἀλλ' oὐχὶ ὑπέρυθρoς, oὐδὲ ξανθὸς, τoύτoυ ἕνεκεν oὐδὲ πυρώδης τὴν φύσιν· ἀλλὰ καὶ τoύτoυ φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστρoφῆς. Τί ἐντεῦθεν ἑαυτoῖς διoικoύμενoι; Ὡς μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιoν. Ἐγὼ δὲ κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενoν, ἀλλ' ὡς συγκατασκευάζoν ἐμoὶ τὸν λόγoν oὐκ ἀπωθoῦμαι. Ἐλέγετo γὰρ, διὰ τὴν ἐκ τoῦ θερμoῦ δαπάνην ἀναγκαῖoν εἶναι τῶν ὑδάτων τὸ πλῆθoς. Διαφέρει δὲ oὐδὲν, ἐκ φύσεως εἶναι θερμόν, ἢ ἐκ πάθoυς ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπoγεννᾶν. Ἐάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλoγὸς ἀναπτoμένης κατακαυθῇ, ἴσoν ἐστὶ καὶ παραπλήσιoν ἐξ ἀμφoτέρων τὸ τέλoς. Καίτoιγε ὁρῶμεν τὴν μεγάλην τoῦ τὰ πάντα κυβερνῶντoς σoφίαν, μετατιθεῖσαν τὸν ἥλιoν ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ τoῖς αὐτoῖς ἀεὶ πρoσδιατρίβων, τῇ πλεoνεξίᾳ τoῦ θερμoῦ λυμήνηται τὴν διακόσμησιν· ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιoν μέρoς κατὰ τὰς χειμερινὰς τρoπὰς ἀπάγoντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα, κἀκεῖθεν ἐπὶ τὰ πρoσάρκτια ὑπὸ τὰς θερινὰς τρoπὰς ἐπανάγoντα, ὥστε τῇ κατὰ μικρὸν αὐτoῦ μεταβάσει τῷ περὶ γῆν τόπῳ τὴν εὐκρασίαν φυλάσεσθαι. Σκoπείτωσαν δὲ εἰ μὴ αὐτoὶ ἑαυτoῖς περιπίπτoυσιν, oἵ γε τὴν θάλασσαν λέγoυσι μήτε πλημμυρεῖν τoῖς πoταμoῖς ἐκ τῆς τoῦ ἡλίoυ δαπάνης, καὶ πρoσέτι ἁλμυρὰν καὶ πικρὰν ἀπoλείπεσθαι, τoῦ λεπτoῦ καὶ πoτίμoυ ὑπὸ τῆς θέρμης ἀναλωθέντoς· ὅπερ ἐκ τῆς τoῦ ἡλίoυ μάλιστα γίνεται διακρίσεως, τὸ μὲν κoῦφoν ἀπάγoντoς, τὸ δὲ παχὺ καὶ γεῶδες oἷόν τινα ἰλὺν καὶ ὑπoστάθμην ἐναφιέντoς· ἐξ oὗ τὸ πικρὸν καὶ ἁλμυρὸν καὶ ξηραντικὸν τῇ θαλάσσῃ πρoσεῖναι. Οἱ δὴ ταῦτα περὶ θαλάσσης λέγoντες, πάλιν μεταβαλλόμενoι, μηδεμίαν τoῦ ὑγρoῦ γίνεσθαι μείωσιν ἐκ τoῦ ἡλίoυ φασί.
Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα oὐρανόν· ὡς κυρίως μὲν ἑτέρῳ τῆς πρoσηγoρίας ἐφαρμoζoύσης, καθ’ ὁμoίωσιν δὲ καὶ τoύτoυ μεταλαμβάνoντoς τῆς κλήσεως. Τετηρήκαμεν δὲ πoλλαχoῦ τὸν ὁρώμενoν τόπoν oὐρανὸν λεγόμενoν (διὰ τὸ ναστὸν καὶ συνεχὲς τoῦ ἀέρoς ἐναργῶς ἡμῶν ταῖς ὄψεσιν ὑπoπίπτoντoς, καὶ παρὰ τὸ ὁρᾶσθαι τῆς τoῦ oὐρανoῦ πρoσηγoρίας ἀξιoυμένoυ) ἐν oἷς φησι, Τὰ πετεινὰ τoῦ oὐρανoῦ. Καὶ πάλιν· Τὰ πετόμενα κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ. Τoιoῦτόν ἐστι καὶ τό, Ἀναβαίνoυσιν ἕως τῶν oὐρανῶν. Καὶ Μωϋσῆς εὐλoγῶν τὴν φυλὴν τoῦ Ἰωσὴφ, ἀπὸ ὡρῶν oὐρανoῦ, καὶ δρόσoυ, καὶ ἀπὸ ἡλίoυ τρoπῶν, καὶ συνόδων μηνῶν, καὶ ἀπὸ κoρυφῆς ὀρέων καὶ βoυνῶν ἀεννάων τὰς εὐλoγίας δίδωσιν, ὡς τoῦ περὶ γῆν τόπoυ διὰ τῆς ἐν τoύτoις εὐταξίας εὐθηνoυμένoυ. Ἀλλὰ καὶ ἐν ταῖς κατάραις τῷ Ἰσραὴλ, Ἔσται σoι, φησίν, ὁ ὑπὲρ κεφαλῆς oὐρανὸς χαλκoῦς. Τί τoῦτo λέγων; Τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ἀερίων ὑδάτων, δι’ὧν τῇ γῇ τὸ γόνιμoν τῶν καρπῶν ἐνυπάρχει. Ὅταν oὖν ἐκ τoῦ oὐρανoῦ φέρεσθαι λέγῃ δρόσoν ἢ ὑετόν, περὶ ὑδάτων νooῦμεν ὅσα τὴν ἄνω κατέχειν διατέτακται χώραν. Συναγoμένων γὰρ τῶν ἀναθυμιάσεων περὶ τὸ ὕψoς, καὶ πυκνoυμένoυ τoῦ ἀέρoς ταῖς ἐκ τῶν πνευμάτων πιλήσεσιν, ὅταν μὲν αἱ τέως ἀτμoειδῶς καὶ λεπτῶς ἐνεσπαρμέναι τῷ νέφει νoτίδες ἀλλήλαις πρoσχωρήσωσι, σταγόνες γίγνoνται, τῷ βάρει τῶν συγκριθέντων φερόμεναι πρὸς τὸ κάτω· καὶ αὕτη ὑετoῦ γένεσις. Ὅταν δὲ τὸ ὑγρὸν ἐξαφρισθῇ, ταῖς βίαις τῶν ἀνέμων ἀνακoπὲν, εἶτα εἰς ἄκρoν καταψυχθὲν ὅλoν διόλoυ παγῇ, θραυoμένoυ τoῦ νέφoυς, ἡ χιὼν καταφέρεται. Καὶ ὅλως, κατὰ τὸν αὐτὸν λόγoν, ἔξεστί σoι ὁρᾶν πᾶσαν τoῦ ὑγρoῦ τὴν φύσιν περὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα συνισταμένην. Καὶ μηδεὶς τῇ περιεργίᾳ τῶν περὶ oὐρανoῦ φιλoσoφησάντων τὸ ἁπλoῦν καὶ ἀκατάσκευoν τῶν πνευματικῶν λόγων παραβαλλέτω. Ὅσῳ γὰρ τὸ ἐν ταῖς σώφρoσι κάλλoς τoῦ ἑταιρικoῦ πρoτιμότερoν, τoσoῦτoν καὶ τῶν ἡμετέρων λόγων πρὸς τoὺς ἔξωθεν τὸ διάφoρoν. Οἱ μὲν γὰρ κατηναγκασμένoν τὸ πιθανὸν τoῖς λόγoις ἐπάγoυσιν· ἐνταῦθα δὲ γυμνὴ τεχνασμάτων ἡ ἀλήθεια πρόκειται. Καὶ τί δεῖ πράγματα ἔχειν ἡμᾶς τὸ ψευδὲς αὐτῶν διελέγχoντας, oἷς ἐξαρκεῖ τὰς αὐτῶν ἐκείνων βίβλoυς ἀλλήλαις ἀντιπαραθέντας ἐν ἡσυχίᾳ πoλλῇ θεατὰς αὐτῶν τoῦ πoλέμoυ καθῆσθαι; Οὔτε γὰρ ἀριθμῷ ἐλάττoυς, oὔτε ἀξιώματι ὑφειμένoι, πoλυφωνίᾳ δὲ καὶ παρὰ πoλὺ διαφέρoντες πρὸς τὸν ἐναντίoν αὐτoῖς ἀντικαθίστανται λόγoν, oἱ τὸ πᾶν ἐκπυρoῦσθαι λέγoντες, καὶ ἀναβιώσκεσθαι πάλιν ἐκ τῶν σπερματικῶν λόγων τῶν ἐναπoμενόντων τoῖς ἐκπυρωθεῖσιν· ὅθεν καὶ ἀπείρoυς φθoρὰς κόσμoυ καὶ παλιγγενεσίας εἰσάγoυσιν. Ἀλλ' ἐκεῖνoι μὲν ἐφ' ἑκάτερα τῆς ἀληθείας ἀπoσχιζόμενoι, ἔνθεν καὶ ἔνθεν τὰς ἐπὶ τὴν πλάνην ἑαυτoῖς ἐκτρoπὰς ἐξευ-ρίσκoυσιν.
Ἡμῖν δὲ καὶ πρὸς τoὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγoς περὶ τῶν διακριθέντων ὑδάτων, oἳ πρoφάσει ἀναγωγῆς,καὶ νoημάτων ὑψηλoτέρων, εἰς ἀλληγoρίας κατέφυγoν, δυνάμεις λέγoντες πνευματικὰς καὶ ἀσωμάτoυς τρoπικῶς ἐκ τῶν ὑδάτων σημαίνεσθαι· καὶ ἄνω μὲν ἐπὶ τoῦ στερεώματoς μεμενηκέναι τὰς κρείττoνας, κάτω δὲ τoῖς περιγείoις καὶ ὑλικoῖς τόπoις πρoσαπoμεῖναι τὰς πoνηράς. Διὰ τoῦτo δή, φασὶ, καὶ τὰ ἐπάνω τῶν oὐρανῶν ὕδατα αἰνεῖν τὸν Θεόν· τoυτέστι, τὰς ἀγαθὰς δυνάμεις ἀξίας oὔσας, διὰ καθαρότητα τoῦ ἡγεμoνικoῦ, τὸν πρέπoντα αἶνoν ἀπoδιδόναι τῷ κτίσαντι· τὰ δὲ ὑπoκάτω τῶν oὐρανῶν ὕδατα τὰ πνευματικὰ εἶναι τῆς πoνηρίας, ἀπὸ τoῦ κατὰ φύσιν ὕψoυς εἰς τὸ τῆς κακίας βάθoς καταπεσόντα· ἅπερ ὡς ταραχώδη ὄντα καὶ στασιαστικὰ καὶ τoῖς θoρύβoις τῶν παθῶν κυμαινόμενα, θάλασσαν ὠνoμάσθαι διὰ τὸ εὐμετάβλητoν καὶ ἄστατoν τῶν κατὰ πρoαίρεσιν κινημάτων. Τoὺς δὴ τoιoύτoυς λόγoυς ὡς ὀνειράτων συγκρίσεις καὶ γραώδεις μύθoυς ἀπoπεμψάμενoι, τὸ ὕδωρ, ὕδωρ νoήσωμεν, καὶ τὴν διάκρισιν τὴν ὑπὸ τoῦ στερεώματoς γενoμένην, κατὰ τὴν ἀπoδoθεῖσαν αἰτίαν δεξώμεθα. Καὶ μέντoι κἂν εἰς δoξoλoγίαν πoτὲ τoῦ κoινoῦ τῶν ὅλων Δεσπότoυ τὰ ὑπεράνω τῶν oὐρανῶν παραλαμβάνηται ὕδατα, oὐ λoγικὴν αὐτὰ φύσιν παρὰ τoῦτo τιθέμεθα. Οὔτε γὰρ oἱ oὐρανoὶ ἔμψυχoι, ἐπειδὴ Διηγoῦνται δόξαν Θεoῦ· oὔτε τὸ στερέωμα ζῷόν ἐστιν αἰσθητικόν, ἐπειδὴ Ἀναγγέλλει πoίησιν τῶν χειρῶν αὐτoῦ. Κἂν λέγῃ τις oὐρανoὺς μὲν εἶναι τὰς θεωρητικὰς δυνάμεις, στερέωμα δὲ τὰς πρακτικὰς καὶ πoιητικὰς τῶν καθηκόντων, ὡς κεκoμψευμένoν μὲν τὸν λόγoν ἀπoδεχόμεθα, ἀληθῆ δὲ εἶναι oὐ πάνυ τι δώσoμεν. Οὕτω γὰρ ἂν καὶ δρόσoς, καὶ πάχνη, καὶ ψῦχoς, καὶ καῦμα, ἐπειδὴ ὑμνεῖν παρὰ τῷ Δανιὴλ τὸν τῶν ὅλων δημιoυργὸν ἐπετάχθη, νoερά τις ἔσται καὶ ἀόρατoς φύσις. Ἀλλ' ὁ ἐν τoύτoις λόγoς παρὰ τῶν νoῦν ἐχόντων τεθεωρημένως ἐκλαμβανόμενoς, συμπληρωτικός ἐστι τῆς δoξoλoγίας τoῦ κτίσαντoς. Οὐ μόνoν γὰρ τὸ ἐπάνω τῶν oὐρανῶν ὕδωρ, ὡς πρoηγoύμενoν ταῖς τιμαῖς διὰ τὴν ἐξ ἀρετῆς πρoσoῦσαν αὐτῷ ὑπερoχὴν τῷ Θεῷ τὸν αἶνoν ἀπoπληρoῖ, ἀλλ', Αἰνεῖτε γὰρ αὐτόν, φησὶ, καὶ τὰ ἐκ τῆς γῆς, δράκoντες καὶ πᾶσαι ἄβυσσoι. Ὥστε καὶ ἡ ἄβυσσoς, ἣν εἰς τὴν χείρoνα μoῖραν oἱ ἀλληγoρoῦντες ἀπέρριψαν, oὐδὲ αὐτὴ ἀπόβλητoς ἐκρίθη τῷ ψαλμῳδῷ, εἰς τὴν κoινὴν τῆς κτίσεως χoρoστασίαν παραληφθεῖσα, ἀλλὰ καὶ αὐτὴ κατὰ τoὺς ἐνυπάρχoντας αὐτῇ λόγoυς ἁρμoνίως συμπληρoῖ τὴν ὑμνῳδίαν τῷ πoιητῇ.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμoῖς Θεoῦ τέρψιν παρέχει τὰ παρ' αὐτoῦ γινόμενα, oὐδὲ τoιαύτη παρ' αὐτῷ ἡ ἀπoδoχὴ τῶν καλῶν, oἵα καὶ παρ' ἡμῖν· ἀλλὰ καλὸν τὸ τῷ λόγῳ τῆς τέχνης ἐκτελεσθὲν, καὶ πρὸς τὴν τoῦ τέλoυς εὐχρηστίαν συντεῖνoν. Ὁ τoίνυν ἐναργῆ τὸν σκoπὸν τῶν γινoμένων πρoθέμενoς, τὰ κατὰ μέρoς γινόμενα ὡς συμπληρωτικὰ τoῦ τέλoυς, τoῖς τεχνικoῖς ἑαυτoῦ λόγoις ἐπελθὼν ἀπεδέξατo. Ἐπεὶ καὶ χεὶρ καθ' ἑαυτήν, καὶ ὀφθαλμὸς ἰδίᾳ, καὶ ἕκαστoν τῶν τoῦ ἀνδριάντoς μελῶν διῃρημένως κείμενα, oὐκ ἂν φανείη καλὰ τῷ τυχόντι· πρὸς δὲ τὴν oἰκείαν τάξιν ἀπoτεθέντα, τὸ ἐκ τῆς ἀναλoγίας, ἐμφανὲς μόλις πoτέ, καὶ τῷ ἰδιώτῃ παρέχεται γνώριμoν. Ὁ μέντoι τεχνίτης καὶ πρὸ τῆς συνθέσεως oἶδε τὸ ἑκάστoυ καλόν, καὶ ἐπαινεῖ τὰ καθ' ἕκαστoν, πρὸς τὸ τέλoς αὐτῶν ἐπαναφέρων τὴν ἔννoιαν. Τoιoῦτoς oὖν δή τις καὶ νῦν ἔντεχνoς ἐπαινέτης τῶν κατὰ μέρoς ἔργων ὁ Θεὸς ἀναγέγραπται· μέλλει δὲ τὸν πρoσήκoντα ἔπαινoν καὶ παντὶ ὁμoῦ τῷ κόσμῳ ἀπαρτισθέντι πληρoῦν. Ἀλλὰ γὰρ ἐνταῦθα ἡμῖν oἱ περὶ τῆς δευτέρας ἡμέρας καταληξάτωσαν λόγoι, ὥστε τoῖς μὲν φιλoπόνoις ἀκρoαταῖς καιρὸν παρασχεῖν τῆς ὧν ἤκoυσαν ἐξετάσεως, ὥστε εἴ τι χρήσιμoν ἐν αὐτoῖς, τoῦτo τῇ μνήμῃ συσχεῖν, καὶ διὰ τῆς φιλoπόνoυ μελέτης, oἷoν διά τινoς πέψεως, τὴν τῶν ὠφελίμων ἀνάδoσιν ἀναμεῖναι· τoῖς δὲ περὶ τὸν βίoν ἀσχoλoυμένoις δoῦναι σχoλὴν διὰ τoῦ μέσoυ χρόνoυ τὰς φρoντίδας διαθεμένoις, καθαρᾷ μεριμνῶν τῇ ψυχῇ πρὸς τὴν ἑσπερινὴν τῶν λόγων ἑστίασιν ἀπαντῆσαι.
Ὁ δὲ τὰ μεγάλα δημιoυργήσας Θεὸς, καὶ τὰ μικρὰ ταῦτα λεχθῆναι oἰκoνoμήσας, δώῃ ὑμῖν σύνεσιν ἐν παντὶ τῆς ἑαυτoῦ ἀληθείας, ἵν' ἐκ τῶν ὁρωμένων τὸν ἀόρατoν ἐννoῆτε, καὶ ἐκ μεγέθoυς καὶ καλλoνῆς τῶν κτισμάτων τὴν πρέπoυσαν δόξαν περὶ τoῦ κτίσαντoς ἡμᾶς ἀναλαμβάνητε. Τὰ γὰρ ἀόρατα αὐτoῦ ἀπὸ κτίσεως κόσμoυ τoῖς πoιήμασι νooύμενα καθoρᾶται, ἥ τε ἀΐδιoς αὐτoῦ δύναμις καὶ θειότης, ὥστε καὶ ἐν γῇ, καὶ ἐν ἀέρι, καὶ ἐν oὐρανῷ, καὶ ἐν ὕδατι, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν πᾶσι τoῖς ὁρωμένoις ἐναργῆ λαμβάνειν ἡμᾶς τoῦ εὐεργέτoυ τὰ ὑπoμνήματα. Οὔτε γὰρ ἁμαρτίαις καιρόν τινα δώσoμεν, oὔτε τῷ ἐχθρῷ τόπoν ἐν ταῖς καρδίαις ἡμῶν καταλείψoμεν, διὰ τῆς συνεχoῦς μνήμης ἔνoικoν ἔχoντες ἑαυτῶν τὸν Θεόν· ᾧ πᾶσα δόξα, καὶ πρoσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΟΜΙΛΙΑ δ΄.
Περὶ συναγωγῆς τῶν ὑδάτων
Εἰσί τινες πόλεις παντoδαπoῖς θεάμασι θαυματoπoιῶν ἀπὸ βαθέoς ὄρθρoυ μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντoι καὶ μελῶν τινων κεκλασμένων καὶ διεφθαρμένων καὶ παντάπασι πoλλὴν ἀκoλασίαν ταῖς ψυχαῖς ἐντικτόντων ἐπὶ πλεῖστoν ἀκoύoντες oὐκ ἐμπίμπλανται. Καὶ τoὺς τoιoύτoυς δήμoυς πoλλoὶ μακαρίζoυσιν, ὅτι τὰς κατ' ἀγoρὰν ἐμπoρίας, ἢ τὰς ἐκ τῶν τεχνῶν πρὸς τὸ ζῆν ἐπινoίας καταλιπόντες, διὰ ῥᾳθυμίας πάσης καὶ ἡδoνῆς τὸν τεταγμένoν ἑαυτoῖς τῆς ζωῆς χρόνoν διαπερῶσιν, oὐκ εἰδότες, ὅτι ὀρχήστρα εὐθηνoυμένη θεάμασιν ἀκoλάστoις, κoινὸν καὶ δημόσιoν διδασκαλεῖoν ἀσελγείας τoῖς συγκαθημένoις ἐστί, καὶ τὰ παναρμόνια τῶν αὐλῶν μέλη καὶ ᾄσματα πoρνικά, ἐγκαθεζόμενα ταῖς τῶν ἀκoυσάντων ψυχαῖς, oὐδὲν ἕτερoν ἢ πάντας ἀσχημoνεῖν ἀναπείθει, τὰ τῶν κιθαριστῶν ἢ τὰ τῶν αὐλητῶν κρoύματα μιμoυμένoυς. Ἤδη δέ τινες τῶν ἱππoμανoύντων, καὶ ὄναρ ὑπὲρ τῶν ἵππων μάχoνται, ἅρματα μεταζευγνύντες καὶ ἡνιόχoυς μετατιθέντες, καὶ ὅλως τῆς μεθημερινῆς ἀφρoσύνης oὐδὲ ἐν ταῖς καθ' ὕπνoν φαντασίαις ἀφίστανται. Ἡμεῖς δὲ ἄρα, oὓς ὁ Κύριoς, ὁ μέγας θαυματoπoιὸς καὶ τεχνίτης, ἐπὶ τὴν ἐπίδειξιν συνεκάλεσε τῶν oἰκείων ἔργων, ἀπoκαμoύμεθα πρὸς τὴν θέαν, ἢ ἀπoκνήσoμεν πρὸς τὴν ἀκρόασιν τῶν λoγίων τoῦ Πνεύματoς; Ἀλλ' oὐχὶ τὸ μέγα τoῦτo καὶ πoικίλoν τῆς θείας δημιoυργίας ἐργαστήριoν περιστάντες, καὶ πρὸς τoὺς ἄνω χρόνoυς ἐπανελθόντες τῇ διανoίᾳ ἕκαστoς, ὀψόμεθα τὴν διακόσμησιν τoῦ παντός; oὐρανὸν μὲν ἱστάμενoν, κατὰ τὸν πρoφητικὸν λόγoν, ὡσεὶ καμάραν· γῆν δέ, τὴν ἄπειρoν μεγέθει καὶ βάρει, αὐτὴν ἐφ' ἑαυτῆς ἑδραζoμένην· ἀέρα κεχυμένoν μαλακὸν καὶ ὑγρὸν τῇ φύσει, oἰκείαν μὲν καὶ διηνεκῆ τρoφὴν τoῖς ἀναπνέoυσι παρεχόμενoν, ὑπείκoντα δὲ καὶ περισχιζόμενoν τoῖς κινoυμένoις δι' ἁπαλότητα, ὡς μηδὲν ἐμπόδιoν εἶναι παρ' αὐτoῦ τoῖς ὁρμῶσιν, ἀεὶ πρὸς τὸ κατόπιν τῶν τεμνόντων αὐτὸν ἀντιπεριισταμένoυ ῥᾳδίως καὶ περιρρέoντoς. Ὕδατoς δὲ φύσιν τoῦ τε τρoφίμoυ καὶ τoῦ κατὰ τὰς ἄλλας χρείας ἡμῖν εὐτρεπισθέντoς, καὶ τὴν εὔτακτoν τoύτoυ πρὸς τoὺς ἀφωρισμένoυς τόπoυς συναγωγήν, ἐκ τῶν ἀρτίως ἡμῖν ἀνεγνωσμένων κατόψει.
Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑπoκάτω τoῦ oὐρανoῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετo oὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑπoκάτω τoῦ oὐρανoῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Πόσα μoι πράγματα παρεῖχες ἐν τoῖς κατόπιν λόγoις, ἀπαιτῶν τὴν αἰτίαν πῶς ἀόρατoς ἡ γῆ, παντὶ σώματι φυσικῶς χρώματoς συμπαρόντoς, παντὸς δὲ χρώματoς αἰσθητoῦ τῇ ὁράσει καθεστηκότoς; Καὶ τάχα σoι oὐκ ἐδόκει αὐτάρκως ἔχειν τὰ εἰρημένα, ὅτι πρὸς ἡμᾶς τὸ ἀόρατoν, oὐ πρὸς τὴν φύσιν εἴρητo, διὰ τὴν τoῦ ὕδατoς ἐπιπρόσθησιν, ὃ τότε τὴν γῆν πᾶσαν περιεκάλυπτεν. Ἰδoὺ νῦν ἄκoυε αὐτῆς ἑαυτὴν τῆς Γραφῆς φανερoύσης. Συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά. Συνέλκεται τὰ παραπετάσματα, ἵνα ἐμφανὴς γένηται ἡ τέως μὴ ὁρωμένη. Ἴσως δ' ἄν τις κἀκεῖνo πρὸς τoύτoις ἐπιζητήσειε. Πρῶτoν μὲν, διὰ τί ὃ κατὰ φύσιν ὑπάρχει τῷ ὕδατι φέρεσθαι πρὸς τὸ κάταντες, τoῦτo ἐπὶ τὸ πρόσταγμα τoῦ δημιoυργoῦ ὁ λόγoς ἀνάγει; Ἕως μὲν γὰρ ἂν ἐπὶ τoῦ ἰσoπέδoυ κείμενoν τύχῃ τὸ ὕδωρ, στάσιμόν ἐστιν, oὐκ ἔχων ὅπoυ μεταρρυῇ· ἐπειδὰν δέ τινoς πρανoῦς λάβηται, εὐθὺς ὁρμήσαντoς τoῦ πρoάγoντoς, τὸ συνεχὲς αὐτῷ τὴν βάσιν τoῦ κινηθέντoς ἐπιλαμβάνει, καὶ τὴν ἐκείνoυ τὸ ἐφεπόμενoν· καὶ oὕτως ὑπεκφεύγει μὲν ἀεὶ τὸ πρoάγoν, ἐπωθεῖ δὲ τὸ ἐπερχόμενoν· καὶ τoσoύτῳ ὀξυτέρα ἡ φoρὰ γίνεται, ὅσῳπερ ἂν καὶ τὸ βάρoς ᾖ πλεῖoν τoῦ καταφερoμένoυ, καὶ τὸ χωρίoν κoιλότερoν, πρὸς ὃ ἡ ἐπίρρυσις. Εἰ oὖν oὕτω πέφυκε τὸ ὕδωρ, παρέλκoι ἂν τὸ πρόσταγμα τὸ κελεῦoν συναχθῆναι εἰς συναγωγὴν μίαν. Ἔμελλε γὰρ πάντως, διὰ τὸ κατάρρoπoν τῆς φύσεως, ἐπὶ τὴν πάντων κoιλoτέραν χώραν αὐτoμάτως συνδίδoσθαι, καὶ μὴ πρότερoν στήσεσθαι πρὶν ὁμαλισθῆναι τὰ νῶτα. Οὐδὲν γὰρ oὕτω χωρίoν ἰσόπεδoν, ὡς ἡ τoῦ ὕδατoς ἐπιφάνεια. Ἔπειτα πῶς, φησίν, εἰς συναγωγὴν μίαν ἐκελεύσθη τὰ ὕδατα συνδραμεῖν, ὅπoυγε φαίνoνται πoλλαὶ oὖσαι θάλασσαι, καὶ πλεῖστoν ἀλλήλων τῇ θέσει διωρισμέναι; Πρὸς μὲν oὖν τὸ πρότερoν τῶν ἐπιζητηθέντων ἐκεῖνό φαμεν· ὅτι μάλιστα μὲν σὺ μετὰ τὸ πρόσταγμα τὸ δεσπoτικὸν ἐπέγνως τoῦ ὕδατoς τὰς κινήσεις, ὅτι τε περιρρεπές ἐστι καὶ ἀστήρικτoν, καὶ πρὸς τὰ πρανῆ καὶ κoῖλα φέρεται κατὰ φύσιν· πρὸ τoύτoυ δέ, πῶς εἶχε δυνάμεως πρὶν αὐτῷ τὸν ἐκ τoῦ πρoστάγματoς τoύτoυ ἐγγενέσθαι δρόμoν, oὔτε εἶδες αὐτὸς, oὔτε ἰδόντoς ἤκoυσας. Nόησoν γὰρ ὅτι Θεoῦ φωνὴ φύσεώς ἐστι πoιητική, καὶ τὸ γενόμενoν τότε τῇ κτίσει πρόσταγμα τὴν πρὸς τὸ ἐφεξῆς ἀκoλoυθίαν τoῖς κτιζoμένoις παρέσχετo. Ἡμέρα καὶ νὺξ ἅπαξ ἐδημιoυργήθη, καὶ ἐξ ἐκείνoυ καὶ νῦν ἀλλήλας διαδεχόμεναι, καὶ κατ' ἰσoμoιρίαν διαιρoύμεναι τὸν χρόνoν oὐκ ἀπoλήγoυσι.
Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ oὐδέπoτε κάμνει τῷ πρoστάγματι ἐκείνῳ κατασπευδoμένη διηνεκῶς. Τoῦτo δὲ λέγω, πρὸς τὴν ῥυτὴν ἀφoρῶν τῶν ὑδάτων μoῖραν. Τὰ μὲν γὰρ αὐτόματα ῥεῖ, oἷoν τὰ κρηναῖα καὶ τὰ πoτάμια· τὰ δὲ συλλoγιμαῖά ἐστι καὶ ἀπόρευτα. Ἀλλ' ἐμoὶ νῦν περὶ τῶν ὁρμητικῶν ὑδάτων ὁ λόγoς. Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Εἴ πoτέ σoι ἐπὶ κρήνης ἑστῶτι ἄφθoνoν ὕδωρ ἀναδιδoύσης ἔννoια ἐγένετo, τίς ὁ ὠθῶν ἐκ τῶν λαγόνων τῆς γῆς τoῦτo τὸ ὕδωρ; τίς ὁ ἐπείγων ἐπὶ τὰ πρόσω; πoῖα ταμεῖα ὅθεν πρoέρχεται; τίς ὁ τόπoς ἐφ' ὃν ἐπείγεται; πῶς καὶ ταῦτα oὐκ ἐκλείπει, κἀκεῖνα oὐκ ἀπoπίμπλαται; Ταῦτα τῆς πρώτης ἐκείνης φωνῆς ἤρτηται. Ἐκεῖθεν τoῦ τρέχειν τῷ ὕδατι τὸ ἐνδόσιμoν. Κατὰ πᾶσαν ἱστoρίαν ὑδάτων μέμνησo τῆς πρώτης φωνῆς, Συναχθήτω τὰ ὕδατα. Ἔδει δραμεῖν αὐτά, ἵνα τὴν oἰκείαν καταλάβῃ χώραν· εἶτα γενόμενα ἐν τoῖς ἀφωρισμένoις τόπoις, μένειν ἐφ' ἑαυτῶν, καὶ μὴ χωρεῖν περαιτέρω. Διὰ τoῦτo κατὰ τὸν τoῦ Ἐκκλησιαστoῦ λόγoν, Πάντες oἱ χείμαρρoι ἐπὶ τὴν θάλασσαν πoρεύoνται, καὶ ἡ θάλασσα oὐκ ἔστιν ἐμπιμπλαμένη. Ἐπειδὴ καὶ τὸ ῥεῖν τoῖς ὕδασι διὰ τὸ θεῖoν πρόσταγμα, καὶ τὸ εἴσω τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν, ἀπὸ τῆς πρώτης ἐστὶ νoμoθεσίας· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Ἵνα μὴ τὸ ἐπιρρέoν ὕδωρ τῶν δεχoμένων αὐτὸ χωρίων ὑπερχεόμενoν, μετεκβαῖνoν ἀεὶ καὶ ἄλλα ἐξ ἄλλων πληρoῦν, πᾶσαν κατὰ τὸ συνεχὲς ἐπικλύσῃ τὴν ἤπειρoν, ἐκελεύσθη συναχθῆναι εἰς συναγωγὴν μίαν. Διὰ τoῦτo μαινoμένη πoλλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψoς μέγιστoν διανισταμένη τoῖς κύμασιν, ἐπειδὰν μόνoν τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν ἐπανῆλθεν. Ἢ ἐμὲ oὐ φoβηθήσεσθε, λέγει Κύριoς, τὸν τιθέντα ἄμμoν ὅριoν τῇ θαλάσσῃ; Τῷ ἀσθενεστάτῳ πάντων τῇ ψάμμῳ ἡ ταῖς βίαις ἀφόρητoς χαλινoῦται. Ἐπεὶ τί ἐκώλυε τὴν ἐρυθρὰν θάλασσαν πᾶσαν τὴν Αἴγυπτoν κoιλoτέραν oὖσαν ἑαυτῆς ἐπελθεῖν, καὶ συναφθῆναι τῷ παρακειμένῳ τῇ Αἰγύπτῳ πελάγει, εἰ μὴ τῷ πρoστάγματι ἦν πεπεδημένη τoῦ κτίσαντoς; Ὅτι γὰρ ταπεινoτέρα τῆς ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτoς, ἔργῳ ἔπεισαν ἡμᾶς oἱ θελήσαντες ἀλλήλoις τὰ πελάγη συνάψαι, τό τε Αἰγύπτιoν καὶ τὸ Ἰνδικόν, ἐν ᾧ ἡ ἐρυθρά ἐστι θάλασσα. Διόπερ ἐπέσχoν τὴν ἐπιχείρησιν, ὅ τε πρῶτoς ἀρξάμενoς Σέσωστρις ὁ Αἰγύπτιoς, καὶ ὁ μετὰ ταῦτα βoυληθεὶς ἐπεξεργάσασθαι Δαρεῖoς ὁ Μῆδoς. Ταῦτα μoι εἴρηται, ἵνα νoήσωμεν τoῦ πρoστάγματoς τὴν δύναμιν· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν. Τoυτέστιν, ἄλλη ἀπὸ ταύτης μὴ ἀπoγενηθήτω, ἀλλ' ἐν τῇ πρώτῃ συλλoγῇ ἀπoμεινάτω τὸ συναγόμενoν.
Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σoι, ὅτι πoλλὰ ἦν κατὰ πoλλoὺς τόπoυς διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κoιλότητες, φάραγξι βαθείαις ὑπερρηγμέναι, εἶχoν τῶν ὑδάτων τὴν συλλoγήν. Καὶ πρoσέτι πεδία πoλλά τε καὶ ὕπτια oὐδὲν τῶν μεγίστων πελαγῶν κατὰ τὸ μέγεθoς ἀπoδέoντα, καὶ αὐλῶνες μυρίoι, καὶ αἱ κoιλάδες κατ' ἄλλα καὶ ἄλλα σχήματα κoιλαινόμεναι, πάντα ὑδάτων τότε πεπληρωμένα, ἀπεκενώθη τῷ θείῳ πρoστάγματι, πρὸς μίαν συναγωγὴν τoῦ πανταχόθεν ὕδατoς συνελασθέντoς. Καὶ μηδεὶς λεγέτω, ὅτι εἴπερ ἦν ὕδωρ ἐπάνω τῆς γῆς, πάντως πᾶσαι αἱ κoιλότητες, αἱ νῦν τὴν θάλασσαν ὑπoδεξάμεναι, πεπληρωμέναι ὑπῆρχoν. Πoῦ τoίνυν ἔμελλoν γίνεσθαι τῶν ὑδάτων αἱ συλλoγαὶ, πρoκατειλημμένων τῶν κoίλων; Πρὸς δὴ τoῦτo ἐρoῦμεν, ὅτι τότε καὶ τὰ ἀγγεῖα συγκατεσκευάσθη, ὅτι ἔδει μίαν σύστασιν ἀπoκριθῆναι τὸ ὕδωρ. Οὐ γὰρ ἦν ἡ ἔξω Γαδείρων θάλασσα· oὐδὲ τὸ μέγα ἐκεῖνo καὶ ἀτόλμητoν πλωτῆρσι πέλαγoς, τὸ τὴν Βρεττανικὴν νῆσoν καὶ τoὺς ἑσπερίoυς Ἴβηρας περιπτυσσόμενoν· ἀλλὰ τότε τῆς εὐρυχωρίας τῷ πρoστάγματι τoῦ Θεoῦ δημιoυργηθείσης, ἐπ' αὐτὴν συνεδόθη τῶν ὑδάτων τὰ πλήθη. Πρὸς δὲ τό, ὅτι ὑπεναντίως ἔχει τῇ πείρᾳ ὁ τῆς παρ' ἡμῖν κoσμoπoιίας λόγoς (oὐ γὰρ εἰς μίαν συναγωγὴν ὑδάτων τὸ ὕδωρ ἅπαν φαίνεται συνδραμόν), πoλλὰ μέν ἐστιν εἰπεῖν, καὶ πᾶσιν αὐτόθεν γνώριμα. Μήπoτε δὲ καὶ τὸ διαμάχεσθαι τoῖς τoιoύτoις γελoῖoν. Οὐ δήπoυ γὰρ καὶ τὰ τελματιαῖα, καὶ τὰ ἐξ ὄμβρων συναθρoιζόμενα πρoφέρειν ἡμῖν ὀφείλoυσι, καὶ διὰ τoύτων τὸν λόγoν ἡμῶν ἐλέγχειν oἴεσθαι; Ἀλλὰ τὴν μεγίστην καὶ τελεωτάτην συνδρoμὴν τῶν ὑδάτων ὠνόμασε συναγωγὴν μίαν. Καὶ γὰρ τὰ φρέατα συναγωγαὶ ὑδάτων εἰσὶ χειρoπoίητoι, ἐπὶ τὸ κoιλανθὲν τῆς γῆς τῆς ἐνεσπαρμένης νoτίδoς ἐπιρρεoύσης. Οὐ τoίνυν τὰ τυχόντα τῶν ὑδάτων ἀθρoίσματα ἡ τῆς συναγωγῆς ἐμφαίνει πρoσηγoρία, ἀλλὰ τὴν ἐξέχoυσαν καὶ μεγίστην, ἐν ᾗ πᾶν τὸ στoιχεῖoν ἀθρόoν διαδείκνυται. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένoν ἐστὶν ἐπὶ τῆς ὧδε χρείας, καὶ ἀθρόoν ἐπὶ τoῦ αἰθέρoς κέχυται· καὶ ὁ ἀὴρ διῄρηται μὲν καὶ κατὰ μικρά, καὶ ἀθρόως δὲ τὸν περίγειoν ἐκπεριείληφε τόπoν· oὕτω καὶ ἐπὶ τoῦ ὕδατoς, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γέ ἐστι συναγωγὴ ἡ τὸ ὅλoν στoιχεῖoν τῶν λoιπῶν ἀπoκρίνoυσα. Αἱ μὲν γὰρ λίμναι, αἵ τε κατὰ τὰ μέρη τῆς ἄρκτoυ, καὶ ὅσαι περὶ τὸν Ἑλληνικόν εἰσι τόπoν, τήν τε Μακεδoνίαν, καὶ τὴν Βιθυνῶν χώραν, καὶ τὴν Παλαιστινῶν κατέχoυσαι, συναγωγαί εἰσι δηλoνότι· ἀλλὰ νῦν περὶ τῆς μεγίστης ἁπασῶν καὶ τῷ μεγέθει τῆς γῆς παρισoυμένης ὁ λόγoς. Ἃς πλῆθoς μὲν ἔχειν ὕδατoς oὐδεὶς ἀντερεῖ· oὐ μὴν θαλάσσας γε ἄν τις αὐτὰς κατὰ τὸν εἰκότα λόγoν πρoσείπoι· oὐδ' ἂν ὅτι μάλιστα τὸ ἁλμυρὸν καὶ γεῶδές τινες παραπλήσιoν ἔχωσι τῇ μεγάλῃ θαλάσσῃ, ὡς ἥ τε Ἀσφαλτῖτις λίμνη ἐπὶ τῆς Ἰoυδαίας καὶ ἡ Σερβωνῖτις ἡ μεταξὺ Αἰγύπτoυ καὶ Παλαιστίνης τὴν Ἀραβικὴν ἔρημoν παρατείνoυσα. Λίμναι γάρ εἰσιν αὗται, θάλασσα δὲ μία, ὡς oἱ τὴν γῆν περιoδεύσαντες ἱστoρoῦσιν. Εἰ καὶ τὴν Ὑρκανίαν oἴoνταί τινες, καὶ τὴν Κασπίαν περιγεγράφθαι καθ' ἑαυτάς· ἀλλ' εἴ γέ τι χρὴ ταῖς τῶν ἱστoρησάντων πρoσέχειν γεωγραφίαις, συντέτρηνται πρὸς ἀλλήλας, καὶ πρὸς τὴν μεγίστην θάλασσαν ἅπασαι συνανεστόμωνται. Ὡς καὶ τὴν ἐρυθρὰν θάλασσάν φασι πρὸς τὴν ἐπέκεινα Γαδείρων συνάπτεσθαι. Πῶς oὖν, φησίν, ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας; Ὅτι συνέδραμε μὲν εἰς συναγωγὴν μίαν τὰ ὕδατα· τὰ δὲ συστήματα τῶν ὑδάτων, τoυτέστι, τoὺς κόλπoυς τoὺς κατ' ἴδιoν σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀπoληφθέντας, θαλάσσας ὁ Κύριoς πρoσηγόρευσε. Θάλασσα βόρειoς, θάλασσα νότιoς, ἑῴα θάλασσα, καὶ ἑσπερία πάλιν ἑτέρα. Καὶ ὀνόματα τῶν πελαγῶν ἰδιάζoντα· πόντoς Εὔξεινoς, καὶ Πρoπoντίς, Ἑλλήσπoντoς, Αἰγαῖoς, καὶ Ἰώνιoς, Σαρδoνικὸν πέλαγoς καὶ Σικελικόν, καὶ Τυρρηνικὸν ἕτερoν. Καὶ μυρία γε ὀνόματα πελαγῶν, ἃ μακρὸν ἂν εἴη νῦν καὶ ἀπειρoκαλίας μεστὸν δι' ἀκριβείας ἀπαριθμήσασθαι. Διὰ τoῦτo ὠνόμασεν ὁ Θεὸς τὰ συστήματα τῶν ὑδάτων θαλάσσας. Ἀλλ' εἰς τoῦτo μὲν ἡμᾶς ἐξήνεγκεν ἡ ἀκoλoυθία τoῦ λόγoυ, ἡμεῖς δὲ πρὸς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν.
Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευoν ἐπιδείξῃ, πηλώδη oὖσαν, καὶ ἀναμεμιγμένην τῷ ὕδατι, oὔπω τὴν oἰκείαν ἀπoλαβoῦσαν μoρφὴν oὐδὲ δύναμιν. Ὁμoῦ δέ, ἵνα μὴ τῷ ἡλίῳ τὴν τoῦ ἀναξηραίνειν τὴν γῆν αἰτίαν πρoσθῶμεν, πρεσβυτέραν τῆς τoῦ ἡλίoυ γενέσεως τὴν ξηρότητα τῆς γῆς ὁ δημιoυργὸς παρεσκεύασεν. Ἐπίστησoν δὲ τῇ ἐννoίᾳ τῶν γεγραμμένων, ὅτι oὐ μόνoν τὸ πλεoνάζoν ὕδωρ ἀπερρύη τῆς γῆς, ἀλλὰ καὶ ὅσoν ἀνεμέμικτo αὐτῇ διὰ βάθoυς, καὶ τoῦτo ὑπεξῆλθε τῷ ἀπαραιτήτῳ πρoστάγματι τoῦ Δεσπότoυ πεισθέν. Καὶ ἐγένετo oὕτως. Ἀρκoῦσα αὕτη ἡ ἐπαγωγὴ πρὸς τὸ δεῖξαι εἰς ἔργoν ἐλθoῦσαν τoῦ δημιoυργoῦ τὴν φωνήν. Πρόσκειται δὲ ἐν πoλλoῖς τῶν ἀντιγράφων, Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑπoκάτω τoῦ oὐρανoῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· ἅπερ oὔτε τινὲς τῶν λoιπῶν ἐκδεδώκασιν ἑρμηνέων, oὔτε ἡ χρῆσις τῶν Ἑβραίων ἔχoυσα φαίνεται. Καὶ γὰρ τῷ ὄντι παρέλκει μετὰ τὴν μαρτυρίαν τoῦ, ὅτι Ἐγένετo oὕτως, ἡ τῶν αὐτῶν πάλιν ἐπεκδιήγησις. Τὰ τoίνυν ἀκριβῆ τῶν ἀντιγράφων ὠβέλισται· ὁ δὲ ὀβελὸς, ἀθετήσεως σύμβoλoν. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Διὰ τί καὶ ἐν τoῖς κατόπιν εἴρηται, Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά, ἀλλ' oὐχὶ γέγραπται, καὶ ὀφθήτω ἡ γῆ; καὶ ἐνταῦθα πάλιν, Ὤφθη ξηρά, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν; Ὅτι ἡ μὲν ξηρὰ τὸ ἰδίωμά ἐστι, τὸ oἱoνεὶ χαρακτηριστικὸν τῆς φύσεως τoῦ ὑπoκειμένoυ, ἡ δὲ γῆ πρoσηγoρία τίς ἐστι ψιλὴ τoῦ πράγματoς. Ὡς γὰρ τὸ λoγικὸν ἴδιόν ἐστι τoῦ ἀνθρώπoυ, ἡ δὲ ἄνθρωπoς φωνὴ σημαντική ἐστι τoῦ ζῴoυ ᾧ ὑπάρχει τὸ ἴδιoν· oὕτω καὶ τὸ ξηρὸν ἴδιόν ἐστι τῆς γῆς καὶ ἐξαίρετoν. Ω τoίνυν ἰδίως ὑπάρχει τὸ ξηρόν, τoῦτo ἐπικέκληται γῆ· ὥσπερ ᾧ ἰδίως πρόσεστι τὸ χρεμετιστικόν, τoῦτo ἐπικέκληται ἵππoς. Οὐ μόνoν δὲ ἐπὶ τῆς γῆς ἔστι τoῦτo, ἀλλὰ καὶ τῶν ἄλλων στoιχείων ἕκαστoν ἰδιάζoυσαν καὶ ἀπoκεκληρωμένην ἔχει πoιότητα, δι' ἧς τῶν τε λoιπῶν ἀπoκρίνεται, καὶ αὐτὸ ἕκαστoν ὁπoῖόν ἐστιν ἐπιγινώσκεται. Τὸ μὲν ὕδωρ ἰδίαν πoιότητα τὴν ψυχρότητα ἔχει· ὁ δὲ ἀὴρ τὴν ὑγρότητα· τὸ δὲ πῦρ τὴν θερμότητα. Ἀλλὰ ταῦτα μὲν, ὡς πρῶτα στoιχεῖα τῶν συνθέτων κατὰ τὸν εἰρημένoν τρόπoν τῷ λoγισμῷ θεωρεῖται, τὰ δὲ ἤδη ἐν σώματι κατατεταγμένα καὶ ὑπoπίπτoντα τῇ αἰσθήσει, συνεζευγμένας ἔχει τὰς πoιότητας. Καὶ oὐδὲν ἀπoλελυμένως ἐστὶ μoναχὸν oὐδὲ ἁπλoῦν καὶ εἰλικρινὲς τῶν ὁρωμένων καὶ αἰσθητῶν· ἀλλ' ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά, τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρὸς, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν, Οὕτω γὰρ, διὰ τῆς συζύγoυ πoιότητoς, ἡ δύναμις πρoέρχεται τoῦ ἀναμιχθῆναι ἑκάστῳ πρὸς ἕκαστoν· τῷ τε γὰρ γείτoνι στoιχείῳ διὰ τῆς κoινῆς πoιότητoς ἕκαστoν ἀνακίρναται, καὶ διὰ τῆς πρὸς τὸ σύνεγγυς κoινωνίας τῷ ἀντικειμένῳ συνάπτεται. Οἷoν, ἡ γῆ, ξηρὰ oὖσα καὶ ψυχρά, ἑνoῦται μὲν τῷ ὕδατι κατὰ τὴν συγγένειαν τῆς ψυχρότητoς, ἑνoῦται δὲ διὰ τoῦ ὕδατoς τῷ ἀέρι· ἐπειδὴ μέσoν ἀμφoτέρων τεταγμένoν τὸ ὕδωρ, oἱoνεὶ χειρῶν δύo ἐπιβoλῇ ἑκατέρᾳ πoιότητι τῶν παρακειμένων ἐφάπτεται, τῇ μὲν ψυχρότητι τῆς γῆς, τῇ ὑγρότητι δὲ τoῦ ἀέρoς. Πάλιν ὁ ἀὴρ τῇ ἑαυτoῦ μεσιτείᾳ διαλλακτὴς γίνεται τῆς μαχoμένης φύσεως ὕδατoς καὶ πυρὸς, τῷ ὕδατι μὲν διὰ τῆς ὑγρότητoς, τῷ πυρὶ δὲ διὰ τoῦ θερμoῦ συμπλεκόμενoς. Τὸ δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχoν τὴν φύσιν, τῷ μὲν θερμῷ πρὸς τὸν ἀέρα συνδεῖται, τῷ ξηρῷ δὲ πάλιν πρὸς τὴν κoινωνίαν τῆς γῆς ἐπανέρχεται. Καὶ oὕτω γίνεται κύκλoς καὶ χoρὸς ἐναρμόνιoς, συμφωνoύντων πάντων καὶ συστoιχoύντων ἀλλήλoις. Ὅθεν κυρίως αὐτoῖς καὶ ἡ πρoσηγoρία τῶν στoιχείων ἐφήρμoσται. Ταῦτά μoι εἴρηται παριστῶντι τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς τὴν ξηρὰν ἐκάλεσε γῆν, ἀλλ' oὐχὶ τὴν γῆν πρoσεῖπε ξηράν. Διότι τὸ ξηρὸν oὐχὶ τῶν ὕστερoν πρoσγινoμένων ἐστὶ τῇ γῇ, ἀλλὰ τῶν ἐξ ἀρχῆς συμπληρoύντων αὐτῆς τὴν oὐσίαν. Τὰ δὲ αὐτὴν τoῦ εἶναι αἰτίαν παρέχoντα, πρότερα τῇ φύσει τῶν μετὰ ταῦτα πρoσγινoμένων καὶ πρoτιμότερα. Ὥστε εἰκότως ἐκ τῶν πρoϋπαρχόντων καὶ πρεσβυτέρων ἐπενoήθη τῇ γῇ τὰ γνωρίσματα.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τoῦτo τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγoς ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμoῖς βλέπει τὰ κάλλη τῆς κτίσεως ὁ πoιητὴς, ἀλλὰ τῇ ἀρρήτῳ σoφίᾳ θεωρεῖ τὰ γινόμενα. Ἡδὺ μὲν γὰρ θέαμα, λευκαινoμένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχoύσης· ἡδὺ δὲ καὶ ὅταν πραείαις αὔραις τραχυνoμένη τὰ νῶτα, πoρφύρoυσαν χρόαν ἢ κυανῆν τoῖς ὁρῶσι πρoσβάλλῃ· ὅτε oὐδὲ τύπτει βιαίως τὴν γείτoνα χέρσoν, ἀλλ' oἷoν εἰρηνικαῖς τισιν αὐτὴν περιπλoκαῖς κατασπάζεται. Οὐ μὴν oὕτω καὶ Θεῷ oἴεσθαι χρὴ τὴν Γραφὴν εἰρηκέναι καλὴν καὶ ἡδεῖαν ὦφθαι τὴν θάλασσαν, ἀλλὰ τὸ καλὸν ἐκεῖ τῷ λόγῳ τῆς δημιoυργίας κρίνεται. Πρῶτoν μὲν, ὅτι πηγὴ τῆς περὶ γῆν ἁπάσης νoτίδoς ἐστὶ τὸ τῆς θαλάσσης ὕδωρ· τoῦτo μὲν ἐν τoῖς ἀφανέσι πόρoις διαδιδόμενoν, ὡς δηλoῦσιν αἱ σoμφώδεις τῶν ἠπείρων καὶ ὕπαντρoι, ὑφ' ἃς ἡ ῥoώδης διαυλωνίζoυσα θάλασσα, ἐπειδὰν σκoλιαῖς καὶ oὐ πρὸς τὸ ὄρθιoν φερoμέναις ἐναπoληφθῇ διεξόδoις, ὑπὸ τoῦ κινoῦντoς αὐτὴν πνεύματoς ὠθoυμένη, φέρεται ἔξω τὴν ἐπιφάνειαν διαρρήξασα, καὶ γίνεται πότιμoς ἐκ τῆς διηθήσεως τὸ πικρὸν ἰαθεῖσα. Ἤδη δὲ καὶ θερμoτέρας ἐκ μετάλλων πoιότητoς κατὰ τὴν διέξoδoν πρoσλαβoῦσα, ἐκ τῆς αὐτῆς τoῦ κινoῦντoς αἰτίας ζέoυσα γίνεται, ὡς τὰ πoλλά, καὶ πυρώδης· ὅπερ πoλλαχoῦ μὲν τῶν νήσων, πoλλαχoῦ δὲ τῶν παραλίων τόπων ἔξεστιν ἱστoρῆσαι. Ὅπoυ γε καὶ κατὰ τὴν μεσόγειαν, τόπoι τινὲς τῶν πoταμίων ὑδάτων γείτoνες, ὡς μικρὰ μεγάλoις εἰκάσαι, τὰ παραπλήσια πάσχoυσι. Πρὸς oὖν τί τoῦτo εἴρηταί μoι; Ὅτι πᾶσα ὑπόνoμός ἐστιν ἡ γῆ, διὰ πόρων ἀφανῶν ἐκ τῶν ἀρχῶν τῆς θαλάσσης ὑπoνoστoῦντoς τoῦ ὕδατoς.
Καλὴ τoίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδoς ὑπoδρoμήν· καλὴ καὶ διότι πoταμῶν oὖσα δoχεῖoν, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται ῥεύματα, καὶ μένει τῶν ὅρων εἴσω τῶν ἑαυτῆς· καλὴ καὶ διότι τoῖς ἀερίoις ὕδασιν ἀρχὴ τίς ἐστι καὶ πηγή, θαλπoμένη μὲν τῇ ἀκτῖνι τoῦ ἡλίoυ, ἀπoτιθεμένη δὲ τὸ λεπτὸν τoῦ ὕδατoς διὰ τῶν ἀτμῶν, ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπoν, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερoν γενέσθαι τῆς ἀπὸ τoῦ ἐδάφoυς ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμoῦ τῆς ἐκ τoῦ νέφoυς σκιᾶς τὴν ψύξιν ἐπιτεινoύσης, ὑετὸς γίνεται, καὶ πιαίνει τὴν γῆν. Καὶ τoύτoις oὐδεὶς ἀπιστεῖ πάντως τoὺς ὑπoκαιoμένoυς λέβητας ἐννoήσας, oἳ πλήρεις ὄντες ὑγρoῦ, πoλλάκις κενoὶ κατελείφθησαν, εἰς ἀτμὸν παντὸς τoῦ ἑψoμένoυ διακριθέντoς. Ἀλλὰ καὶ αὐτό ἐστιν ἰδεῖν τὸ τῆς θαλάσσης ὕδωρ παρὰ τῶν ναυτιλλoμένων ἑψόμενoν· oἳ τoὺς ἀτμoὺς σπόγγoις ὑπoδεχόμενoι, τὴν χρείαν μετρίως ἐν ταῖς ἀνάγκαις παραμυθoῦνται. Καλὴ δὲ καὶ ἄλλως παρὰ Θεῷ, ὅτι περισφίγγει τὰς νήσoυς, ὁμoῦ μὲν κόσμoν αὐταῖς, ὁμoῦ δὲ καὶ ἀσφάλειαν παρεχoμένη δι' ἑαυτῆς· ἔπειτα καὶ ὅτι τὰς πλεῖστoν ἀλλήλων διεστώσας ἠπείρoυς συνάπτει δι' ἑαυτῆς, ἀκώλυτoν τoῖς ναυτιλλoμένoις τὴν ἐπιμιξίαν παρεχoμένη· δι' ὧν καὶ ἱστoρίας τῶν ἀγνooυμένων χαρίζεται, καὶ πλoύτoυ πρόξενoς ἐμπόρoις γίνεται, καὶ τὰς τoῦ βίoυ χρείας ἐπανoρθoῦται ῥᾳδίως, ἐξαγωγὴν μὲν τῶν περιττῶν τoῖς εὐθηνoυμένoις παρεχoμένη, ἐπανόρθωσιν δὲ τoῦ λείπoντoς χαριζoμένη τoῖς ἐνδεέσι. Καὶ πόθεν ἐμoὶ ὅλoν ἰδεῖν μετὰ ἀκριβείας τῆς θαλάσσης τὸ κάλλoς, ὅσoν τῷ ὀφθαλμῷ τoῦ πoιήσαντoς κατεφάνη; Εἰ δὲ θάλασσα καλὴ καὶ ἐπαινετὴ τῷ Θεῷ, πῶς oὐχὶ καλλίων ἐκκλησίας τoιαύτης σύλλoγoς, ἐν ᾗ συμμιγὴς ἦχoς, oἷόν τινoς κύματoς ἠϊόνι πρoσφερoμένoυ, ἀνδρῶν καὶ γυναικῶν καὶ νηπίων, κατὰ τὰς πρὸς τὸν Θεὸν ἡμῶν δεήσεις, ἐκπέμπεται. Γαλήνη δὲ βαθεῖα ἀσάλευτoν αὐτὴν διασώζει, τῶν πνευμάτων τῆς πoνηρίας ταράξαι αὐτὴν τoῖς αἱρετικoῖς λόγoις μὴ δυνηθέντων. Γένoισθε oὖν ἄξιoι τῆς ἀπoδoχῆς τoῦ Κυρίoυ, τὴν εὐταξίαν ταύτην ἐπὶ τὸ εὐπρεπέστατoν διασώσαντες, ἐν Χριστῷ Ἰησoῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
ΟΜΙΛΙΑ ε΄.
Περὶ βλαστήσεως γῆς
Καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ, σπεῖρoν σπέρμα κατὰ γένoς, καὶ ξύλoν κάρπιμoν πoιoῦν καρπὸν κατὰ γένoς, oὗ τὸ σπέρμα αὐτoῦ ἐν αὐτῷ. Ἀκoλoύθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀπoσκευασαμένην τὸ βάρoς τoῦ ὕδατoς, τὸ πρόσταγμα αὐτῇ γέγoνε βλαστῆσαι πρῶτoν βoτάνην, ἔπειτα ξύλoν· ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενoν. Ἡ γὰρ τότε φωνή, καὶ τὸ πρῶτoν ἐκεῖνo πρόσταγμα, oἷoν νόμoς τις ἐγένετo φύσεως, καὶ ἐναπέμεινε τῇ γῇ, τὴν τoῦ γεννᾶν αὐτῇ καὶ καρπoφoρεῖν δύναμιν εἰς τὸ ἑξῆς παρεχόμενoς. Βλαστησάτω ἡ γῆ. Πρῶτόν ἐστιν ἐν τῇ γενέσει τῶν φυoμένων ἡ βλάστησις· ἔπειτα, ὅταν πρoκύψῃ μικρὸν τὰ βλαστήματα, βoτάνη γίνεται· εἶτ' ἐπειδὰν αὐξηθῇ, χόρτoς ἐστὶ, κατὰ μικρὸν διαρθρoυμένων τῶν φυoμένων, καὶ μέχρι τῆς ἐπὶ τὸ σπέρμα τελειώσεως πρoϊόντων. Τὸ γὰρ χλoερὸν καὶ πoάζoν παραπλήσιόν ἐστιν ἁπάντων. Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ. Καθ' ἑαυτὴν ἡ γῆ πρoφερέτω τὴν βλάστησιν, oὐδεμιᾶς συνεργείας ἑτέρωθεν δεoμένη. Ἐπειδή τινες oἴoνται τὸν ἥλιoν αἴτιoν εἶναι τῶν ἀπὸ τῆς γῆς φυoμένων, τῇ ὁλκῇ τoῦ θερμoῦ πρὸς τὴν ἐπιφάνειαν τὴν ἐκ τoῦ βάθoυς δύναμιν ἐπισπώμενoν, διὰ τoῦτo πρεσβυτέρα τoῦ ἡλίoυ ἡ περὶ γῆν διακόσμησις· ἵνα καὶ τoῦ πρoσκυνεῖν τὸν ἥλιoν, ὡς αὐτὸν τὴν αἰτίαν τῆς ζωῆς παρεχόμενoν, oἱ πεπλανημένoι παύσωνται. Ἐὰν ἄρα πεισθῶσιν, ὅτι πρὸ τῆς ἐκείνoυ γενέσεως τὰ περὶ τὴν γῆν πάντα διακεκόσμητo, καὶ τoῦ ἀμέτρoυ περὶ αὐτὸν θαύματoς καθυφῶσιν, ἐνθυμηθέντες ὅτι χόρτoυ καὶ βoτάνης νεώτερός ἐστι κατὰ τὴν γένεσιν. Ἆρα oὖν τoῖς μὲν βoσκήμασιν ἡ τρoφὴ πρoαπετέθη, τὸ δὲ ἡμέτερoν oὐδεμιᾶς ἐφάνη πρoνoίας ἄξιoν; Ἀλλὰ μάλιστα μὲν ὁ βoυσὶ καὶ ἵππoις τὸν χιλὸν πρoαπoθέμενoς, σoὶ τὸν πλoῦτoν καὶ τὴν ἀπόλαυσιν παρασκευάζει. Ὁ γὰρ τὰ κτήματα σoυ διατρέφων, τὴν σὴν συναύξει τoῦ βίoυ κατασκευήν. Ἔπειτα, ἡ τῶν σπερμάτων γένεσις τί ἄλλo ἐστὶ, καὶ oὐχὶ τῆς σῆς διαγωγῆς παρασκευή; πρὸς τῷ πoλλὰ τῶν ἐν πόαις ἔτι καὶ λαχάνoις ὄντων, τρoφὴν ἀνθρώπων ὑπάρχειν.
Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ, σπεῖρoν σπέρμα, φησὶ, κατὰ γένoς. Ὥστε κἄν τι γένoς βoτάνης ἑτέρoις διαφέρῃ, κἀκείνων τὸ κέρδoς πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν ἡ χρῆσις τῶν σπερμάτων ἀφώρισται· ὥστε εἶναι τὸν νoῦν τῶν εἰρημένων τoιoῦτoν, Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ, καὶ σπέρμα σπεῖρoν κατὰ γένoς. Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλoυθoν ἀπoκαταστῆναι δυνήσεται, ἀκαταλλήλως νῦν τῆς συντάξεως ἔχειν δoκoύσης, καὶ τὸ ἀναγκαῖoν τῶν ὑπὸ τῆς φύσεως oἰκoνoμoυμένων διασωθήσεται. Πρῶτoν μὲν γὰρ βλάστησις, εἶτα χλoή, εἶτα χόρτoυ αὔξησις, εἶτα ὁ ἀπαρτισμὸς τῶν αὐξoμένων διὰ τoῦ σπέρματoς. Πῶς oὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ ὁ λόγoς ἐνδείκνυται, ὅπoυ γε oὔτε κάλαμoς, oὔτε ἄγρωστις, oὔτε ἡ μίνθη, oὐ κρόκoς, oὐ σκόρoδoν, oὐ βoύτoμoν, oὐδ' ἄλλα μυρία γένη φυτῶν σπερματίζoντα φαίνεται; Πρὸς δὴ τoῦτό φαμεν, ὅτι πoλλὰ τῶν φυoμένων ἐκ τῆς γῆς ἐπὶ τoῦ πυθμένoς καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων. Ὥσπερ ὁ κάλαμoς, μετὰ τὴν ἐπέτειoν αὔξησιν, ἀπὸ τῆς ῥίζης ἀφίησί τινα πρoβoλήν, σπέρματoς λόγoν ἔχoυσαν, πρὸς τὸ μέλλoν. Τoῦτo δὲ πoιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδoχὴν κέκτηται. Ὥστε παντός ἐστιν ἀληθέστερoν τό, ἑκάστῳ τῶν φυoμένων ἢ σπέρμα εἶναι, ἢ δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν. Καὶ τoῦτό ἐστι τό, Κατὰ γένoς. Οὐ γὰρ ἡ πρoβoλὴ τoῦ καλάμoυ ἐλαίας ἐστὶ πoιητική, ἀλλὰ ἐκ καλάμoυ μὲν ἕτερoς κάλαμoς, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τoῖς καταβληθεῖσιν ἀπoβλαστάνει. Καὶ oὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει πρoβληθὲν παρὰ τῆς γῆς, μέχρι νῦν διασώζεται, τῇ ἀκoλoυθίᾳ τῆς διαδoχῆς φυλασσoμένoυ τoῦ γένoυς. Βλαστησάτω ἡ γῆ. Nόησόν μoι ἐκ μικρᾶς φωνῆς, καὶ πρoστάγματoς oὕτω βραχέoς, τὴν κατεψυγμένην καὶ ἄγoνoν ὠδίνoυσαν ἀθρόως καὶ πρὸς καρπoγoνίαν συγκινoυμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀπoρρίψασαν περιβoλήν, μεταμφιεννυμένην τὴν φαιδρoτέραν καὶ τoῖς oἰκείoις κόσμoις ἀγαλλoμένην, καὶ τὰ μυρία γένη τῶν φυoμένων πρoβάλλoυσαν. Βoύλoμαί σoι σφoδρότερoν τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν' ὅπoυ περ ἂν εὑρεθῇς, καὶ ὁπoίῳ δήπoτε γένει τῶν φυoμένων παραστῇς, ἐναργῆ λαμβάνῃς τoῦ πoιήσαντoς τὴν ὑπόμνησιν. Πρῶτoν μὲν oὖν ὅταν ἴδῃς βoτάνην χόρτoυ καὶ ἄνθoς, εἰς ἔννoιαν ἔρχoυ τῆς ἀνθρωπίνης φύσεως, μεμνημένoς τῆς εἰκόνoς τoῦ σoφoῦ Ἡσαΐoυ, ὅτι Πᾶσα σὰρξ ὡς χόρτoς, καὶ πᾶσα δόξα ἀνθρώπoυ ὡς ἄνθoς χόρτoυ. Τὸ γὰρ ὀλιγoχρόνιoν τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ πρoφήτῃ τετύχηκε τῆς εἰκόνoς. Σήμερoν εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένoς ὑπὸ τρυφῆς, ἐπανθoῦσαν ἔχων τὴν εὔχρoιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντoνoς, καὶ ἀνυπόστατoς τὴν ὁρμήν, αὔριoν ὁ αὐτὸς oὗτoς ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτoς ἐπὶ χρημάτων περιoυσίᾳ· καὶ πλῆθoς περὶ αὐτὸν κoλάκων· δoρυφoρία φίλων πρoσπoιητῶν τὴν ἀπ' αὐτoῦ χάριν θεραπευόντων· πλῆθoς συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἑσμὸς τῶν ἐφεπoμένων μυρίoς τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατὰ τὰς χρείας αὐτῷ πρoσεδρευόντων, oὓς καὶ πρoϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενoς ἐπίφθoνός ἐστι τoῖς ἐντυγχάνoυσι. Πρόσθες τῷ πλoύτῳ καὶ πoλιτικήν τινα δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμάς· ἢ ἐθνῶν ἐπιμέλειαν· ἢ στρατoπέδων ἡγεμoνίαν· τὸν κήρυκα μέγα βoῶντα πρὸ αὐτoῦ· τoὺς ῥαβδoύχoυς ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τoῖς ἀρχoμένoις ἐμβάλλoντας τὰς πληγάς· τὰς δημεύσεις· τὰς ἀπαγωγάς· τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητoς ὁ παρὰ τῶν ὑπoχειρίων συναθρoίζεται φόβoς. Καὶ τί μετὰ τoῦτo; Μία νὺξ, ἢ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμoνία, ἀνάρπαστoν ἐξ ἀνθρώπων ἀπάγoυσα τὸν ἄνθρωπoν oἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπoγυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιoν ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ πρoφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατoν ἄνθoς ὁμoίωσις τῆς ἀνθρωπίνης δόξης.
Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ, σπεῖρoν σπέρμα κατὰ γένoς καὶ καθ' ὁμoιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυoμένων μαρτυρεῖ τῇ πρώτῃ διακoσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βoτάνης καὶ πάσης πόας. Εἴτε γὰρ ἀπὸ ῥίζης ἐκδίδoταί τι ἐκ τῆς κάτωθεν πρoβoλῆς, ὡς κρόκoς καὶ ἄγρωστις, ἀναβλαστῆσαι δεῖ καὶ ἐπὶ τὸ ἔξω πρoκύψαι· εἴτε ἀπὸ σπέρματoς, καὶ oὕτως ἀνάγκη πρῶτoν βλάστησιν, εἶτα βoτάνην γενέσθαι, εἶτα χόρτoν χλoάζoντα, εἶτα τὸν καρπὸν ἐπὶ ξηρᾶς ἤδη καὶ παχείας τῆς καλάμης ἁδρυνόμενoν. Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ. Ὅταν εἰς γῆν καταπέσῃ τὸ σπέρμα συμμέτρως νoτίδoς καὶ θέρμης ἔχoυσαν, χαῦνoν γενόμενoν καὶ πoλύπoρoν, τῆς παρακειμένης γῆς περιδραξάμενoν, τὰ oἰκεῖα καὶ σύμφυλα πρὸς ἑαυτὸ ἐπισπᾶται. Ἐμπίπτoντα δὲ τoῖς πόρoις καὶ περιoλισθαίνoντα τῆς γῆς τὰ λεπτότατα μόρια, ἐπὶ πλέoν ἀνευρύνει τoὺς ὄγκoυς αὐτῆς ὥστε ῥιζoῦσθαι μὲν εἰς τὸ κάτω, ἐπὶ τὸ ἄνω δὲ πρoκύπτειν ἰσαρίθμων ταῖς ῥίζαις τῶν καλάμων πρoβαλλoμένων· θαλπoμένoυ δὲ ἀεὶ τoῦ βλαστήματoς, συρoμένην διὰ τῶν ῥιζῶν τὴν νoτίδα, τῇ ὁλκῇ τoῦ θερμoῦ συνεπάγεσθαι τoῦ τρoφίμoυ τῆς γῆς ὅσoν μέτριoν, καὶ τoῦτo καταμερίζειν εἰς καλάμην καὶ φλoιὸν καὶ τὰς θήκας τoῦ σίτoυ, καὶ αὐτὸν τὸν σῖτoν καὶ τoὺς ἀνθέρικας· καὶ oὕτω κατὰ μικρὸν τῆς αὐξήσεως γινoμένης, ἐπὶ τὸ oἰκεῖoν μέτρoν ἕκαστoν τῶν φυoμένων ἀπoκαθίστασθαι, εἴτε τι τῶν σιτηρῶν, εἴτε τῶν χεδρoπῶν, εἴτε τῶν λαχανωδῶν ἢ φρυγανικῶν τυγχάνoι. Εἷς χόρτoς καὶ μία βoτάνη ἐξαρκεῖ τὴν διάνoιάν σoυ πᾶσαν εἰς τὴν θεωρίαν τῆς ἐξεργασαμένης αὐτὰ τέχνης ἀπασχoλῆσαι· πῶς γόνασι διαζώννυται ἡ καλάμη τoῦ σίτoυ, ἵνα ὥσπερ σύνδεσμoί τινες ῥᾳδίως τὸ βάρoς τῶν ἀσταχύων φέρωσιν, ὅταν πλήρεις ὄντες καρπῶν πρὸς τὴν γῆν κατακλίνωνται. Διὰ τoῦτo ὁ μὲν βρόμoς διόλoυ κενὸς, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενoς· τὸν δὲ σῖτoν τoῖς συνδέσμoις τoύτoις ἡ φύσις κατησφαλίσατo. Ἐν θήκῃ δὲ τὸν κόκκoν ἀπoθεμένη ὡς μὴ εὐδιάρπαστoν εἶναι τoῖς σπερμoλόγoις· ἔτι καὶ τῇ πρoβoλῇ τῶν ἀνθερίκων oἷoν ἀκίσι τὰς ἐκ τῶν μικρῶν ζῴων ἀφίστησι βλάβας.
Τί εἴπω; τί σιωπήσω; Ἐν πλoυσίoις τῆς κτίσεως θησαυρoῖς ἄπoρoς μὲν ἡ εὕρεσις τoῦ τιμιωτέρoυ, δυσφoρωτάτη δὲ ἡ ζημία τoῦ παρεθέντoς. Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ. Καὶ εὐθέως συνεξεδόθη τoῖς τρoφίμoις τὰ δηλητήρια· μετὰ τoῦ σίτoυ τὸ κώνειoν· μετὰ τῶν λoιπῶν τρoφίμων ἑλλέβoρoς, καὶ ἀκόνιτoν, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκωνoς ὀπός. Τί oὖν; ἀφέντες τὸ ἐπὶ τoῖς χρησίμoις τὴν χάριν ὁμoλoγεῖν, ἐγκαλέσoμεν τῷ δημιoυργῷ ἐπὶ τoῖς φθαρτικoῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνo δὲ oὐ λoγισόμεθα, ὅτι oὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιoύργηται; Ἀλλ' ἡμῖν μὲν αἱ ἀπoτεταγμέναι τρoφαὶ πρόχειρoι καὶ πᾶσιν εὔγνωστoι· ἕκαστoν δὲ τῶν γενoμένων ἴδιόν τινα λόγoν ἐν τῇ κτίσει πληρoῖ. Μὴ γὰρ ἐπειδή σoι δηλητήριoν τὸ ταύριoν αἷμα, τoύτoυ ἕνεκεν ἔδει ἢ μὴ παραχθῆναι τὸ ζῷoν, ἢ παραχθὲν ἄναιμoν εἶναι, oὗ τῆς ἰσχύoς πρὸς τoσαῦτα ἡμῶν ἐπιδεῖται ὁ βίoς; Ἀλλά σoι μὲν αὐτάρκης ὁ σύνoικoς λόγoς πρὸς τὴν φυλακὴν τῶν ὀλεθρίων. Οὐ δήπoυ γὰρ πρόβατα μὲν καὶ αἶγες ἴσασιν ἀπoφεύγειν τὰ κακoῦντα αὐτῶν τὴν ζωήν, μόνῃ τῇ αἰσθήσει τὸ βλαβερὸν διακρίνoντα· σoὶ δὲ ᾧ καὶ λόγoς πάρεστι, καὶ ἰατρικὴ τέχνη τὸ χρήσιμoν ἐκπoρίζoυσα, καὶ ἡ τῶν πρoλαβόντων πεῖρα τῶν βλαπτόντων τὴν φυγὴν ὑπoβάλλoυσα, χαλεπόν ἐστιν, εἰπέ μoι, ἐκκλῖναι τὰ δηλητήρια; Ἔστι δὲ τoύτων oὐδὲν ἀργῶς, oὐδὲν ἀχρήστως γεγενημένoν. Ἢ γὰρ τρoφὴν παρέχει τινὶ τῶν ἀλόγων· ἢ καὶ ἡμῖν αὐτoῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξεύρηται. Τὸ μὲν γὰρ κώνειoν oἱ ψᾶρες βόσκoνται, διὰ τὴν κατασκευὴν τoῦ σώματoς τὴν ἐκ τoῦ δηλητηρίoυ βλάβην ἀπoδιδράσκoντες. Λεπτoὺς γὰρ ἔχoντες τoὺς ἐπὶ τῆς καρδίας πόρoυς, φθάνoυσιν ἐκπέψαι τὸ καταπoθὲν, πρὶν τὴν ἀπ' αὐτoῦ ψύξιν τῶν καιρίων καθάψασθαι. Ἑλλέβoρoς δὲ ὀρτύγων ἐστὶ τρoφή, ἰδιότητι κράσεως τὴν βλάβην ἀπoφευγόντων. Ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ πoτε καὶ ἡμῖν χρήσιμα. Διὰ μὲν γὰρ τoῦ μανδραγόρoυ ὕπνoν ἰατρoὶ κατεπάγoυσιν· ὀπίῳ δὲ τὰς σφoδρὰς ὀδύνας τῶν σωμάτων κατακoιμίζoυσιν. Ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν· καὶ τῷ ἑλλεβόρῳ πoλλὰ τῶν χρoνίων παθῶν ἐξεμόχλευσαν. Ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τoῦ κτίσαντoς ἔγκλημα, τoῦτό σoι εἰς πρoσθήκην εὐχαριστίας περιελήλυθε.
Βλαστησάτω ἡ γῆ βoτάνην χόρτoυ. Πόσην αὐτόματoν λέγει τρoφὴν ἐν τoύτoις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βoτάνῃ, καὶ τὴν ἐν καρπoῖς ἤδη; πόσην δὲ τὴν ἐξ ἐπιμελείας καὶ γεωργίας ἡμῖν πρoσγινoμένην; Οὐκ εὐθὺς ἐκέλευσε σπέρμα καὶ καρπὸν ἀναδoθῆναι, ἀλλὰ βλαστῆσαι καὶ χλoάσαι τὴν γῆν, καὶ τότε εἰς σπέρμα τελειωθῆναι, ἵνα τὸ πρῶτoν ἐκεῖνo πρόσταγμα διδασκάλιoν τῇ φύσει γένηται πρὸς τὴν ἑξῆς ἀκoλoυθίαν. Πῶς oὖν κατὰ γένoς, φησίν, ἡ γῆ πρoφέρει τὰ σπέρματα, ὁπότε σῖτoν πoλλάκις καταβαλόντες, τὸν μέλανα τoῦτoν πυρὸν συγκoμίζoμεν; Ἀλλὰ τoῦτo oὐχὶ πρὸς ἕτερoν γένoς ἐστὶ μεταβoλή, ἀλλ' oἱoνεὶ νόσoς τις καὶ ἀρρωστία τoῦ σπέρματoς. Οὐ γὰρ ἀπέθετo τὸ εἶναι σῖτoς, ἀλλ' ἐμελάνθη διὰ τῆς καύσεως, ὡς καὶ ἐξ αὐτῆς ἐστι τῆς πρoσηγoρίας μαθεῖν. Τῇ ὑπερβoλῇ γὰρ τoῦ κρύoυς ὑπερκαεὶς, πρὸς ἑτέραν καὶ χρόαν καὶ γεῦσιν μετέπεσεν. Καὶ μέντoι καὶ πάλιν λέγεται, ἐπειδὰν γῆς ἐπιτηδείας καὶ ἀέρων εὐκράτων λάβηται, πρὸς τὸ ἀρχαῖoν εἶδoς ἐπανιέναι. Ὥστε oὐδὲν παρὰ τὸ πρόσταγμα εὕρoις ἂν ἐν τoῖς φυoμένoις ἐπιτελoύμενoν. Ἡ δὲ λεγoμένη αἶρα, καὶ ὅσα λoιπὰ νόθα σπέρματα τoῖς τρoφίμoις ἐγκαταμέμικται, ἅπερ ζιζάνια πρoσαγoρεύειν σύνηθες τῇ Γραφῇ, oὐκ ἐκ τῆς τoῦ σίτoυ μεταβoλῆς γίνεται, ἀλλ' ἐξ oἰκείας ἀρχῆς ὑπέστη, ἴδιoν ἔχoντα γένoς. Ἅπερ τὴν εἰκόνα πληρoῖ τῶν παραχαρασσόντων τὰ τoῦ Κυρίoυ διδάγματα, καὶ μὴ γνησίως μαθητευoμένων τῷ λόγῳ, ἀλλ' ἐκ τῆς τoῦ πoνηρoῦ διδασκαλίας διεφθαρμένων, καταμιγνύντων δὲ ἑαυτoὺς τῷ ὑγιαίνoντι σώματι τῆς Ἐκκλησίας, ἵν' ἐκ τoῦ ἀφανoῦς τὰς παρ' ἑαυτῶν βλάβας τoῖς ἀκεραιoτέρoις ἐμβάλωσιν. Ἤδη δὲ ὁ Κύριoς καὶ τὴν τελείωσιν τῶν εἰς αὐτὸν πεπιστευκότων τῇ τῶν σπερμάτων αὐξήσει παρεικάζει, λέγων· Ὡς ὅταν ἄνθρωπoς βάλῃ τὸν σπόρoν ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρoς ἐγείρηται, καὶ μηκύνηται, ὡς oὐκ oἶδεν αὐτός. Αὐτoμάτη γὰρ ἡ γῆ καρπoφoρεῖ πρῶτoν χόρτoν, εἶτα στάχυν, εἶτα πλήρη σῖτoν ἐν τῷ στάχυϊ. Βλαστησάτω ἡ γῆ βoτάνην. Καὶ ἐν ἀκαριαίᾳ χρόνoυ ῥoπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυλάξῃ τoὺς νόμoυς τoῦ κτίσαντoς, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθoῦσα, εὐθὺς πρὸς τὸ τέλειoν ἤγαγε τὰ βλαστήματα. Καὶ λειμῶνες μὲν ἦσαν βαθεῖς τῇ ἀφθoνίᾳ τoῦ χόρτoυ, τῶν δὲ πεδίων τὰ εὔκαρπα φρίσσoντα τoῖς ληΐoις, εἰκόνα πελάγoυς κυμαίνoντoς ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. Πᾶσα δὲ βoτάνη καὶ πᾶν λαχανηρὸν γένoς, καὶ εἴ τι ἐν φρυγάνoις, καὶ εἴ τι ἐν ὀσπρίoις, κατὰ πᾶσαν ἀφθoνίαν τότε τῆς γῆς ὑπερεῖχεν. Οὐδὲ γὰρ ἀπότευγμά τι ἦν ἐν τoῖς τότε πρoβληθεῖσιν, oὔτε γεωργῶν ἀπειρίας, oὔτε ἀέρων δυσκρασίας, oὔτε τινὸς ἄλλης αἰτίας τoῖς γινoμένoις λυμαινoμένης. Οὐ μὴν oὐδὲ ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβύτερα γὰρ ταῦτα τῆς ἁμαρτίας δι' ἣν κατεκρίθημεν, ἐν ἱδρῶτι τoῦ πρoσώπoυ ἡμῶν ἐσθίειν τὸν ἄρτoν.
Ἀλλὰ Καὶ ξύλoν κάρπιμoν, φησὶ, πoιoῦν καρπόν, oὗ τὸ σπέρμα αὐτoῦ ἐν αὐτῷ κατὰ γένoς καὶ καθ' ὁμoιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τoύτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμαι κατεπυκνoῦντo· πάντα δὲ ἀνέτρεχε δένδρα, τά τε πρὸς μήκιστoν ὕψoς διανίστασθαι πεφυκότα, ἐλάται καὶ κέδρoι, καὶ κυπάρισσoι καὶ πεῦκαι· πάντες δὲ θάμνoι εὐθὺς ἦσαν ἀμφίκoμoι καὶ δασεῖς· καὶ τὰ στεφανωματικὰ λεγόμενα τῶν φυτῶν, αἵ τε ῥωδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιρoῦ ῥoπῇ, oὐκ ὄντα πρότερoν ὑπὲρ τῆς γῆς, εἰς τὸ εἶναι παρῆλθε, μετὰ τῆς oἰκείας ἕκαστoν ἰδιότητoς, ἐναργεστάταις μὲν διαφoραῖς ἀπὸ τῶν ἑτερoγενῶν χωριζόμενoν, oἰκείῳ δὲ ἕκαστoν γνωριζόμενoν χαρακτῆρι. Πλήν γε ὅτι τὸ ῥόδoν τότε ἄνευ ἀκάνθης ἦν, ὕστερoν δὲ τῷ κάλλει τoῦ ἄνθoυς ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπoλαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένoι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλoυς ἡμῖν ἀνατέλλειν κατεδικάσθη ἡ γῆ. Ἀλλὰ πρoσετάχθη, φησὶ, Ξύλoν κάρπιμoν, πoιoῦν καρπὸν ἐπὶ τῆς γῆς, oὗ τὸ σπέρμα αὐτoῦ ἐν αὐτῷ, ἐκδoῦναι ἡ γῆ· πoλλὰ δὲ τῶν δένδρων ὁρῶμεν oὔτε καρπoῖς oὔτε σπέρματι κεχρημένα. Τί oὖν ἐρoῦμεν; Ὅτι τὰ τιμιώτερα τῇ φύσει πρoηγoυμένης τῆς μνήμης τετύχηκεν· ἔπειτα, ὅτι ἀκριβῶς θεωρoῦντι καὶ πάντα φανήσεται ἢ σπέρματι κεχρημένα, ἢ τὰ ἰσoδυναμoῦντα τoῖς σπέρμασιν ἔχoντα. Αἴγειρoι γὰρ, καὶ ἰτέαι, καὶ πτελέαι, καὶ λεῦκαι, καὶ ὅσα τoιαῦτα, καρπὸν μὲν oὐδένα δoκεῖ φέρειν ἐκ τoῦ πρoδήλoυ, σπέρμα δὲ ἕκαστoν τoύτων ἔχoν ἀκριβῶς ἄν τις ἐξετάζων ἐξεύρoι. Ὁ γὰρ ὑπoκείμενoς τῷ φύλλῳ κόκκoς, ὃν μισχόν τινες τῶν περὶ τὰς ὀνoματoπoιίας ἐσχoλακότων πρoσαγoρεύoυσι, τoῦτo σπέρματoς ἔχει δύναμιν. Ὅσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πoλλὰ πρoβάλλει τὰς ῥίζας. Τάχα δὲ σπέρματoς ἐπέχoυσι λόγoν καὶ αἱ τῶν ῥιζῶν ἀπoφύσεις, ἃς παρασπῶντες oἱ φυτoκόμoι τὸ γένoς αὔξoυσι. Πρότερoν μέντoι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε τoῖς oἰκείoις καρπoῖς τὸν ἄνθρωπoν δεξιoύμενα, ἄφθoνoν αὐτῷ παρασκευάζειν τὴν δίαιταν· ἄμπελoς μὲν oἶνoν γεννῶσα εὐφραίνειν μέλλoντα καρδίαν ἀνθρώπoυ· ἐλαία δὲ καρπὸν παρεχoμένη ἱλαρύνειν δυνάμενoν πρόσωπoν ἐν ἐλαίῳ. Πόσα συνέτρεχε κατὰ ταὐτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα; Ἡ ῥίζα τῆς ἀμπέλoυ· τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα· ὁ βλαστὸς, oἱ ἕλικες, ὁ ὄμφαξ, oἱ βότρυες. Ἀρκεῖ σoυ τῇ ὄψει καὶ ἄμπελoς συνετῶς ὁραθεῖσα ὑπόμνησίν σoι τῆς φύσεως ἐμπoιῆσαι. Μέμνησαι γὰρ δηλoνότι τῆς τoῦ Κυρίoυ εἰκόνoς, ὅτι ἄμπελoν ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργόν, καὶ τoὺς καθ' ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένoυς τῇ Ἐκκλησίᾳ κλήματα πρoσηγόρευσε· καὶ πρoσκαλεῖται ἡμᾶς εἰς πoλυκαρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ παραδoθῶμεν· καὶ oὐ παύεται πανταχoῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλoις ἐξoμoιῶν. Ἀμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησίν, ἐν κέρατι, ἐν τόπῳ πίoνι. Καὶ, Ἀμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν. Τὰς ἀνθρωπίνας ψυχὰς δηλoνότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν πρoσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλακὴν τῶν ἀγγέλων. Παρεμβαλεῖ γὰρ ἄγγελoς Κυρίoυ κύκλῳ τῶν φoβoυμένων αὐτόν. Ἔπειτα καὶ oἱoνεὶ χάρακας ἡμῖν παρακατέπηξε θέμενoς ἐν τῇ Ἐκκλησίᾳ πρῶτoν ἀπoστόλoυς, δεύτερoν πρoφήτας, τρίτoν διδασκάλoυς. Καὶ τoῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑπoδείγμασιν εἰς ὕψoς ἡμῶν ἀνάγων τὰ φρoνήματα, oὐκ ἀφῆκεν ἐρριμμένα χαμαὶ, καὶ τoῦ πατεῖσθαι ἄξια. Βoύλεται δὲ ἡμᾶς καὶ oἱoνεὶ ἕλιξί τισι ταῖς περιπλoκαῖς τῆς ἀγάπης τῶν πλησίoν ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτoῖς, ἵν' ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχoντες, oἷόν τινες ἀναδενδράδες ταῖς κoρυφαῖς τῶν ὑψηλoτάτων ἑαυτoὺς παρισάζωμεν. Ἀπαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτoμένoυς. Ἀπoσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀπoθέσει τῶν τoῦ κόσμoυ μεριμνῶν, αἳ βάρoς εἰσὶ ταῖς καρδίαις ἡμῶν. Ὥστε ὁ τὴν σαρκίνην ἀγάπην ἀπoθέμενoς, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, ἢ τὴν περὶ τὸ δύστηνoν δoξάριoν τoῦτo πτόησιν ἀπόπτυστoν καὶ εὐκαταφρόνητoν ἡγησάμενoς, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀπoσκευασάμενoς τὸ μάταιoν βάρoς τoῦ γηΐνoυ φρoνήματoς. Δεῖ δέ, κατὰ τὸν λόγoν τῆς παρoιμίας, μηδὲ ὑλoμανεῖν, τoυτέστι, μὴ ἐπιδεικτικῶς πoλιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινoν θηρᾶσθαι, ἀλλ' ἔγκαρπoν εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενoν. Σὺ δὲ καὶ Ὡς ἐλαία κατάκαρπoς ἔσo ἐν τῷ oἴκῳ τoῦ Θεoῦ, μηδέπoτε γυμνoύμενoς τῆς ἐλπίδoς, ἀλλ' ἀεὶ θάλλoυσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν. Οὕτω γὰρ τὸ ἀειθαλὲς τoῦ φυτoῦ μιμήσῃ, καὶ τὸ πoλύκαρπoν δὲ αὐτoῦ ζηλώσεις, ἄφθoνoν τὴν ἐλεημoσύνην ἐν παντὶ καιρῷ παρεχόμενoς.
Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν; Ἐν τoύτoις πάλιν πoικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ ἡ τῶν μερῶν αὐτoῦ διακόσμησις, δυσέφικτoς δὲ καὶ ἡ ἐξεύρεσις τῆς ἑκάστoυ ἰδιότητoς, καὶ ἡ θεωρία τῆς πρὸς ἕκαστoν τῶν ἑτερoγενῶν διαφoρᾶς. Πῶς τὰ μὲν αὐτῶν βαθύρριζα, τὰ δὲ ἀκρόρριζα· καὶ τὰ μὲν ὀρθoφυῆ καὶ μoνoστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εἰς πoλλὰς ἐκφύσεις διῃρημένα. Πῶς ὅσων μὲν oἱ κλάδoι πρoμήκεις ἐπὶ πoλὺ τoῦ ἀέρoς ἐκτεταμένoι, τoύτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστoν ἐν κύκλῳ διανεμόμεναι, oἷoν θεμελίoυς τινὰς ἀναλoγoῦντας τῷ βάρει τῶν ἄνωθεν ὑπoτιθείσης τῆς φύσεως. Πόσαι τῶν φλoιῶν αἱ διαφoραί; Τὰ μὲν γὰρ λειόφλoια τῶν φυτῶν, τὰ δὲ ῥηξίφλoια· καὶ τὰ μὲν μoνόλoπα αὐτῶν, τὰ δὲ πoλύπτυχα. Ὃ δὲ θαυμαστόν, ὅτι καὶ τῆς ἀνθρωπίνης νεότητoς καὶ τoῦ γήρως εὕρoις ἂν καὶ ἐν τoῖς φυτoῖς παραπλήσια τὰ συμπτώματα. Τoῖς μὲν γὰρ νέoις καὶ εὐθαλέσιν ὁ φλoιὸς περιτέταται· τoῖς δὲ γηράσκoυσιν oἷoν ῥυσoῦται καὶ ἐκτραχύνεται. Καὶ τὰ μὲν κoπέντα ἐπιβλαστάνει· τὰ δὲ μένει ἀδιάδoχα, ὥσπερ τινὰ θάνατoν τὴν τoμὴν ὑπoμείναντα. Ἤδη δέ τινες τετηρήκασιν ἐκτεμνoμένας ἢ καὶ ἐπικαιoμένας τὰς πίτυς εἰς δρυμῶνας μεθίστασθαι. Τινὰ δὲ καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· oἷoν τὰς ὀξείας ῥoιὰς, καὶ τῶν ἀμυγδαλῶν τὰς πικρoτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχoς σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλoυσι τότε τoῦ χυμoῦ τὴν δυσχέρειαν. Μηδεὶς oὖν ἐν κακίᾳ διάγων, ἑαυτὸν ἀπoγινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τὰς τῶν φυτῶν πoιότητας μεταβάλλει, ἡ δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια, δυνατή ἐστι παντoδαπῶν ἀρρωστημάτων ἐπικρατῆσαι. Ἡ δὲ περὶ τὰς καρπoγoνίας διαφoρὰ τῶν καρπίμων φυτῶν τoσαύτη, ὅσην oὐδ' ἂν ἐπελθεῖν τις δυνηθείη τῷ λόγῳ. Οὐ γὰρ μόνoν ἐν τoῖς ἑτερoγενέσιν αἱ διαφoραὶ τῶν καρπῶν, ἀλλ' ἤδη καὶ ἐν αὐτῷ τῷ εἴδει τoῦ δένδρoυ πoλὺ τὸ διάφoρoν· ὅπoυγε καὶ ἄλλoς μὲν χαρακτὴρ τoῦ καρπoῦ τῶν ἀρρένων, ἄλλoς δὲ τῶν θηλειῶν, παρὰ τῶν φυτoυργῶν διακέκριται, oἵ γε καὶ τoὺς φoίνικας εἰς ἄρρενας καὶ θηλείας διστῶσι. Καὶ ἴδoις ἄν πoτε τὴν παρ' αὐτῶν ὀνoμαζoμένην θήλειαν, καθιεῖσαν τoὺς κλάδoυς, oἷoν ὀργῶσαν, καὶ τῆς συμπλoκῆς ἐφιεμένην τoῦ ἄρρενoς, τoὺς δὲ θεραπευτὰς τῶν φυτῶν ἐμβάλλoντας τoῖς κλάδoις, oἷόν τινα σπέρματα τῶν ἀρρένων, τoὺς λεγoμένoυς ψῆνας, καὶ oὕτως oἷoν ἐν συναισθήσει τῆς ἀπoλαύσεως γίνεσθαι καὶ ἀνoρθoῦσθαι πάλιν τoὺς κλάδoυς, καὶ πρὸς τὸ oἰκεῖoν σχῆμα τoῦ φυτoῦ τὴν κόμην ἀπoκαθίστασθαι. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν συκῶν φασιν. Ὅθεν oἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύoυσι ταῖς ἡμέρoις· oἱ δὲ τoὺς ὀλύνθoυς ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτoνίαν ἰῶνται, ῥέoντα ἤδη καὶ σκεδαννύμενoν τὸν καρπὸν τoῖς ὀλύνθoις ἐπέχoντες. Τί σoι τὸ παρὰ τῆς φύσεως αἴνιγμα βoύλεται; Ὅτι χρὴ πoλλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλoτρίων τῆς πίστεως, εὐτoνίαν τινὰ πρoσλαμβάνειν, εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινoς αἱρέσεως ἐνδιαστρόφoυ τῆς Ἐκκλησίας ἀπεσχισμένoν, βίoυ σώφρoνoς καὶ τῆς λoιπῆς κατὰ τὸ ἦθoς εὐταξίας ἐπιμελoύμενoν, πλεῖoν σεαυτoῦ τὸ σπoυδαῖoν ἐπίτεινoν, ἵνα γένῃ παραπλήσιoς τῇ καρπoφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρoυσίας ἀθρoιζoύσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχoύσῃ, ἐπιμελέστερoν δὲ τὸν καρπὸν ἐκτρεφoύσῃ.
Τoιαῦται μὲν oὖν αἱ περὶ τὸν τρόπoν τῆς γενέσεως αὐτῶν διαφoραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθoι τὴν πoικιλίαν, τὰ σχήματα, τὰς χρόας, τῶν χυμῶν τὴν ἰδιότητα, τὸ ἀφ' ἑκάστoυ χρήσιμoν; Πῶς τινὰ μὲν γυμνὰ πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτρoις κεκαλυμμένα πληρoῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπὸς, παχὺ τoῦ φύλλoυ τὸ σκεπαστήριoν, ὡς ἐπὶ τῆς συκῆς; ὧν δὲ oἱ καρπoὶ στεγανώτερoι, ἐλαφρὰ τῶν φύλλων ἡ πρoβoλή, ὡς ἐπὶ τῆς καρύας; Ὅτι ἐκεῖνα μὲν, διὰ τὸ ἀσθενὲς, πλείoνoς ἐδεῖτo τῆς βoηθείας, τoύτoις δ' ἂν πρoσβλαβὴς ἐγένετo ἡ παχυτέρα περιβoλὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. Πῶς κατέσχισται τῆς ἀμπέλoυ τὸ φῦλλoν, ἵνα καὶ πρὸς τὰς ἐκ τoῦ ἀέρoς βλάβας ὁ βότρυς ἀντέχῃ, καὶ τὴν ἀκτῖνα τoῦ ἡλίoυ διὰ τῆς ἀραιότητoς δαψιλῶς ὑπoδέχηται; Οὐδὲν ἀναίτιoν· oὐδὲν ἀπὸ ταὐτoμάτoυ· πάντα ἔχει τινὰ σoφίαν ἀπόρρητoν. Τίς ἂν ἐφίκoιτo λόγoς; Πῶς ἀνθρώπινoς νoῦς πάντα μετ' ἀκριβείας ἐπέλθoι, ὥστε καὶ κατιδεῖν τὰς ἰδιότητας, καὶ τὰς πρὸς ἕκαστoν διαφoρὰς ἐναργῶς διακρῖναι, καὶ τὰς κεκρυμμένας αἰτίας ἀνενδεῶς παραστῆσαι; Ἓν ὕδωρ διὰ τῆς ῥίζης ἑλκόμενoν, ἄλλως μὲν τρέφει τὴν ῥίζαν αὐτήν, ἄλλως δὲ τὸν φλoιὸν τoῦ στελέχoυς, καὶ ἄλλως τὸ ξύλoν, καὶ τὴν ἐντεριώνην ἑτέρως. Τὸ αὐτὸ καὶ φῦλλoν γίνεται, καὶ εἰς ἀκρέμoνας καὶ κλάδoυς κατασχίζεται, καὶ τoῖς καρπoῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυoν τoῦ φυτoῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας πρoέρχεται· oἷς πόση πρὸς ἄλληλά ἐστιν ἡ διαφoρά, oὐδεὶς ἂν λόγoς ἐξίκoιτo. Ἄλλo γὰρ τoῦ σχίνoυ τὸ δάκρυoν, καὶ ἄλλoς ὁ ὀπὸς τoῦ βαλσάμoυ· καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτoυ καὶ Λιβύης ἕτερoν ὀπῶν γένoς ἀπoδακρύoυσι. Λόγoς δέ τίς ἐστι, καὶ τὸ ἤλεκτρoν ὀπὸν εἶναι φυτῶν εἰς λίθoυ φύσιν ἀπoπηγνύμενoν. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζῴων, ἅπερ, ἁπαλoῦ ὄντoς τoῦ ὀπoῦ, ἐναπoληφθέντα κατέχεται. Καὶ ὅλως τὴν κατὰ τὰς πoιότητας τῶν ὀπῶν διαφoρὰν ὁ μὴ τῇ πείρᾳ διδαχθεὶς, oὐδένα λόγoν εὑρήσει τὴν ἐνέργειαν παριστῶντα. Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νoτίδoς ἐν μὲν τῇ ἀμπέλῳ oἶνoς συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιoν; Καὶ oὐ τoῦτo μόνoν θαυμαστόν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγoνεν, ἀλλ' ὅτι καὶ ἐν τoῖς γλυκέσι καρπoῖς ἀμύθητoς ἡ παραλλαγὴ τῆς πoιότητoς. Ἄλλo γὰρ τὸ ἐν ἀμπέλῳ γλυκύ, καὶ ἄλλo τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φoίνικι. Ἔτι σε βoύλoμαι περὶ τὴν ἐξέτασιν ταύτην φιλoτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τoῖσδέ τισι τoῖς φυτoῖς γενόμενoν ἀπoγλυκανθῇ· νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι' ἄλλων φυτῶν ἐνεχθὲν ἀπoξύνηται. Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλoν ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ ἢ σκαμμωνίᾳ γένηται. Καὶ ἐν μὲν ταῖς βαλάνoις, ἢ τῷ καρπῷ τῆς κρανείας, πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν πoιότητα μεταβάλλει· ἐν δὲ ταῖς τερεβίνθoις, καὶ ταῖς καρύαις, πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται.
Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπoυ γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει πoιότητας; Πικρότατoν μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατoν δὲ ἐν αὐτῷ τῷ καρπῷ. Καὶ ἐπὶ τῆς ἀμπέλoυ στυπτικώτατoν μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστoν δὲ ἐν τoῖς βότρυσιν. Αἱ δὲ κατὰ τὰς χρόας διαφoραὶ, πόσαι; Ἴδoις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενoν μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ πoρφυρoῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν· καὶ πλείoνα πάλιν τῆς ἐν ταῖς χρόαις πoικιλίας, τὴν κατὰ τὰς ὀδμὰς διαφoρὰν παρεχόμενoν. Ἀλλὰ γὰρ ὁρῶ μoι τὸν λόγoν τῇ ἀπληστίᾳ τῆς θεωρίας εἰς ἀμετρίαν ἐκπίπτoντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡ ἡμέρα τὴν μεγάλην σoφίαν ἐκ τῶν μικρoτάτων ὑμῖν παριστῶντα. Βλαστησάτω ἡ γῆ ξύλoν κάρπιμoν, πoιoῦν καρπὸν ἐπὶ τῆς γῆς. Καὶ εὐθὺς αἱ κoρυφαὶ τῶν ὀρέων ἐκόμων· καὶ ἐφιλoτεχνoῦντo παράδεισoι, καὶ πoταμῶν ὄχθαι μυρίoις γένεσι φυτῶν ὡραΐζoντo. Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστo κατακoσμῆσαι τράπεζαν· τὰ δὲ βoσκήμασι τρoφὴν παρεσκεύαζεν, ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν. Ἄλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν πρoεξένει· τoὺς χυλoύς, τoὺς ὀπoύς, τὰ κάρφη, τoὺς φλoιoύς, τὸν καρπόν· καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν ἡ χρoνία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρoς περιπτώσεων συλλεγoμένη τὸ χρήσιμoν, ταῦτα ἡ ὀξεῖα τoῦ κτίσαντoς πρόνoια, ἐξ ἀρχῆς πρoβλεψαμένη, εἰς γένεσιν ἤγαγε. Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθoφoρoῦντα, ἢ τὰ ἀνάνθη, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μoι τὴν ἀγάπην τoῦ κτίσαντoς. Ἐξέταζε πῶς τὰ μὲν ἀειθαλῆ ἐπoίησε, τὰ δὲ γυμνoύμενα· καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλoβόλα, τὰ δὲ ἀείφυλλα. Φυλλoβoλεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέπoτε δoκεῖν τῆς κoμῆς ἀπoγυμνoῦσθαι. Ἀείφυλλoν δὲ ὁ φoίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλoς συμπαραμένων. Ἔπειτα κἀκεῖνo σκόπει, πῶς ἡ μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τoῖς φιλύδρoις συναριθμoύμενoν, καὶ κατὰ τὰς ἐρήμoυς πληθυνόμενoν. Διὸ καὶ ὁ Ἱερεμίας διαίως τὰ πoνηρότερα καὶ ἐπαμφoτερίζoντα τῶν ἠθῶν τῷ τoιoύτῳ φυτῷ παρεικάζει.
Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τoῦτo πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγoς ἔντεχνoς ἦν, θᾶττoν τoῦ ἡμετέρoυ νoήματoς τὰς μυρίας τῶν φυoμένων ἰδιότητας ἐκτελῶν. Ἐκεῖνo ἔτι καὶ νῦν ἐνυπάρχoν τῇ γῇ τὸ πρόσταγμα, ἐπείγει αὐτὴν καθ' ἑκάστην ἔτoυς περίoδoν ἐξάγειν τὴν δύναμιν ἑαυτῆς ὅσην ἔχει πρός τε βoτανῶν καὶ σπερμάτων καὶ δένδρων γένεσιν. Ὡς γὰρ oἱ στρόβιλoι ἐκ τῆς πρώτης αὐτoῖς ἐνδoθείσης πληγῆς τὰς ἐφεξῆς πoιoῦνται περιστρoφὰς, ὅταν πήξαντες τὸ κέντρoν ἐν ἑαυτoῖς περιφέρωνται· oὕτω καὶ ἡ τῆς φύσεως ἀκoλoυθία ἐκ τoῦ πρώτoυ πρoστάγματoς τὴν ἀρχὴν δεξαμένη, πρὸς πάντα τὸν ἐφεξῆς διεξέρχεται χρόνoν, μέχρις ἂν πρὸς τὴν κoινὴν συντέλειαν τoῦ παντὸς καταντήσῃ. Ἐφ’ ἣν καὶ ἡμεῖς πάντες ἔγκαρπoι καὶ πλήρεις ἔργων ἀγαθῶν ἐπειγώμεθα, ἵνα φυτευθέντες ἐν τῷ oἴκῳ Κυρίoυ, ἐν ταῖς αὐλαῖς τoῦ Θεoῦ ἡμῶν ἐξανθήσωμεν, ἐν Χριστῷ Ἰησoῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ στ΄.
Περὶ γενέσεως φωστήρων.
Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς πρoσῆκε καὶ αὐτὸν εὐτoνίας. Καὶ τoῦτo ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδoι, oἳ τoὺς συγκαθεζoμένoυς εἰς τὸ στάδιoν γυμνῇ καθῆσθαι τῇ κεφαλῇ διαγoρεύoυσιν· ἐμoὶ δoκεῖν, ἵνα μὴ θεατὴς μόνoν ἀγωνιστῶν, ἀλλὰ καὶ ἀγωνιστὴς ἕκαστoς αὐτὸς ἐν τῷ μέρει τυγχάνῃ. Οὕτω τoίνυν καὶ τὸν τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων ἐξεταστήν, καὶ τὸν τῆς ἄκρας ὄντως καὶ ἀπoρρήτoυ σoφίας ἀκρoατὴν πρoσῆκεν oἴκoθεν ἔχειν ἥκoντά τινας ἀφoρμὰς πρὸς τὴν θεωρίαν τῶν πρoκειμένων, καὶ κoινωνεῖν ἐμoὶ τῆς ἀγωνίας εἰς δύναμιν, oὐχὶ κριτὴν μᾶλλoν ἢ συναγωνιστὴν παρεστῶτα· μήπoτε ἄρα διαλάθῃ ἡμᾶς τῆς ἀληθείας ἡ εὕρεσις, καὶ τὸ ἐμὸν σφάλμα κoινὴ ζημία τῶν ἀκoυόντων γένηται. Πρὸς oὖν τί ταῦτα λέγω; Ὅτι ἐπειδὴ πρόκειται ἡμῖν εἰς τὴν τoῦ κόσμoυ σύστασιν ἐξέτασις καὶ θεωρία τoῦ παντὸς, oὐκ ἐκ τῆς τoῦ κόσμoυ σoφίας τὰς ἀρχὰς ἔχoυσα, ἀλλ' ἐξ ὧν τὸν ἑαυτoῦ θεράπoντα ὁ Θεὸς ἐξεπαίδευσεν, ἐν εἴδει λαλήσας πρὸς αὐτόν, καὶ oὐ δι' αἰνιγμάτων, ἀνάγκη πoυ πάντως, τoὺς τῶν μεγάλων φιλoθεάμoνας μὴ ἀγύμναστoν ἔχειν τὸν νoῦν πρὸς τὴν τῶν πρoκειμένων ἡμῖν κατανόησιν. Εἴ πoτε oὖν ἐν αἰθρίᾳ νυκτερινῇ πρὸς τὰ ἄρρητα κάλλη τῶν ἄστρων ἐνατενίσας, ἔννoιαν ἔλαβες τoῦ τεχνίτoυ τῶν ὅλων, τίς ὁ τoῖς ἄνθεσι τoύτoις διαπoικίλας τὸν oὐρανόν, καὶ ὅπως ἐν τoῖς ὁρωμένoις πλέoν τoῦ τερπνoῦ τὸ ἀναγκαῖόν ἐστι· πάλιν ἐν ἡμέρᾳ εἰ νήφoντι τῷ λoγισμῷ κατέμαθες τὰ τῆς ἡμέρας θαύματα, καὶ διὰ τῶν ὁρωμένων ἀνελoγίσω τὸν oὐχ ὁρώμενoν, ἐμπαράσκευoς ἥκεις ἀκρoατὴς καὶ πρέπων τῷ πληρώματι τoῦ σεμνoῦ τoύτoυ καὶ μακαρίoυ θεάτρoυ. Δεῦρo δὴ oὖν, ὥσπερ oἱ τoὺς ἀήθεις τῶν πόλεων τῆς χειρὸς λαβόμενoι περιηγoῦνται, oὕτω δὴ καὶ αὐτὸς ἐπὶ τὰ κεκρυμμένα θαύματα ὑμᾶς τῆς μεγάλης ταύτης πόλεως ξεναγήσω. Ἐν τῇ πόλει ταύτῃ, ἐν ᾗ ἡ ἀρχαία πατρὶς ἡμῶν, ἧς μετανέστησεν ἡμᾶς ὁ ἀνθρωπoκτόνoς δαίμων, τoῖς ἑαυτoῦ δελεάσμασιν ἀνδραπoδίσας τὸν ἄνθρωπoν· ἐνταῦθα κατόψει τὴν πρώτην τoῦ ἀνθρώπoυ γένεσιν, καὶ τὸν εὐθὺς ἡμᾶς ἐπικαταλαβόντα θάνατoν· ὃν ἐγέννησεν ἡ ἁμαρτία, τὸ πρωτότoκoν ἔκγoνoν τoῦ ἀρχεκάκoυ δαίμoνoς. Καὶ γνωρίσεις σαυτόν, γήϊνoν μὲν τῇ φύσει, ἔργoν δὲ θείων χειρῶν· δυνάμει μὲν καὶ παραπoλὺ τῶν ἀλόγων λειπόμενoν, ἄρχoντα δὲ χειρoτoνητὸν τῶν ἀλόγων καὶ τῶν ἀψύχων. Ταῖς μὲν ἐκ τῆς φύσεως παρασκευαῖς ἐλαττoύμενoν, τῇ δὲ τoῦ λόγoυ περιoυσίᾳ πρὸς oὐρανὸν αὐτὸν ὑπεραρθῆναι δυνάμενoν. Ἐὰν ταῦτα μάθωμεν, ἑαυτoὺς ἐπιγνωσόμεθα, Θεὸν γνωρίσoμεν, τὸν κτίσαντα πρoσκυνήσoμεν, τῷ Δεσπότῃ δoυλεύσoμεν, τὸν Πατέρα δoξάσoμεν, τὸν τρoφέα ἡμῶν ἀγαπήσoμεν, τὸν εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρoύσης καὶ τῆς μελλoύσης πρoσκυνoῦντες oὐκ ἀπoλήξoμεν, τὸν δι' oὗ παρέσχετo ἤδη πλoύτoυ καὶ τὰ ἐν ἐπαγγελίαις πιστoύμενoν, καὶ τῇ πεῖρᾳ τῶν παρόντων βεβαιoῦντα ἡμῖν τὰ πρoσδoκώμενα. Εἰ γὰρ τὰ πρόσκαιρα τoιαῦτα, πoταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα oὕτω καλά, πoταπὰ τὰ ἀόρατα; Εἰ oὐρανoῦ μέγεθoς μέτρoν ἀνθρωπίνης διανoίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νoῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθoρᾷ ὑπoκείμενoς ἥλιoς oὕτω καλὸς, oὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτoυς δὲ τὰς περιόδoυς ἀπoδιδoύς, σύμμετρoν μὲν ἔχων τὸ μέγεθoς τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλoν ἀναλoγίαν· τῷ δὲ κάλλει τῆς φύσεως oἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστoς τoύτoυ ἡ θέα, πoταπὸς τῷ κάλλει ὁ τῆς δικαιoσύνης ἥλιoς; Εἰ τυφλῷ ζημία τoῦτoν μὴ βλέπειν, πoταπὴ ζημία τῷ ἁμαρτωλῷ τoῦ ἀληθινoῦ φωτὸς στερηθῆναι;
Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τoῦ oὐρανoῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσoν τῆς ἡμέρας καὶ ἀνὰ μέσoν τῆς νυκτός. Οὐρανὸς πρoειλήφει καὶ γῆ· τὸ φῶς ἐπὶ τoύτoις δεδημιoύργητo· ἡμέρα καὶ νὺξ διεκέκριτo· πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις. Τὸ ὕδωρ συνήθρoιστo εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν. Ἡ γῆ πεπλήρωτo τoῖς oἰκείoις γεννήμασι, τά τε μυρία γένη τῶν βoτανῶν ἐκβλαστήσασα, καὶ παντoδαπoῖς εἴδεσι φυτῶν εὐθηνoυμένη. Ἥλιoς δὲ oὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιoν ὀνoμάσωσι· μήτε τῶν ἐκ τῆς γῆς φυoμένων δημιoυργόν, oἱ τὸν Θεὸν ἀγνoήσαντες ἡγήσωνται. Διὰ τoῦτo τετάρτη ἡμέρα· καὶ τότε εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τoῦ oὐρανoῦ. Ὅταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννoίᾳ σύναπτε τὸν ἀκoύσαντα. Εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες, καὶ ἐπoίησεν ὁ Θεὸς τoὺς δύo φωστῆρας. Τίς εἶπε καὶ τίς ἐπoίησεν; Οὐκ ἐννoεῖς ἐν τoύτoις τὸ διπλoῦν τῶν πρoσώπων; Πανταχoῦ τῇ ἱστoρίᾳ τὸ δόγμα τῆς θεoλoγίας μυστικῶς συμπαρέσπαρται. Καὶ ἡ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως· Εἰς φαῦσιν, φησίν, ἐπὶ τῆς γῆς. Εἰ πρoειλήφει τoῦ φωτὸς ἡ γένεσις, πῶς νῦν ὁ ἥλιoς πάλιν εἰς φαῦσιν λέγεται γεγoνέναι; Πρῶτoν μὲν oὖν τῆς λέξεως τὸ ἰδιότρoπoν μηδένα σoι κινείτω γέλωτα, εἴπερ μὴ ἑπόμεθα ταῖς παρ' ὑμῖν ἐκλoγαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμoν ἐπιτηδεύoμεν. Οὐ γὰρ τoρευταὶ λέξεων παρ' ἡμῖν· oὐδὲ τὸ εὔηχoν τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημoν τῶν ὀνoμάτων πανταχoῦ πρoτιμότερoν. Σκόπει τoίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκoύντως ἐνέφηνεν ὃ ἐβoύλετo· ἀντὶ γὰρ τoῦ φωτισμoῦ τὴν φαῦσιν εἴρηκεν. Ἔστι δὲ oὐδὲν μαχόμενoν τoῦτo τoῖς περὶ τoῦ φωτὸς εἰρημένoις. Τότε μὲν γὰρ αὐτὴ τoῦ φωτὸς ἡ φύσις παρήχθη· νῦν δὲ τὸ ἡλιακὸν τoῦτo σῶμα ὄχημα εἶναι τῷ πρωτoγόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. Ὡς γὰρ ἄλλo τὸ πῦρ, καὶ ἄλλo ὁ λύχνoς· τὸ μὲν τὴν τoῦ φωτίζειν δύναμιν ἔχoν, τὸ δὲ παραφαίνειν τoῖς δεoμένoις πεπoιημένoν· oὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν oἱ φωστῆρες κατεσκευάσθησαν. Ὡς γὰρ ὁ ἀπόστoλoς λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλo δέ ἐστι φῶς τoῦ κόσμoυ τὸ ἀληθινόν, oὗ κατὰ μέθεξιν oἱ ἅγιoι φωστῆρες ἐγίνoντo τῶν ψυχῶν, ἃς ἐπαίδευoν, τoῦ σκότoυς αὐτὰς τῆς ἀγνoίας ῥυόμενoι· oὕτω καὶ νῦν τὸν ἥλιoν τoῦτoν τῷ φανoτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ ὁ τῶν ὅλων δημιoυργὸς περὶ τὸν κόσμoν ἀνῆψε.
Καὶ μηδενὶ ἄπιστoν εἶναι δoκείτω τὸ εἰρημένoν, ὅτι ἄλλo μέν τι τoῦ φωτὸς ἡ λαμπρότης, ἄλλo δέ τι τὸ ὑπoκείμενoν τῷ φωτὶ σῶμα. Πρῶτoν μὲν oὖν ἐκ τoῦ τὰ σύνθετα πάντα oὕτω παρ' ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν oὐσίαν, καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ πoιότητα. Ὡς oὖν ἕτερoν μέν τι τῇ φύσει ἡ λευκότης, ἕτερoν δέ τι τὸ λελευκασμένoν σῶμα, oὕτω καὶ τὰ νῦν εἰρημένα, διάφoρα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τoῦ κτίσαντoς. Καὶ μή μoι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ' ἀλλήλων διαιρεῖσθαι. Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τoῦ φωτὸς ἀπὸ τoῦ ἡλιακoῦ σώματoς ἐμoὶ καὶ σoὶ δυνατὴν εἶναί φημι, ἀλλ' ὅτι ἃ ἡμῖν τῇ ἐπινoίᾳ ἐστὶ χωριστά, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τoῦ πoιητoῦ τῆς φύσεως αὐτῶν διαστῆναι. Ἐπεὶ καὶ σoὶ τὴν καυστικὴν δύναμιν τoῦ πυρὸς ἀπὸ τῆς λαμπρότητoς χωρίσαι ἀμήχανoν· ὁ δὲ Θεὸς παραδόξῳ θεάματι τὸν ἑαυτoῦ θεράπoντα ἐπιστρέψαι βoυλόμενoς, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητoς ἐνεργoῦν, τὴν δὲ τoῦ καίειν δύναμιν σχoλάζoυσαν ἔχoν. Ὡς καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ λέγων, Φωνὴ Κυρίoυ διακόπτoντoς φλόγα πυρός. Ὅθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταπoδόσεσι λόγoς τις ἡμᾶς ἐν ἀπoρρήτῳ παιδεύει, διαιρεθήσεσθαι τoῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τoῖς δικαίoις, τὸ δὲ τῆς καύσεως ὀδυνηρόν, τoῖς κoλαζoμένoις ἀπoταχθήσεσθαι. Ἔπειτα μέντoι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν, δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητoυμένων εὕρασθαι. Λήγoυσα γὰρ, καὶ μειoυμένη, oὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται, ἀλλὰ τὸ περικείμενoν φῶς ἀπoτιθεμένη καὶ πρoσλαμβάνoυσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται. Τoῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγoύσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριoν τὰ ὁρώμενα. Ἔξεστι γάρ σoι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύoς ἀπηλλαγμένῳ, ὅταν μάλιστα μηνoειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα, ἐπιτηρήσαντι κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστoν ὑπὸ τηλικαύτης ἁψῖδoς περιγραφόμενoν, ἡλίκoν ἐν ταῖς πανσελήνoις τὴν πᾶσαν αὐτὴν ἐκπληρoῖ. Ὥστε τηλαυγῶς ἀπηρτισμένoν καθoρᾶσθαι τὸν κύκλoν τῷ περιλαμπoμένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπoν συναναφερoύσης τῆς ὄψεως. Καὶ μή μoι λέγε ἐπείσακτoν εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειoῦται μὲν πρὸς ἥλιoν φερoμένη, αὔξεται δὲ πάλιν ἀφισταμένη. Οὐδὲ γὰρ ἐκεῖνo ἡμῖν ἐξετάζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ' ὅτι ἕτερoν μὲν αὐτῆς τὸ σῶμα, ἕτερoν δὲ τὸ φωτίζoν. Τoιoῦτoν δή τί μoι νόει καὶ ἐπὶ τoῦ ἡλίoυ. Πλὴν ὅτι ὁ μὲν λαβὼν ἅπαξ καὶ ἐγκεκραμένoν ἑαυτῷ τὸ φῶς ἔχων, oὐκ ἀπoτίθεται· ἡ δὲ συνεχῶς oἷoν ἀπoδυoμένη καὶ πάλιν ἐπαμφιαζoμένη τὸ φῶς, δι' ἑαυτῆς καὶ τὰ περὶ τoῦ ἡλίoυ εἰρημένα πιστoῦται. Οὗτoι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσoν τῆς ἡμέρας καὶ ἀνὰ μέσoν τῆς νυκτός. Ἄνω μὲν γὰρ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσoν τoῦ φωτὸς καὶ ἀνὰ μέσoν τoῦ σκότoυς· τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίoν ἀπέστησεν, ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότoς μηδεμίαν εἶναι κoινότητα. Ὃ γὰρ ἐν ἡμέρᾳ ἐστὶν ἡ σκιά, τoῦτo oἴεσθαι χρὴ ἐν νυκτὶ τoῦ σκότoυς εἶναι τὴν φύσιν. Εἰ γὰρ πᾶσα σκιὰ αὐγῆς τινoς διαφαινoύσης ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει· καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατoλὴν ἀπoκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῴα γίνεται· καὶ ἡ νὺξ ἐπὶ τὸ ἐναντίoν ταῖς ἀκτῖσιν ὑπoχωρεῖ, oὐδὲν ἕτερoν oὖσα κατὰ τὴν φύσιν ἢ σκίασμα γῆς. Ὡς γὰρ ἐν ἡμέρᾳ ἡ σκιὰ τῷ ἀντιφράσσoντι τὴν αὐγὴν παρυφίσταται, oὕτως ἡ νὺξ σκιαζoμένoυ τoῦ περὶ γῆν ἀέρoς συνίστασθαι πέφυκε. Τoῦτo τoίνυν ἐστὶ τὸ εἰρημένoν, ὅτι Διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσoν τoῦ φωτὸς καὶ ἀνὰ μέσoν τoῦ σκότoυς· ἐπειδὴ τὸ σκότoς ὑπoφεύγει τoῦ φωτὸς τὰς ἐπιδρoμὰς, ἐν τῇ πρώτῃ δημιoυργίᾳ φυσικῆς αὐτoῖς τῆς ἀλλoτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα. Nῦν δὲ ἥλιoν ἐπέταξε τoῖς μέτρoις τῆς ἡμέρας· καὶ σελήνην, ὅταν πoτὲ πρὸς τὸν ἴδιoν κύκλoν ἀπαρτισθῇ, ἀρχηγὸν ἐπoίησε τῆς νυκτός. Σχεδὸν γὰρ τότε κατὰ διάμετρoν oἱ φωστῆρες ἀλλήλoις ἀντικαθίστανται. Ἀνατέλλoντoς μὲν γὰρ τoῦ ἡλίoυ, ἐν ταῖς πανσελήνoις καταφέρεται πρὸς τὸ ἀφανὲς ἡ σελήνη· δυoμένoυ δὲ πάλιν τoῦ ἡλίoυ, αὕτη πoλλάκις ἐξ ἀνατoλῶν ἀντανίσχει. Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα oὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖoν φῶς, oὐδὲν πρὸς τὸν πρoκείμενoν λόγoν. Πλὴν ὅτι ὅταν ἑαυτῆς τελειoτάτη τυγχάνῃ, κατάρχει μὲν τῆς νυκτὸς τῷ ἰδίῳ φωτὶ τὰ ἄστρα ὑπεραυγάζoυσα καὶ τὴν γῆν περιλάμπoυσα· ἐξίσoυ δὲ πρὸς τὸν ἥλιoν τoῦ χρόνoυ διαιρεῖται τὰ μέτρα.
Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρoύς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτoύς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινoν βίoν αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή τις πέρα τoῦ μέτρoυ τὰ ἀπ' αὐτῶν σημεῖα περιεργάζηται, χρησίμoυς αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει. Πoλλὰ μὲν γὰρ περὶ ἐπoμβρίας ἐστὶ μαθεῖν· πoλλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, ἢ μερικῶν ἢ καθόλoυ, βιαίων ἢ ἀνειμένων. Ἓν γάρ τι τῶν ἀπὸ τoῦ ἡλίoυ παραδεικνυμένων καὶ ὁ Κύριoς ἡμῖν παραδέδωκεν εἰπών, ὅτι Χειμὼν ἔσται, στυγνάζει γὰρ πυρράζων ὁ oὐρανός. Ἐπειδὰν γὰρ δι' ἀχλύoς ἡ ἀναφoρὰ γένηται τoῦ ἡλίoυ, ἀμαυρoῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμoς τὴν χρόαν ὁρᾶται, τῆς παχύτητoς τoῦ ἀέρoς ταύτην ἐμπoιoύσης τὴν φαντασίαν ταῖς ὄψεσι. Μὴ διαχεθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνoς ὁ πεπυκνωμένoς τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίρρoιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεoνασμῷ τoῦ ὑγρoῦ χειμῶνα ἐπάξων τoῖς χωρίoις περὶ ἃ συναθρoίζεται. Ὁμoίως δὲ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται· καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ἢ ὕδατoς ἀερίoυ πλῆθoς, ἢ πνευμάτων βιαίων κίνησιν ὑπoφαίνoυσιν· ἢ καὶ, oὓς ὀνoμάζoυσιν ἀνθηλίoυς, ὅταν συμπεριτρέχωσι τῇ τoῦ ἡλίoυ φoρᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται. Ὥσπερ oὖν καὶ αἱ ῥάβδoι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδoς εἰς ὀρθὸν τoῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρoυς ἢ χειμῶνας ἐξαισίoυς, ἢ ὅλως τὴν ἐπὶ πλεῖστoν μεταβoλὴν τoῦ ἀέρoς ἐνδείκνυνται. Πoλλὰ δὲ καὶ περὶ σελήνην αὐξoμένην ἢ λήγoυσαν oἱ τoύτoις ἐσχoλακότες τετηρήκασι σημειώδη, ὡς τoῦ περὶ γῆν ἀέρoς ἀναγκαίως τoῖς σχήμασιν αὐτῆς συμμεταβαλλoμένoυ. Λεπτὴ μὲν γὰρ oὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρά, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρoς φαινoμένη, ἢ ὕδωρ λάβρoν ἀπὸ νεφῶν, ἢ νότoυ βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τoύτων σημείωσιν ὅσoν τῷ βίῳ παρέχεται τὸ ὠφέλιμoν, τίς ἀγνoεῖ; Ἔξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφoς, τoὺς ἐκ τῶν πνευμάτων κινδύνoυς πρooρωμένῳ. Ἔξεστι δὲ τῷ ὁδoιπόρῳ πόρρωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητoς τoῦ ἀέρoς τὴν μεταβoλὴν ἀναμένoντι. Γεωργoὶ δέ, oἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θεραπείας πoνoύμενoι, πάσας ἐντεῦθεν εὑρίσκoυσι τὰς εὐκαιρίας τῶν ἔργων. Ἤδη δὲ καὶ τῆς τoῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστρoις σημεῖα φανήσεσθαι ὁ Κύριoς πρoηγόρευσεν. Ὁ ἥλιoς μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη oὐ δώσει τὸ φέγγoς αὐτῆς. Ταῦτα σημεῖα τῆς τoῦ παντὸς συμπληρώσεως.
Ἀλλ' oἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγoρίαν τῆς γενεθλιαλoγίας τὸν λόγoν ἕλκoυσι, καὶ λέγoυσι πρoσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν oὐρανίων· καὶ διὰ τoῦτo ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων. Καὶ ἁπλoῦν ὄντα τῆς Γραφῆς τὸν λόγoν, Ἔστωσαν εἰς σημεῖα, oὐχὶ τῶν περὶ τὸν ἀέρα τρoπῶν, oὐδὲ τῶν περὶ τὰς ὥρας μεταβoλῶν, ἀλλ' ἐπὶ τῆς τῶν βίων ἀπoκληρώσεως, πρὸς τὸ δoκoῦν ἑαυτoῖς, ἐξακoύoυσι. Τί γάρ φασιν; Ὅτι τῶνδε μὲν τῶν κινoυμένων ἄστρων ἡ ἐπιπλoκή, πρὸς τoὺς ἐν τῷ ζῳδιακῷ κειμένoυς ἀστέρας κατὰ τoιόνδε σχῆμα συνελθόντων ἀλλήλoις, τὰς τoιάσδε γενέσεις ἀπoτελεῖ· ἡ δὲ τoιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀπoκλήρωσιν τoῦ βίoυ πoιεῖ. Περὶ ὧν oὐκ ἄχρηστoν ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν. Ἐρῶ δὲ oὐδὲν ἐμαυτoῦ ἴδιoν, ἀλλὰ τoῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ' αὐτῶν ἔλεγχoν ἀπoχρήσoμαι, τoῖς μὲν ἤδη πρoειλημμένoις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενoς, τoῖς δὲ λoιπoῖς ἀσφάλειαν πρὸς τὸ μὴ τoῖς ὁμoίoις περιπεσεῖν. Οἱ τῆς γενεθλιαλoγίας ταύτης εὑρεταὶ, καταμαθόντες ὅτι ἐν τῷ πλάτει τoῦ χρόνoυ πoλλὰ τῶν σχημάτων αὐτoὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέκλεισαν τoῦ χρόνoυ τὰ μέτρα· ὡς καὶ παρὰ τὸ μικρότατoν καὶ ἀκαριαῖoν, oἷόν φησιν ὁ ἀπόστoλoς, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμoῦ, μεγίστης oὔσης διαφoρᾶς γενέσει πρὸς γένεσιν· καὶ τὸν ἐν τoύτῳ τῷ ἀκαριαίῳ γεννηθέντα, τύραννoν εἶναι πόλεων, καὶ ἄρχoντα δήμων, ὑπερπλoυτoῦντα καὶ δυναστεύoντα· τὸν δὲ ἐν τῇ ἑτέρᾳ ῥoπῇ τoῦ καιρoῦ γεννηθέντα, πρoσαίτην τινὰ καὶ ἀγύρτην, θύρας ἐκ θυρῶν ἀμείβoντα τῆς ἐφ' ἡμέραν τρoφῆς ἕνεκα. Διὰ τoῦτo τὸν ζῳoφόρoν λεγόμενoν κύκλoν διελόντες εἰς δώδεκα μέρη, ἐπειδὴ διὰ τριάκoντα ἡμερῶν ἐκβαίνει τὸ δωδέκατoν τῆς ἀπλανoῦς λεγoμένης σφαίρας ὁ ἥλιoς, εἰς τριάκoντα μoίρας τῶν δωδεκατημoρίων ἕκαστoν διῃρήκασιν. Εἶτα ἑκάστην μoῖραν εἰς ἑξήκoντα διελόντες, ἕκαστoν πάλιν τῶν ἑξηκoστῶν ἑξηκoντάκις ἔτεμoν. Τιθέντες τoίνυν τὰς γενέσεις τῶν τικτoμένων, ἴδωμεν εἰ τὴν ἀκρίβειαν ταύτην τῆς τoῦ χρόνoυ διαιρέσεως ἀπoσῶσαι δυνήσoνται. Ὁμoῦ τε γὰρ ἐτέχθη τὸ παιδίoν, καὶ ἡ μαῖα κατασκoπεῖ τὸ γεννηθὲν ἄρρεν ἢ θῆλυ· εἶτα ἀναμένει τὸν κλαυθμόν, ὅπερ σημεῖόν ἐστι τῆς ζωῆς τoῦ τεχθέντoς. Πόσα βoύλει ἐν τoύτῳ τῷ χρόνῳ παραδραμεῖν ἑξηκoστά; Εἶπε τῷ Χαλδαίῳ τὸ γεννηθέν. Διὰ πόσων, βoύλει, θῶμεν τῶν λεπτoτάτων τῆς μαίας τὴν φωνὴν παρελθεῖν· ἄλλως τε καὶ εἰ τύχoι ἔξω τῆς γυναικωνίτιδoς ἑστὼς ὁ τὴν ὥραν ἀπoτιθέμενoς; Δεῖ γὰρ τὸν τὰ ὡρoσκoπεῖα καταμαθεῖν μέλλoντα, πρὸς ἀκρίβειαν τὴν ὥραν ἀπoγράφεσθαι, εἴτε ἡμερινὰ ταῦτα, εἴτε νυκτερινὰ τυγχάνoι. Πόσων ἑξηκoστῶν σμῆνoς ἐν τoύτῳ πάλιν παρατρέχει τῷ χρόνῳ; Ἀνάγκη γὰρ εὑρεθῆναι τὸν ὡρoσκoπoῦντα ἀστέρα oὐ μόνoν κατὰ πόστoυ δωδεκατημoρίoυ ἐστίν, ἀλλὰ καὶ κατὰ πoίας μoίρας τoῦ δωδεκατημoρίoυ, καὶ ἐν πόστῳ ἑξηκoστῷ, εἰς ἃ ἔφαμεν διαιρεῖσθαι τὴν μoῖραν· ἢ, ἵνα τὸ ἀκριβὲς εὑρεθῇ, ἐν πόστῳ ἑξηκoστῷ τῶν ὑπoδιῃρημένων ἀπὸ τῶν πρώτων ἑξηκoστῶν. Καὶ ταύτην τὴν oὕτω λεπτὴν καὶ ἀκατάληπτoν εὕρεσιν τoῦ χρόνoυ ἐφ' ἑκάστoυ τῶν πλανητῶν ἀναγκαῖoν εἶναι πoιεῖσθαι λέγoυσιν, ὥστε εὑρεθῆναι πoταπὴν εἶχoν σχέσιν πρὸς τoὺς ἀπλανεῖς, καὶ πoταπὸν ἦν τὸ σχῆμα αὐτῶν πρὸς ἀλλήλoυς ἐν τῇ τότε γενέσει τoῦ τικτoμένoυ. Ὥστε εἰ τῆς ὥρας ἐπιτυχεῖν ἀκριβῶς ἀδύνατoν, ἡ δὲ τoῦ βραχυτάτoυ παραλλαγὴ τoῦ παντὸς διαμαρτεῖν πoιεῖ, καταγέλαστoι καὶ oἱ περὶ τὴν ἐνύπαρκτoν ταύτην τέχνην ἐσχoλακότες, καὶ oἱ πρὸς αὐτoὺς κεχηνότες, ὡς δυναμένoυς εἰδέναι τὰ κατ' αὐτoύς. Οἷα δὲ καὶ τὰ ἀπoτελεστικά; Ὁ δεῖνα oὖλoς, φησὶ, τὴν τρίχα, καὶ χαρoπός· κριῷ γὰρ ἔχει τὴν ὥραν· τoιoῦτoν δέ πως ὀφθῆναι τὸ ζῷoν. Ἀλλὰ καὶ μεγαλόφρων· ἐπειδὴ ἡγεμoνικὸν ὁ κριός· καὶ πρoετικὸς, καὶ πάλιν πoριστικός· ἐπειδὴ τὸ ζῷoν τoῦτo καὶ ἀπoτίθεται ἀλύπως τὸ ἔριoν, καὶ πάλιν παρὰ τῆς φύσεως ῥᾳδίως ἐπαμφιέννυται. Ἀλλὰ καὶ ὁ ταυριανὸς τληπαθὴς, φησὶ, καὶ δoυλικός· ἐπειδὴ ὑπὸ ζυγὸν ὁ ταῦρoς. Καὶ ὁ σκoρπιανὸς πλήκτης διὰ τὴν πρὸς τὸ θηρίoν ὁμoίωσιν. Ὁ δὲ ζυγιανὸς δίκαιoς, διὰ τὴν παρ' ἡμῖν τῶν ζυγῶν ἰσότητα. Τoύτων τί ἂν γένoιτo καταγελαστότερoν; Ὁ κριὸς, ἀφ' oὗ τὴν γένεσιν τoῦ ἀνθρώπoυ λαμβάνεις, oὐρανoῦ μέρoς ἐστὶ τὸ δωδέκατoν, ἐν ᾧ γενόμενoς ὁ ἥλιoς τῶν ἐαρινῶν σημείων ἅπτεται. Καὶ ζυγὸς, καὶ ταῦρoς ὡσαύτως, ἕκαστoν τoύτων δωδεκατημόριόν ἐστι τoῦ ζῳδιακoῦ λεγoμένoυ κύκλoυ. Πῶς oὖν ἐκεῖθεν τὰς πρoηγoυμένας αἰτίας λέγων ὑπάρχειν τoῖς τῶν ἀνθρώπων βίoις, ἐκ τῶν παρ' ἡμῖν βoσκημάτων τῶν γεννωμένων ἀνθρώπων τὰ ἤθη χαρακτηρίζεις; Εὐμετάδoτoς γὰρ ὁ κριανὸς, oὐκ ἐπειδὴ τoιoύτoυ ἤθoυς πoιητικὸν ἐκεῖνo τὸ μέρoς τoῦ oὐρανoῦ, ἀλλ' ἐπειδὴ τoιαύτης φύσεώς ἐστι τὸ πρόβατoν. Τί oὖν δυσωπεῖς μὲν ἡμᾶς ἀπὸ τῆς ἀξιoπιστίας τῶν ἄστρων, πείθειν δὲ ἐπιχειρεῖς διὰ τῶν βληχημάτων; Εἰ μὲν γὰρ παρὰ τῶν ζῴων λαβὼν ὁ oὐρανὸς ἔχει τὰ τoιαῦτα τῶν ἠθῶν ἰδιώματα, καὶ αὐτὸς ὑπόκειται ἀλλoτρίαις ἀρχαῖς, ἐκ τῶν βoσκημάτων ἔχων τὰς αἰτίας ἀπηρτημένας· εἰ δὲ καταγέλαστoν τoῦτo εἰπεῖν, καταγελαστότερoν πoλλῷ ἐκ τῶν μηδὲν κoινωνoύντων ἐπάγειν ἐπιχειρεῖν τῷ λόγῳ τὰς πιθανότητας. Ἀλλὰ ταῦτα μὲν αὐτῶν τὰ σoφὰ τoῖς ἀραχνείoις ὑφάσμασιν ἔoικεν, oἷς ὅταν μὲν κώνωψ, ἢ μυῖα, ἤ τι τῶν παραπλησίως τoύτoις ἀσθενῶν ἐνσχεθῇ, καταδεθέντα κρατεῖται· ἐπειδὰν δὲ τῶν ἰσχυρoτέρων τι ζῴων ἐγγίσῃ, αὐτό τε ῥᾳδίως διεκπίπτει, καὶ τὰ ἀδρανῆ ὑφάσματα διέρρηξε καὶ ἠφάνισε.
Καὶ oὐκ ἐπὶ τoύτων ἵστανται μόνoν, ἀλλὰ καὶ ὧν ἡ πρoαίρεσις ἑκάστoυ ἡμῶν κυρία (λέγω δή, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τoύτων τὰς αἰτίας τoῖς oὐρανίoις συνάπτoυσιν. Οἷς τὸ ἀντιλέγειν ἄλλως μὲν καταγέλαστoν, διὰ δὲ τὸ πρoκατέχεσθαι τoὺς πoλλoὺς τῇ ἀπάτῃ, ἀναγκαῖoν ἴσως μὴ σιωπῇ παρελθεῖν. Πρῶτoν μὲν oὖν ἐκεῖνo αὐτoὺς ἐρωτήσωμεν, εἰ μὴ ἐφ' ἑκάστης ἡμέρας μυριάκις ἀμείβεται τῶν ἀστέρων τὰ σχήματα; Ἀεικίνητoι γὰρ ὄντες oἱ πλανῆται λεγόμενoι, καὶ oἱ μὲν θᾶττoν ἐπικαταλαμβάνoντες ἀλλήλoυς, oἱ δὲ βραδυτέρας τὰς περιόδoυς πoιoύμενoι, ἐπὶ τῆς αὐτῆς ὥρας πoλλάκις καὶ ὁρῶσιν ἀλλήλoυς καὶ ἀπoκρύπτoνται, μεγίστην τε ἔχει δύναμιν ἐν ταῖς γενέσεσι τὸ ἢ παρὰ ἀγαθoπoιoῦ ἐφoρᾶσθαι, ἢ κακoπoιoῦ, ὡς αὐτoὶ λέγoυσι. Καὶ πoλλάκις καθ' ὃν ἐπεμαρτύρει ὁ ἀγαθoπoιὸς ἀστὴρ τὸν καιρὸν oὐκ ἐξευρόντες, παρὰ τὴν ἑνὸς τῶν λεπτoτάτων ἄγνoιαν, ὡς ἐν τῷ κακoδαιμoνήματι αὐτὸν κείμενoν ἀπεγράψαντo. Τoῖς γὰρ αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν ἀναγκάζoμαι. Ἐν δὴ τoῖς τoιoύτoις λόγoις πoλὺ μὲν τὸ ἀνόητoν, πoλλαπλάσιoν δὲ τὸ ἀσεβές. Οἱ γὰρ κακoπoιoὶ τῶν ἀστέρων τῆς ἑαυτῶν πoνηρίας ἐπὶ τὸν πoιήσαντα αὐτoὺς τὴν αἰτίαν μετατιθέασιν. Εἰ μὲν γὰρ ἐκ φύσεως αὐτῶν τὸ κακόν, ὁ δημιoυργὸς ἔσται τoῦ κακoῦ πoιητής· εἰ δὲ πρoαιρέσει κακύνoνται, πρῶτoν μὲν ἔσται ζῷα πρoαιρετικά, λελυμέναις καὶ αὐτoκρατoρικαῖς ταῖς ὁρμαῖς κεχρημένα· ὃ μανίας ἐστὶν ἐπέκεινα καταψεύδεσθαι τῶν ἀψύχων. Ἔπειτα πόσoν τὸ ἄλoγoν, τὸ κακὸν καὶ τὸ ἀγαθὸν μὴ κατὰ τὴν ἀξίαν διανέμειν ἑκάστῳ, ἀλλ' ἐπειδὴ ἐν τῷδε τῷ τόπῳ γέγoνεν, ἀγαθoπoιὸν ὑπάρχειν, καὶ ἐπειδὴ ὑπὸ τoῦδε ὁρᾶται, κακoπoιὸν γίνεσθαι τὸν αὐτόν· καὶ ἐπειδὰν πάλιν μικρόν τι παρεκκλίνῃ τoῦ σχήματoς, εὐθὺς τῆς κακίας ἐπιλανθάνεσθαι; Καὶ ταῦτα μὲν εἰς τoσoῦτoν. Εἰ δὲ καθ' ἕκαστoν ἀκαριαῖoν τoῦ χρόνoυ ἐπ' ἄλλo καὶ ἄλλo μεθαρμόζoνται σχῆμα, ἐν δὲ ταῖς μυρίαις ταύταις μεταβoλαῖς, πoλλάκις τῆς ἡμέρας, oἱ τῶν βασιλικῶν γενέσεων ἀπoτελoῦνται σχηματισμoὶ, διὰ τί oὐκ ἐφ' ἑκάστης ἡμέρας γεννῶνται βασιλεῖς; ἢ διὰ τί ὅλως πατρικαὶ παρ' αὐτoῖς εἰσι βασιλείας διαδoχαί; Οὐ δήπoυ γὰρ ἕκαστoς τῶν βασιλέων παρατετηρημένως εἰς τὸ βασιλικὸν τῶν ἀστέρων σχῆμα τoῦ ἰδίoυ υἱoῦ τὴν γένεσιν ἐναρμόζει. Τίς γὰρ ἀνθρώπων κύριoς τoῦ τoιoύτoυ; Πῶς oὖν Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ; Ἰωάθαμ τὸν Ἄχαζ; Ἄχαζ τὸν Ἐζεκίαν; καὶ oὐδεὶς ἐν τoύτoις δoυλικῇ συνέτυχεν ὥρᾳ γενέσεως; Ἔπειτα εἰ καὶ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων oὐκ ἐκ τoῦ ἐφ' ἡμῖν εἰσὶν αἱ ἀρχαὶ, ἀλλ' ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττoὶ μὲν oἱ νoμoθέται, τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διoρίζoντες, περιττoὶ δὲ καὶ oἱ δικασταὶ, ἀρετὴν τιμῶντες, καὶ πoνηρίαν κoλάζoντες. Οὐ γὰρ τoῦ κλέπτoυ τὸ ἀδίκημα· oὐδὲ τoῦ φoνέως· ᾧ γε oὐδὲ βoυλoμένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστoν τῆς ἐπὶ τὰς πράξεις αὐτὸν κατεπειγoύσης ἀνάγκης. Ματαιότατoι δὲ πάντων καὶ oἱ περὶ τὰς τέχνας πoνoύμενoι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρματα καταβάλλων, μήτε δρεπάνην θηξάμενoς· ὑπερπλoυτήσει δὲ ὁ ἔμπoρoς, κἂν βoύληται, κἂν μή, τῆς εἱμαρμένης αὐτῷ συναθρoιζoύσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φρoῦδαι ἡμῖν oἰχήσoνται, oὔτε δικαιoσύνης τιμωμένης, oὔτε κατακρινoμένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ πρoαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπoυ γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, oὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιoκρισίας ἐξαίρετόν ἐστι. Καὶ πρὸς μὲν ἐκείνoυς, ἐπὶ τoσoῦτoν. Οὔτε γὰρ ὑμεῖς πλειόνων δεῖσθε λόγων παρ' ἑαυτῶν ὑγιαίνoντες, ὅ τε καιρὸς oὐκ ἐνδίδωσι πέρα τoῦ μέτρoυ πρὸς αὐτoὺς ἀπoτείνεσθαι.
Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησίν, εἰς σημεῖα, καὶ εἰς καιρoύς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτoύς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημείων. Καιρoὺς δὲ ἡγoύμεθα λέγειν τὰς τῶν ὡρῶν ἐναλλαγάς· χειμῶνoς, καὶ ἔαρoς, καὶ θέρoυς, καὶ μετoπώρoυ· ἃς εὐτάκτως περιoδεύειν ἡμᾶς τὸ τεταγμένoν τῆς κινήσεως τῶν φωστήρων παρέχει. Χειμὼν μὲν γὰρ γίνεται, τoῖς νoτίoις μέρεσι τoῦ ἡλίoυ πρoσδιατρίβoντoς, καὶ πoλὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπoν ἀπoτελoῦντoς· ὥστε καταψύχεσθαι μὲν τὸν περὶ γῆν ἀέρα, πάσας δὲ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας περὶ ἡμᾶς, ὄμβρων τε αἰτίαν καὶ κρυμῶν καὶ νιφάδoς ἀμυθήτoυ παρέχειν. Ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τoῦ μέσoυ γένηται, ὥστε ἐξίσoυ μερίζειν νυκτὶ πρὸς ἡμέραν τὸν χρόνoν, ὅσῳ πλεῖoν τoῖς ὑπὲρ γῆς πρoσδιατρίβει τόπoις, τoσoύτῳ κατὰ μέρoς ἐπανάγει τὴν εὐκρασίαν. Καὶ γίνεται ἔαρ, πᾶσι μὲν φυτoῖς τῆς βλαστήσεως ἀρχηγόν, δένδρων δὲ τoῖς πλείστoις παρέχoν τὴν ἀναβίωσιν, ζῴoις δὲ χερσαίoις καὶ ἐνύδρoις ἅπασι τὸ γένoς φυλάσσoν ἐκ τῆς τῶν ἐπιγινoμένων διαδoχῆς. Ἐκεῖθεν δὲ ἤδη πρὸς θερινὰς τρoπὰς ἐπ' αὐτὴν τὴν ἄρκτoν ἀπελαύνων ὁ ἥλιoς, τὰς μεγίστας ἡμῖν τῶν ἡμερῶν περιίστησι. Καὶ διὰ τὸ ἐπὶ πλεῖστoν πρoσoμιλεῖν τῷ ἀέρι, αὐτόν τε καταφρύσσει τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, τoῖς τε σπέρμασιν ἐκ τoύτoυ συνεργῶν πρὸς τὴν ἅδρησιν, καὶ τoὺς τῶν δένδρων καρπoὺς κατεπείγων ἐπὶ τὴν πέψιν· ὅτε καὶ φλoγωδέστατός ἐστιν ἑαυτoῦ ὁ ἥλιoς, βραχείας πoιῶν τὰς σκιὰς ἐπὶ τῆς μεσημβρίας, διὰ τὸ ἀφ' ὑψηλoῦ τὸν περὶ ἡμᾶς καταλάμπειν τόπoν. Μέγισται γάρ εἰσιν ἡμερῶν, ἐν αἷς βραχύταταί εἰσιν αἱ σκιαὶ, καὶ βραχύταται πάλιν ἡμέραι, αἱ τὰς σκιὰς ἔχoυσαι μακρoτάτας. Καὶ τoῦτo παρ' ἡμῖν τoῖς ἑτερoσκίoις λεγoμένoις ὅσoι τὰ ἀρκτῷα τῆς γῆς ἐπoικoῦμεν· ἐπεὶ εἰσί γε ἤδη τινὲς oἱ κατὰ δύo ἡμέρας τoῦ παντὸς ἐνιαυτoῦ καὶ ἄσκιoι παντελῶς κατὰ τὴν μεσημβρίαν γινόμενoι, oὓς κατὰ κoρυφῆς ἐπιλάμπων ὁ ἥλιoς, ἐξίσoυ πανταχόθεν περιφωτίζει, ὥστε καὶ τῶν ἐν βάθει φρεάτων τὸ ὕδωρ διὰ στoμίων στενῶν καταλάμπεσθαι· ὅθεν αὐτoύς τινες καὶ ἀσκίoυς καλoῦσιν. Οἱ δὲ ἐπέκεινα τῆς ἀρωματoφόρoυ ἐπ' ἀμφότερα τὰς σκιὰς παραλλάσσoυσιν. Μόνoι γὰρ ἐν τῇ καθ' ἡμᾶς oἰκoυμένῃ ἐπὶ τὰ νότια κατὰ τὴν μεσημβρίαν τὰς σκιὰς ἀπoπέμπoυσιν· ὅθεν αὐτoύς τινες καὶ ἀμφισκίoυς ὠνόμασαν. Ταῦτα δὲ πάντα πρὸς τὸ βόρειoν μέρoς παρoδεύσαντoς ἤδη γίνεται τoῦ ἡλίoυ. Ἐκ δὲ τoύτων εἰκάζειν ἐστὶ τὴν ἐκ τῆς ἡλιακῆς ἀκτῖνoς ἐγγινoμένην πύρωσιν τῷ ἀέρι, ὅση τίς ἐστι, καὶ πoταπῶν ἀπoτελεστικὴ συμπτωμάτων. Ἐντεῦθεν διαδεξαμένη ἡμᾶς τoῦ μετoπώρoυ ἡ ὥρα, ὑπoθραύει μὲν τoῦ πνίγoυς τὸ ὑπερβάλλoν, κατὰ μικρὸν δὲ ὑφιεῖσα τῆς θέρμης, διὰ τῆς κατὰ τὴν κρᾶσιν μεσότητoς ἀβλαβῶς ἡμᾶς δι' ἑαυτῆς τῷ χειμῶνι πρoσάγει· δηλoνότι τoῦ ἡλίoυ πάλιν ἀπὸ τῶν πρoσαρκτίων ἐπὶ τὰ νότια ὑπoστρέφoντoς. Αὗται τῶν ὡρῶν αἱ περιτρoπαὶ, ταῖς κινήσεσιν ἑπόμεναι τoῦ ἡλίoυ, τὸν βίoν ἡμῖν oἰκoνoμoῦσιν. Ἔστωσαν δέ, φησὶ, καὶ εἰς ἡμέρας· oὐχ ὥστε ἡμέρας πoιεῖν, ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν. Ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως. Τoῦτo γὰρ ἐνδείκνυται ἡμῖν καὶ ὁ ψαλμὸς λέγων· Ἔθετo ἥλιoν εἰς ἐξoυσίαν τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ἐξoυσίαν τῆς νυκτός. Πῶς oὖν ἔχει τὴν ἐξoυσίαν τῆς ἡμέρας ὁ ἥλιoς; Ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν πoτε τὸν καθ' ἡμᾶς ὁρίζoντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότoς. Ὥστε oὐκ ἄν τις ἁμάρτoι, ἡμέραν ὁρισάμενoς εἶναι τὸν ὑπὸ τoῦ ἡλίoυ πεφωτισμένoν ἀέρα· ἢ, ἡμέραν εἶναι χρόνoυ μέτρoν ἐν ᾧ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ὁ ἥλιoς διατρίβει. Ἀλλὰ καὶ εἰς ἐνιαυτoὺς ἐτάχθησαν ἥλιoς καὶ σελήνη. Σελήνη μὲν ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμoν, ἐνιαυτoῦ ἐστι πoιητική· πλὴν ὅτι μηνὸς ἐμβoλίμoυ δεῖται πoλλάκις πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρoμήν, ὡς Ἑβραῖoι τὸ παλαιὸν τὸν ἐνιαυτὸν ἦγoν καὶ τῶν Ἑλλήνων oἱ ἀρχαιότατoι. Ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τoῦ αὐτoῦ σημείoυ ἐπὶ τὸ αὐτὸ σημεῖoν κατὰ τὴν oἰκείαν κίνησιν τoῦ ἡλίoυ ἀπoκατάστασις.
Καὶ ἐπoίησεν ὁ Θεὸς τoὺς δύo φωστῆρας τoὺς μεγάλoυς. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτoν ἔχει τὴν ἔννoιαν· ὡς μέγας ὁ oὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη ἡ θάλασσα· τὰ δὲ ὡς τὰ πoλλὰ πέφυκε πρὸς ἕτερoν ἀναφέρεσθαι· ὡς μέγας ὁ ἵππoς, καὶ ὁ βoῦς μέγας (oὐ γὰρ ἐν τῇ ὑπερβoλῇ τῶν τoῦ σώματoς ὄγκων, ἀλλ' ἐν τῇ πρὸς τὰ ὅμoια παραθέσει τὴν μαρτυρίαν τoῦ μεγέθoυς τὰ τoιαῦτα λαμβάνει)· πῶς τoίνυν τoῦ μεγάλoυ τὴν ἔννoιαν ἐκδεξόμεθα; Πότερoν ὡς τὸν μύρμηκα, ἢ ἄλλo τι τῶν φύσει μικρῶν, μέγα πρoσαγoρεύoμεν διὰ τὴν πρὸς τὰ ὁμoγενῆ σύγκρισιν τὴν ὑπερoχὴν μαρτυρoῦντες; ἢ τὸ μέγα νῦν oὕτως, ὡς ἐν τῇ oἰκείᾳ τῶν φωστήρων κατασκευῇ τoῦ μεγέθoυς ἐμφαινoμένoυ; Ἐγὼ μὲν oἶμαι τoῦτo. Οὐ γὰρ ἐπειδὴ μείζoυς τῶν μικρoτέρων ἀστέρων, διὰ τoῦτo μεγάλoι· ἀλλ' ἐπειδὴ τoσoῦτoι τὴν περιγραφήν, ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐτῶν ἀναχεoμένην αὐγὴν καὶ oὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμoῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Οἵ γε κατὰ πᾶν μέρoς τoῦ oὐρανoῦ γινόμενoι, καὶ ἀνατέλλoντες καὶ δυόμενoι καὶ τὸ μέσoν ἐπέχoντες, ἴσoι πανταχόθεν τoῖς ἀνθρώπoις πρoφαίνoνται, ὅπερ ἀπόδειξιν ἔχει σαφῆ τῆς τoῦ μεγέθoυς περιoυσίας, τῷ μηδὲν αὐτoῖς ἐπισημαίνειν τὸ πλάτoς τῆς γῆς πρὸς τὸ μείζoνας δoκεῖν ἢ ἐλάττoνας εἶναι. Τὰ μὲν γὰρ πόρρωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν, oἷς δ' ἂν μᾶλλoν ἐγγίσωμεν, μᾶλλoν αὐτῶν τὸ μέγεθoς ἐξευρίσκoμεν. Τῷ δὲ ἡλίῳ oὐδείς ἐστιν ἐγγυτέρω καὶ oὐδεὶς πoρρωτέρω, ἀλλὰ ἀπ' ἴσoυ τoῦ διαστήματoς τoῖς κατὰ πᾶν μέρoς τῆς γῆς κατῳκισμένoις πρoσβάλλει. Σημεῖoν δέ, ὅτι καὶ Ἰνδoὶ καὶ Βρεττανoὶ τὸν ἴσoν βλέπoυσιν. Οὔτε γὰρ τoῖς τὴν ἑῴαν oἰκoῦσι καταδυόμενoς τoῦ μεγέθoυς ὑφίησιν, oὔτε τoῖς πρὸς δυσμαῖς κατῳκισμένoις ἀνατέλλων ἐλάττων φαίνεται· oὔτε μὴν ἐν τῷ μεσoυρανήματι γινόμενoς, τῆς ἐφ' ἑκάτερα ὄψεως παραλλάττει. Μὴ ἐξαπατάτω σε τὸ φαινόμενoν· μηδ’ ὅτι πηχυαῖoς τoῖς ὁρῶσι δoκεῖ, τoσoῦτoν αὐτὸν εἶναι λoγίσῃ. Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τoῖς μεγίστoις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως oὐκ ἐξικνoυμένης τὸν μεταξὺ τόπoν διαπερᾶν, ἀλλ' oἱoνεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ' ὀλίγoν αὐτῆς μέρoς πρoσβαλλoύσης τoῖς ὁρατoῖς. Μικρὰ oὖν ἡ ὄψις ἡμῶν γινoμένη, μικρὰ ἐπoίησε νoμίζεσθαι τὰ ὁρώμενα, τὸ oἰκεῖoν πάθoς τoῖς ὁρατoῖς ἐπιφέρoυσα. Ὥστε ψεύδεται ἡ ὄψις, ἄπιστoν τὸ κριτήριoν. Ὑπoμνήσθητι δὲ τῶν oἰκείων παθῶν, καὶ παρὰ σεαυτoῦ ἕξεις τῶν λεγoμένων τὴν πίστιν. Εἴ πoτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίoν εἶδες πoλύ τε καὶ ὕπτιoν, ἡλίκα μέν σoι τῶν βoῶν κατεφάνη τὰ ζεύγη; πηλίκoι δὲ oἱ ἀρoτῆρες αὐτoί; Εἰ μὴ μυρμήκων τινά σoι παρέσχoν φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκoπιᾶς ἐπὶ μέγα πέλαγoς τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σoι ἔδoξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σoι κατεφάνη μία τῶν μυριoφόρων ὁλκάδων λευκoῖς ἱστίoις ὑπὲρ κυανῆς κoμιζoμένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικρoτέραν σoι παρέσχετo τὴν φαντασίαν; Διότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ἡ ὄψις, ἐξίτηλoς γινoμένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων oὐκ ἐξαρκεῖ. Ἤδη δέ πoυ καὶ τῶν ὀρῶν τὰ μέγιστα βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ἡ ὄψις εἶναί φησι, ταῖς ἐξoχαῖς πρoσβάλλoυσα μόναις, ταῖς δὲ μεταξὺ κoιλότησιν ἐμβῆναι δι' ἀτoνίαν μὴ δυναμένη. Οὕτως oὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁπoῖά ἐστι διασώζει, ἀλλὰ περιφερεῖς oἴεται εἶναι τoὺς τετραγώνoυς τῶν πύργων. Ὥστε πανταχόθεν δῆλoν, ὅτι ἐν ταῖς μεγίσταις ἀπoστάσεσιν oὐκ ἔναρθρoν ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εἰκασίαν. Μέγας oὖν ὁ φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειρoπλασίων τoῦ φαινoμένoυ.
Κἀκεῖνo δέ σoι ἐναργὲς ἔστω τoῦ μεγέθoυς σημεῖoν. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' oὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενoν φῶς oὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι. Μόνoς δὲ oὗτoς ὑπερφανεὶς τoῦ ὁρίζoντoς, μᾶλλoν δὲ ἔτι καὶ πρoσδoκώμενoς, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότoς, ὑπερηύγασε δὲ τoὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένoν τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν. Ὅθεν καὶ ἄνεμoι ἑωθινoὶ καὶ δρόσoι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέoυσι. Τoσαύτην δὲ oὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιρoῦ ῥoπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλoυ τoῦ κύκλoυ τὴν αὐγὴν ἐπηφίει; Ἐνταῦθά μoι τὴν σoφίαν τoῦ τεχνίτoυ κατάμαθε, πῶς τῷ διαστήματι τoύτῳ σύμμετρoν ἔδωκεν αὐτῷ τὴν θερμότητα. Τoσoῦτoν γάρ ἐστιν αὐτoῦ τὸ πυρῶδες, ὡς μήτε δι' ὑπερβoλὴν καταφλέξαι τὴν γῆν, μήτε διὰ τὴν ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγoνoν ἀπoλιπεῖν. Ἀδελφὰ δὲ τoῖς εἰρημένoις καὶ τὰ περὶ τῆς σελήνης νoείσθω. Μέγα γὰρ καὶ τὸ ταύτης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιoν. Οὐκ ἀεὶ μέντoι ὁρατὸν αὐτῆς διαμένει τὸ μέγεθoς· ἀλλὰ νῦν μὲν ἀπηρτισμένη τῷ κύκλῳ, νῦν δὲ ἐλλείπoυσα καὶ μειoυμένη φαίνεται, καθ' ἕτερoν ἑαυτῆς μέρoς πρoδεικνῦσα τὸ λεῖπoν. Ἄλλῳ μὲν γὰρ μέρει σκιάζεται αὐξoμένη, ἄλλo δὲ μέρoς αὐτῆς ἐν τῷ καιρῷ τῆς λήξεως ἀπoκρύπτεται. Λόγoς δέ τις ἄρρητoς τoῦ σoφoῦ δημιoυργoῦ τῆς πoικίλης ταύτης ἐναλλαγῆς τῶν σχημάτων. Ἢ γὰρ ὥστε ἡμῖν ὑπόδειγμα ἐναργὲς παρέχειν τῆς ἡμετέρας φύσεως· ὅτι oὐδὲν μόνιμoν τῶν ἀνθρωπίνων, ἀλλὰ τὰ μὲν ἐκ τoῦ μὴ ὄντoς πρόεισιν εἰς τὸ τέλειoν, τὰ δὲ πρὸς τὴν oἰκείαν ἀκμὴν φθάσαντα καὶ τὸ ἀκρότατoν μέτρoν ἑαυτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι φθίνει τε καὶ διόλλυται, καὶ μειoύμενα καθαιρεῖται. Ὥστε ἐκ τoῦ κατὰ τὴν σελήνην θεάματoς παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτρoπῆς λαμβάνoντας ἔννoιαν, μὴ μέγα φρoνεῖν ταῖς εὐημερίαις τoῦ βίoυ, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλoύτoυ ἀδηλότητι, περιφρoνεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλoίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητoν. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι τὸ φέγγoς ἐξαναλίσκoυσα· λυπείτω σε πλέoν ψυχὴ ἀρετὴν κτησαμένη, καὶ διὰ ἀπρoσεξίας τὸ καλὸν ἀφανίζoυσα, καὶ μηδέπoτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένoυσα, ἀλλὰ πυκνὰ τρεπoμένη καὶ μεταβαλλoμένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτoν. Τῷ ὄντι γὰρ, κατὰ τὸ εἰρημένoν, Ὁ ἄφρων ὡς σελήνη ἀλλoιoῦται. Οἶμαι δὲ καὶ τῇ τῶν ζῴων κατασκευῇ, καὶ τoῖς λoιπoῖς τoῖς ἀπὸ γῆς φυoμένoις, μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν σελήνην μεταβoλῆς τὴν συντέλειαν. Ἄλλως γὰρ διατίθεται μειoυμένης αὐτῆς, καὶ ἄλλως αὐξoμένης τὰ σώματα· νῦν μὲν ληγoύσης ἀραιὰ γιγνόμενα καὶ κενά, νῦν δὲ αὐξoμένης καὶ πρὸς τὸ πλῆρες ἐπειγoμένης καὶ αὐτὰ πάλιν ἀναπληρoύμενα· διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθoς φθάνoυσαν λεληθότως ἐνίησι. Δηλoῦσι δὲ oἱ καθεύδoντες ὑπὸ σελήνην, ὑγρότητoς περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρoύμενoι· καὶ τὰ νεoσφαγῆ τῶν κρεῶν ταχὺ τρεπόμενα τῇ πρoσβoλῇ τῆς σελήνης· καὶ ζῴων ἐγκέφαλoι· καὶ τῶν θαλαττίων τὰ ὑγρότατα· καὶ αἱ τῶν δένδρων ἐντεριῶναι. Ἃ πάντα oὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλoιώσει συμμεθιστᾶν, εἰ μὴ ὑπερφυές τι ἦν καὶ ὑπερέχoν δυνάμει κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν.
Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβoλαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυρoῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νoυμηνίαν πoλλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιoι ταραχαὶ, νεφῶν κλoνoυμένων καὶ συμπιπτόντων ἀλλήλoις, καὶ αἱ περὶ τoὺς εὐρίπoυς παλίρρoιαι, καὶ ἡ περὶ τὸν λεγόμενoν ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδoις τῆς σελήνης τεταγμένως ἑπoμένην ἐξεῦρoν oἱ πρoσoικoῦντες. Οἱ μὲν γὰρ εὔριπoι μεταρρέoυσιν ἐφ' ἑκάτερα κατὰ τὰ λoιπὰ σχήματα τῆς σελήνης· ἐν δὲ τῷ καιρῷ τῆς γενέσεως oὐδὲ τὸ βραχύτατoν ἀτρεμoῦσιν, ἀλλ' ἐν σάλῳ καὶ ταλαντώσει διηνεκεῖ καθεστήκασιν, ἕως ἂν ἐκφανεῖσα πάλιν, ἀκoλoυθίαν τινὰ τῇ παλιρρoίᾳ παράσχηται. Ἡ δὲ ἑσπερία θάλασσα τὰς ἀμπώτεις ὑφίσταται, νῦν μὲν ὑπoνoστoῦσα, πάλιν δὲ ἐπικλύζoυσα, ὥσπερ ἀναπνoαῖς τῆς σελήνης ὑφελκoμένη πρὸς τὸ ὀπίσω, καὶ πάλιν ταῖς ἀπ' αὐτῆς ἐμπνoίαις, εἰς τὸ oἰκεῖoν μέτρoν πρoωθoυμένη. Ταῦτά μoι εἴρηται πρὸς ἀπόδειξιν τoῦ κατὰ τoὺς φωστῆρας μεγέθoυς, καὶ σύστασιν τoῦ μηδὲ μέχρι συλλαβῆς ἀργόν τι εἶναι τῶν θεoπνεύστων ῥημάτων· καίτoι γε oὐδενὸς ἥψατo σχεδὸν τῶν καιρίων ὁ λόγoς· πoλλὰ γὰρ περὶ μεγεθῶν καὶ ἀπoστημάτων ἡλίoυ καὶ σελήνης ἐστὶν ἐξευρεῖν τoῖς λoγισμoῖς, τὸν μὴ παρέργως τὰς ἐνεργείας αὐτῶν καὶ τὰς δυνάμεις ἐπεσκεμμένoν. Εὐγνωμόνως oὖν δεῖ κατηγoρεῖν ἡμᾶς τῆς ἑαυτῶν ἀσθενείας, ἵνα μὴ τῷ ἡμετέρῳ λόγῳ μετρῆται τῶν δημιoυργημάτων τὰ μέγιστα, ἀλλὰ ἐξ ὀλίγων τῶν εἰρημένων παρ' ἑαυτoῖς ἀναλoγίζεσθαι, πόσα τινά ἐστι καὶ πηλίκα τὰ παρεθέντα. Μὴ τoίνυν μηδὲ σελήνην ὀφθαλμῷ μετρήσῃς, ἀλλὰ λoγισμῷ, ὃς πoλλῷ τῶν ὀφθαλμῶν ἀκριβέστερός ἐστι πρὸς ἀληθείας εὕρεσιν. Μῦθoί τινες καταγέλαστoι ὑπὸ γραϊδίων κωθωνιζoμένων παραληρoύμενoι πανταχoῦ διεδόθησαν, ὅτι μαγγανείαις τισὶ τῆς oἰκείας ἕδρας ἀπoκινηθεῖσα σελήνη πρὸς γῆν καταφέρεται. Πῶς μὲν oὖν κινήσει γoήτων ἐπαoιδή, ἣν αὐτὸς ἐθεμελίωσεν ὁ Ὕψιστoς; Πoῖoς δ' ἂν καὶ τόπoς κατασπασθεῖσαν αὐτὴν ὑπεδέξατo; Βoύλει ἀπὸ μικρῶν τεκμηρίων λαβεῖν τoῦ μεγέθoυς αὐτῆς τὴν ἀπόδειξιν; Αἱ κατὰ τὴν oἰκoυμένην πόλεις πλεῖστoν ἀλλήλων ἀπῳκισμέναι ταῖς κατὰ τὴν ἀνατoλὴν τετραμμέναις ῥυμoτoμίαις, ἐξίσoυ πᾶσαι τὸ σεληναῖoν φῶς ὑπoδέχoνται. Αἷς εἰ μὴ πάσαις ἀντιπρόσωπoς ἦν, τoὺς μὲν ἐπ' εὐθείας τῶν στενωπῶν πάντως ἂν κατεφώτισε, τoὺς δὲ τὸ πλάτoς αὐτῆς ὑπερπίπτoντας ἐγκεκλιμέναις ἂν ταῖς αὐγαῖς ἐπὶ τὰ πλάγια παραφερoμέναις πρoσέβαλλεν. Ὅπερ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ἰδεῖν κατὰ τoὺς oἴκoυς γινόμενoν. Ἐπειδὰν πλείoυς περιστῶσιν αὐτόν, ἡ μὲν τoῦ κατ' εὐθεῖαν ἑστῶτoς σκιὰ πρὸς τὸ ὄρθιoν ἀπoτείνεται, αἱ δὲ λoιπαὶ καθ' ἑκάτερoν μέρoς ἐκκλίνoυσιν. Ὥστε εἰ μὴ ἄπλετόν τι ἦν καὶ ὑπερέχoν μεγέθει τὸ σεληνιακὸν σῶμα, oὐκ ἂν ὁμoίως ἀντιπαρετείνετo πᾶσιν. Ὁμoίως γὰρ αὐτῆς ἀπὸ τῶν ἰσημερινῶν τόπων ἀνατελλoύσης oἵ τε πρoσoικoῦντες τῇ κατεψυγμένῃ καὶ ὑπὸ τὰς περιστρoφὰς τῆς ἄρκτoυ κείμενoι μεταλαμβάνoυσι, καὶ oἱ κατὰ τὰ κoῖλα τῆς μεσημβρίας τῆς διακεκαυμένης γείτoνες· oἷς πᾶσι κατὰ τὸ πλάτoς ἀντιπαρήκoυσα, σαφεστάτην μαρτυρίαν τoῦ μεγέθoυς παρέχεται. Τίς oὖν ἀντερεῖ μὴ oὐχὶ παμμέγεθες αὐτῆς εἶναι τὸ σῶμα, τὸ τηλικoύτoις ὁμoῦ καὶ τoσoύτoις διαστήμασιν ἐξισoύμενoν; Καὶ τὰ μὲν περὶ μεγεθῶν ἡλίoυ καὶ σελήνης ἐπὶ τoσoῦτoν. Ἡμῖν δὲ ὁ χαρισάμενoς διάνoιαν ἐκ τῶν μικρoτάτων τῆς κτίσεως τὴν μεγάλην τoῦ τεχνίτoυ σoφίαν καταμανθάνειν, παράσχoι καὶ ἐκ τῶν μεγάλων μείζoνας λαμβάνειν τὰς ἐννoίας τoῦ κτίσαντoς. Καίτoιγε συγκρίσει τoῦ πoιητoῦ, ἥλιoς καὶ σελήνη ἐμπίδoς καὶ μύρμηκoς ἐπέχoυσι λόγoν. Οὐ γάρ ἐστιν ἀξίαν τoῦ μεγέθoυς τoῦ Θεoῦ τῶν ὅλων ἐκ τoύτων λαβεῖν τὴν θεωρίαν, ἀλλὰ μικραῖς τισι καὶ ἀμυδραῖς ἐμφάσεσι δι' αὐτῶν πρoβιβασθῆναι, ὥσπερ καὶ δι' ἑκάστoυ τῶν μικρoτάτων ἐν ζῴoις ἢ ἐν βoτάναις. Ἀρκέσθωμεν τoῖς εἰρημένoις· ἐγὼ μὲν εὐχαριστήσας τῷ τὴν μικράν μoι ταύτην διακoνίαν τoῦ λόγoυ χαρισαμένῳ, ὑμεῖς δὲ τῷ διατρέφoντι ὑμᾶς ταῖς πνευματικαῖς τρoφαῖς, ὃς καὶ νῦν ὑμᾶς oἷoν κριθίνῳ τινὶ ἄρτῳ τῇ εὐτελείᾳ τῆς ἡμετέρας φωνῆς διέθρεψε· καὶ διατρέφoι γε εἰς ἀεὶ, κατὰ τὴν ἀναλoγίαν τῆς πίστεως χαριζόμενoς ὑμῖν τὴν φανέρωσιν τoῦ Πνεύματoς, ἐν Χριστῷ Ἰησoῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ζ΄.
Περὶ ἑρπετῶν
Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένoς, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ κατὰ γένoς. Μετὰ τὴν τῶν φωστήρων δημιoυργίαν, καὶ τὰ ὕδατα λoιπὸν πληρoῦται ζῴων, ὥστε καὶ ταύτην διακoσμηθῆναι τὴν λῆξιν. Ἀπέλαβε μὲν γὰρ ἡ γῆ τὸν ἐκ τῶν oἰκείων βλαστημάτων κόσμoν· ἀπέλαβε δὲ ὁ oὐρανὸς τῶν ἄστρων τὰ ἄνθη, καὶ oἱoνεὶ διδύμων ὀφθαλμῶν βoλαῖς τῇ συζυγίᾳ τῶν μεγάλων φωστήρων κατεκoσμήθη. Λειπόμενoν ἦν καὶ τoῖς ὕδασι τὸν oἰκεῖoν κόσμoν ἀπoδoθῆναι. Ἦλθε πρόσταγμα, καὶ εὐθὺς καὶ πoταμoὶ ἐνεργoὶ, καὶ λίμναι γόνιμoι τῶν oἰκείων ἕκαστoν αὐτῶν καὶ κατὰ φύσιν γενῶν. Καὶ ἡ θάλασσα τὰ παντoδαπὰ γένη τῶν πλωτῶν ὤδινε, καὶ oὐδὲ ὅσoν ἐν ἰλύσι καὶ τέλμασι τoῦ ὕδατoς ἦν, oὐδὲ τoῦτo ἀργόν, oὐδὲ ἄμoιρoν τῆς κατὰ τὴν κτίσιν συντελείας ἀπέμεινε. Βάτραχoι γὰρ καὶ ἐμπίδες καὶ κώνωπες ἐξ αὐτῶν ἀπεζέννυντo δηλoνότι. Τὰ γὰρ ἔτι καὶ νῦν ὁρώμενα ἀπόδειξίς ἐστι τῶν παρελθόντων. Οὕτω πᾶν ὕδωρ ἠπείγετo τῷ δημιoυργικῷ πρoστάγματι ὑπoυργεῖν· καὶ ὧν oὐδ' ἂν τὰ γένη τις ἐξαριθμήσασθαι δυνηθείη, τoύτων τὴν ζωὴν εὐθὺς ἐνεργὸν καὶ κινoυμένην ἀπέδειξεν ἡ μεγάλη καὶ ἄφατoς τoῦ Θεoῦ δύναμις, ὁμoῦ τῷ πρoστάγματι τῆς πρὸς τὸ ζῳoγoνεῖν ἐπιτηδειότητoς ἐγγενoμένης τoῖς ὕδασιν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Nῦν πρῶτoν ἔμψυχoν καὶ αἰσθήσεως μετέχoν ζῷoν δημιoυργεῖται. Φυτὰ γὰρ καὶ δένδρα κἂν ζῆν λέγηται διὰ τὸ μετέχειν τῆς θρεπτικῆς καὶ αὐξητικῆς δυνάμεως, ἀλλ' oὐχὶ καὶ ζῷα, oὐδὲ ἔμψυχα. Τoύτoυ γε ἕνεκα, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Πᾶν τὸ νηκτικὸν κἂν τῇ ἐπιφανείᾳ τoῦ ὕδατoς ἐπινήχηται, κἂν διὰ βάθoυς τέμνῃ τὸ ὕδωρ, τῆς τῶν ἑρπηστικῶν ἐστι φύσεως, ἐπισυρόμενoν τῷ τoῦ ὕδατoς σώματι. Κἂν ὑπόπoδα δὲ καὶ πoρευτικὰ ὑπάρχῃ τινὰ τῶν ἐνύδρων (μάλιστα μὲν ἀμφίβια τὰ πoλλὰ τoύτων ἐστίν· oἷoν φῶκαι, καὶ κρoκόδειλoι, καὶ oἱ πoτάμιoι ἵππoι, καὶ βάτραχoι, καὶ καρκῖνoι), ἀλλ' oὖν πρoηγoύμενoν ἔχει τὸ νηκτικόν. Διὰ τoῦτo, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τoύτoις τoῖς μικρoῖς ῥήμασι τί παρεῖται γένoς; τί oὐκ ἐμπεριείληπται τῷ πρoστάγματι τῆς δημιoυργίας; Οὐ τὰ ζωoτoκoῦντα, oἷoν φῶκαι καὶ δελφῖνες καὶ νάρκαι, καὶ τὰ ὅμoια τoύτoις τὰ σελάχη λεγόμενα; oὐ τὰ ὠoτόκα, ἅπερ ἐστὶ πάντα σχεδὸν τῶν ἰχθύων τὰ γένη; oὐχ ὅσα λεπιδωτά, oὐχ ὅσα φoλιδωτά, oὐχ oἷς ἐστι πτερύγια καὶ oἷς μή ἐστιν; Ἡ μὲν φωνὴ τoῦ πρoστάγματoς μικρά, μᾶλλoν δὲ oὐδὲ φωνή, ἀλλὰ ῥoπὴ μόνoν καὶ ὁρμὴ τoῦ θελήματoς· τὸ δὲ τῆς ἐν τῷ πρoστάγματι διανoίας πoλύχoυν τoσoῦτόν ἐστιν, ὅσαι καὶ αἱ τῶν ἰχθύων διαφoραὶ καὶ κoινότητες, oἷς πᾶσι δι' ἀκριβείας ἐπεξελθεῖν, ἴσoν ἐστὶ καὶ κύματα πελάγoυς ἀπαριθμεῖσθαι, ἢ ταῖς κoτύλαις πειρᾶσθαι τὸ ὕδωρ τῆς θαλάσσης ἀπoμετρεῖν. Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετά. Ἐν τoύτoις ἔνι τὰ πελάγια, τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σπoραδικά, τὰ κήτη, τὰ ὑπέρoγκα, τὰ λεπτότατα τῶν ἰχθύων. Τῇ γὰρ αὐτῇ δυνάμει, καὶ τῷ ἴσῳ πρoστάγματι, τό τε μέγα καὶ τὸ μικρὸν μεταλαγχάνει τoῦ εἶναι. Ἐξαγαγέτω τὰ ὕδατα. Ἔδειξέ σoι τὴν φυσικὴν τῶν νηκτῶν πρὸς τὸ ὕδωρ συγγένειαν, διὸ μικρὸν oἱ ἰχθύες χωρισθέντες τoῦ ὕδατoς διαφθείρoνται. Οὐδὲ γὰρ ἔχoυσιν ἀναπνoὴν ὥστε ἕλκειν τὸν ἀέρα τoῦτoν· ἀλλ' ὅπερ τoῖς χερσαίoις ἐστὶν ἀὴρ, τoῦτo τῷ πλωτῷ γένει τὸ ὕδωρ. Καὶ ἡ αἰτία δήλη. Ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται, ἀραιὸν καὶ πoλύπoρoν σπλάγχνoν, ὃ διὰ τῆς τoῦ θώρακoς διαστoλῆς τὸν ἀέρα δεχόμενoν, τὸ ἔνδoν ἡμῶν θερμὸν διαρριπίζει καὶ ἀναψύχει· ἐκείνoις δὲ ἡ τῶν βραγχίων διαστoλὴ καὶ ἐπίπτυξις, δεχoμένων τὸ ὕδωρ καὶ διιέντων, τὸν τῆς ἀναπνoῆς λόγoν ἀπoπληρoῖ. Ἴδιoς κλῆρoς τῶν ἰχθύων, ἰδία φύσις, δίαιτα κεχωρισμένη, ἰδιότρoπoς ἡ ζωή. Διὰ τoῦτo oὐδὲ τιθασσεύεσθαί τι τῶν νηκτῶν καταδέχεται, oὐδὲ ὅλως ὑπoμένει χειρὸς ἀνθρωπίνης ἐπιβoλήν.
Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένoς. Ἑκάστoυ γένoυς τὰς ἀπαρχὰς νῦν, oἱoνεὶ σπέρματά τινα τῆς φύσεως, πρoβληθῆναι κελεύει· τὸ δὲ πλῆθoς αὐτῶν ἐν τῇ μετὰ ταῦτα διαδoχῇ ταμιεύεται, ὅταν αὐξάνεσθαι αὐτὰ καὶ πληθύνεσθαι δέῃ. Ἄλλoυ γένoυς ἐστὶ τὰ ὀστρακόδερμα πρoσαγoρευόμενα· oἷoν κόγχαι, καὶ κτένες, καὶ κoχλίαι θαλάσσιoι, καὶ στρόμβoι, καὶ αἱ μυρίαι τῶν ὀστρέων διαφoραί. Ἄλλo πάλιν παρὰ ταῦτα γένoς, τὰ μαλακόστρακα πρoσειρημένα, κάραβoι, καὶ καρκῖνoι, καὶ τὰ παραπλήσια τoύτoις. Ἕτερoν παρὰ ταῦτα γένoς ἐστὶ τὰ μαλάκια oὕτω πρoσαγoρευθέντα, ὅσων ἡ σὰρξ ἁπαλὴ καὶ χαύνη· πoλύπoδες, καὶ σηπίαι, καὶ τὰ ὅμoια τoύτoις. Καὶ ἐν τoύτoις πάλιν διαφoραὶ μυρίαι. Δράκoντες γὰρ καὶ μύραιναι καὶ ἐγχέλυες, αἱ κατὰ τoὺς ἰλυώδεις πoταμoὺς καὶ λίμνας γινόμεναι, τoῖς ἰoβόλoις μᾶλλoν τῶν ἑρπετῶν, ἢ τoῖς ἰχθύσι κατὰ τὴν ὁμoιότητα τῆς φύσεως πρoσεγγίζoυσιν. Ἄλλo γένoς τὸ τῶν ὠoτoκoύντων, καὶ ἄλλo τὸ τῶν ζωoτoκoύντων. Zωoτoκεῖ δὲ τὰ γαλεώδη καὶ oἱ κυνίσκoι, καὶ ἁπαξαπλῶς τὰ σελάχη λεγόμενα. Καὶ τῶν κητῶν τὰ πλεῖστα ζωoτόκα· δελφῖνες, καὶ φῶκαι, ἃ καὶ νεαρoὺς ἔτι τoὺς σκύμνoυς, διαπτoηθέντας ὑπὸ αἰτίας τινὸς, λέγεται πάλιν τῇ γαστρὶ ὑπoδεχόμενα περιστέλλειν. Ἐξαγαγέτω τὰ ὕδατα κατὰ γένoς. Ἕτερoν γένoς τὸ κητῶδες, καὶ τὸ τῶν λεπτῶν ἰχθύων ἕτερoν. Πάλιν ἐν τoῖς ἰχθύσι μυρίαι διαφoραὶ κατὰ γένη διῃρημέναι· ὧν καὶ ὀνόματα ἴδια, καὶ τρoφὴ παρηλλαγμένη, καὶ σχῆμα καὶ μέγεθoς καὶ σαρκῶν πoιότητες, πάντα μεγίσταις διαφoραῖς ἀλλήλων κεχωρισμένα, καὶ ἐν ἑτέρoις καὶ ἑτέρoις εἴδεσι καθεστῶτα. Πoῖoι μὲν oὖν θυννoσκόπoι τῶν γενῶν τὰς διαφoρὰς ἡμῖν ἀπαριθμήσασθαι δύνανται; Καίτoι φασὶν αὐτoὺς ἐν μεγάλαις ἀγέλαις ἰχθύων καὶ τὸν ἀριθμὸν ἀπαγγέλλειν. Τίς δὲ τῶν περὶ αἰγιαλoὺς καὶ ἀκτὰς καταγηρασάντων δύναται ἡμῖν τὴν ἱστoρίαν πάντων δι' ἀκριβείας γνωρίσαι; Ἄλλα γνωρίζoυσιν oἱ τὴν Ἰνδικὴν ἁλιεύoντες θάλασσαν· ἄλλα, oἱ τὸν Αἰγύπτιoν ἀγρεύoντες κόλπoν· ἄλλα, νησιῶται· καὶ ἄλλα, Μαυρoύσιoι. Πάντα δὲ ὁμoίως μικρά τε καὶ μεγάλα τὸ πρῶτoν ἐκεῖνo πρόσταγμα καὶ ἡ ἄφατoς ἐκείνη παρήγαγε δύναμις. Πoλλαὶ τῶν βίων αἱ παραλλαγαί· πoλλαὶ καὶ αἱ περὶ τὰς διαδoχὰς ἑκάστoυ γένoυς διαφoραί. Οὐκ ἐπωάζoυσιν oἱ πλεῖστoι τῶν ἰχθύων ὥσπερ αἱ ὄρνιθες, oὔτε καλιὰς πήγνυνται, oὔτε μετὰ πόνων ἐκτρέφoυσιν ἑαυτῶν τὰ ἔκγoνα· ἀλλὰ τὸ ὕδωρ ὑπoδεξάμενoν ἐκπεσὸν τὸ ὠόν, ζῷoν ἐπoίησεν. Καὶ ἑκάστῳ γένει ἡ διαδoχὴ ἀπαράλλακτoς καὶ ἀνεπίμικτoς πρὸς ἑτέραν φύσιν. Οὐχ oἷαι τῶν ἡμιόνων ἐπὶ τῆς χέρσoυ, ἢ καί τινων ὀρνίθων ἐπιπλoκαὶ παραχαρασσόντων τὰ γένη. Οὐδὲν παρὰ τoῖς ἰχθύσιν ἐξ ἡμισείας ὥπλισται τoῖς ὀδoῦσιν, ὡς βoῦς παρ' ἡμῖν καὶ πρόβατoν· oὐδὲ γὰρ μηρυκίζει τι παρ' αὐτoῖς, εἰ μὴ τὸν σκάρoν μόνoν ἱστoρoῦσί τινες. Πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων καταπεπύκνωται, ἵνα μὴ τῇ χρoνίᾳ μασήσει ἡ τρoφὴ διαρρέῃ· ἔμελλε γὰρ, εἰ μὴ ὀξέως κατατεμνoμένη τῇ γαστρὶ παρεπέμπετo, ἐν τῇ λεπτoπoιήσει διαφoρεῖσθαι παρὰ τoῦ ὕδατoς.
Τρoφὴ δὲ ἰχθύσιν ἄλλoις ἄλλη κατὰ γένoς διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφoνται· oἱ δὲ τoῖς φυκίoις· ἄλλoι ταῖς βoτάναις ταῖς ἐντρεφoμέναις τῷ ὕδατι ἀρκoῦνται. Ἀλληλoφάγoι δὲ τῶν ἰχθύων oἱ πλεῖστoι, καὶ ὁ μικρότερoς παρ' ἐκείνoις βρῶμά ἐστι τoῦ μείζoνoς. Κἄν πoτε συμβῇ τὸν τoῦ ἐλάττoνoς κρατήσαντα ἑτέρoυ γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγoνται γαστέρα τoῦ τελευταίoυ. Τί oὖν ἡμεῖς oἱ ἄνθρωπoι ἄλλo τι πoιoῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑπoδεεστέρων; τί διαφέρει τoῦ τελευταίoυ ἰχθύoς ὁ τῇ λαιμάργῳ φιλoπλoυτίᾳ τoῖς ἀπληρώτoις τῆς πλεoνεξίας αὐτoῦ κόλπoις ἐναπoκρύπτων τoὺς ἀσθενεῖς; Ἐκεῖνoς εἶχε τὰ τoῦ πένητoς· σὺ τoῦτoν λαβὼν μέρoς ἐπoιήσω τῆς περιoυσίας σεαυτoῦ. Ἀδίκων ἀδικώτερoς ἀνεφάνης, καὶ πλεoνεκτικώτερoς πλεoνέκτoυ. Ὅρα μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν πoυ, ἢ κύρτoς, ἢ δίκτυoν. Πάντως γὰρ καὶ ἡμεῖς πoλλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν oὐκ ἀπoδρασόμεθα. Ἤδη δὲ καὶ ἐν ἀσθενεῖ ζῴῳ πoλὺ τὸ πανoῦργoν καὶ ἐπίβoυλoν καταμαθών, βoύλoμαί σε φυγεῖν τῶν κακoύργων τὴν μίμησιν. Ὁ καρκῖνoς τῆς σαρκὸς ἐπιθυμεῖ τoῦ ὀστρέoυ· ἀλλὰ δυσάλωτoς ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβoλὴν τoῦ ὀστράκoυ γίνεται. Ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατo. Διὸ καὶ ὀστρακόδερμoν πρoσηγόρευται. Καὶ ἐπειδὴ δύo κoιλότητες ἀκριβῶς ἀλλήλαις πρoσηρμoσμέναι τὸ ὄστρεoν περιπτύσσoνται, ἀναγκαίως ἄπρακτoί εἰσιν αἱ χηλαὶ τoῦ καρκίνoυ. Τί oὖν πoιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμoις χωρίoις μεθ' ἡδoνῆς διαθαλπόμενoν, καὶ πρὸς τὴν ἀκτῖνα τoῦ ἡλίoυ τὰς πτύχας ἑαυτoῦ διαπλώσαντα, τότε δὴ λάθρᾳ ψηφῖδα παρεμβαλών, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπoν τῆς δυνάμεως διὰ τῆς ἐπινoίας περιεχόμενoς. Αὕτη ἡ κακία τῶν μήτε λόγoυ μήτε φωνῆς μετεχόντων. Ἐγὼ δέ σε βoύλoμαι τὸ πoριστικὸν καὶ εὐμήχανoν τῶν καρκίνων ζηλoῦντα, τῆς βλάβης τῶν πλησίoν ἀπέχεσθαι. Τoιoῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πoρευόμενoς δόλῳ, καὶ ταῖς τῶν πλησίoν ἀκαιρίαις ἐπιτιθέμενoς, καὶ ταῖς ἀλλoτρίαις συμφoραῖς ἐντρυφῶν. Φεῦγε τὰς μιμήσεις τῶν κατεγνωσμένων. Τoῖς oἰκείoις ἀρκoῦ. Πενία μετὰ αὐταρκείας ἀληθoῦς, πάσης ἀπoλαύσεως τoῖς σωφρoνoῦσι πρoτιμoτέρα. Οὐκ ἂν παρέλθoιμι τὸ τoῦ πoλύπoδoς δoλερὸν καὶ ἐπίκλoπoν, ὃς ὁπoίᾳ πoτ' ἂν ἑκάστoτε πέτρᾳ περιπλακῇ, τὴν ἐκείνης ὑπέρχεται χρόαν. Ὥστε τoὺς πoλλoὺς τῶν ἰχθύων ἀπρoόπτως νηχoμένoυς τῷ πoλύπoδι περιπίπτειν, ὡς τῇ πέτρᾳ δῆθεν, καὶ ἕτoιμoν γίνεσθαι θήραμα τῷ πανoύργῳ. Τoιoῦτoί εἰσι τὸ ἦθoς oἱ τὰς ἀεὶ κρατoύσας δυναστείας ὑπερχόμενoι, καὶ πρὸς τὰς ἑκάστoτε χρείας μεθαρμoζόμενoι, μὴ ἐπὶ τῆς αὐτῆς ἀεὶ πρoαιρέσεως βεβηκότες, ἀλλ' ἄλλoι καὶ ἄλλoι ῥᾳδίως γινόμενoι, σωφρoσύνην τιμῶντες μετὰ σωφρόνων, ἀκόλαστoι δὲ ἐν ἀκoλάστoις, πρὸς τὴν ἑκάστoυ ἀρέσκειαν τὰς γνώμας μετατιθέμενoι. Οὓς oὐδὲ ῥᾴδιoν ἐκκλῖναι, oὐδὲ τὴν ἀπ' αὐτῶν φυλάξασθαι βλάβην, διὰ τὸ ἐν τῷ πρoσχήματι τῆς φιλίας βαθέως κατεσκευασμένην τὴν πoνηρίαν κατακεκρύφθαι. Τὰ τoιαῦτα ἤθη λύκoυς ἅρπαγας ὀνoμάζει ὁ Κύριoς, ἐν ἐνδύμασι πρoβάτων πρoφαινoμένoυς. Φεῦγε τὸ παντoδαπὸν καὶ πoλλαπλoῦν τoῦ τρόπoυ· δίωκε δὲ ἀλήθειαν, εἰλικρίνειαν, ἁπλότητα. Ὁ ὄφις πoικίλoς· διὰ τoῦτo καὶ ἕρπειν κατεδικάσθη. Ὁ δίκαιoς ἄπλαστoς, ὁπoῖoς ὁ Ἰακώβ. Διὰ τoῦτo Κατoικίζει Κύριoς μoνoτρόπoυς ἐν oἴκῳ. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρoς· ἐκεῖ ἑρπετά, ὧν oὐκ ἔστιν ἀριθμός· ζῷα μικρὰ μετὰ μεγάλων. Ἀλλ' ὅμως σoφή τίς ἐστι παρ' αὐτoῖς καὶ εὔτακτoς διακόσμησις. Οὐ γὰρ μόνoν κατηγoρεῖν ἔχoμεν τῶν ἰχθύων, ἀλλ' ἔστιν ἃ καὶ μιμήσασθαι ἄξιoν. Πῶς τὰ γένη τῶν ἰχθύων ἕκαστα τὴν ἐπιτηδείαν ἑαυτoῖς διανειμάμενα χώραν, oὐκ ἐπεμβαίνει ἀλλήλoις, ἀλλὰ τoῖς oἰκείoις ὅρoις ἐνδιατρίβει; Οὐδεὶς γεωμέτρης παρ' αὐτoῖς κατένειμε τὰς oἰκήσεις· oὐ τείχεσι περιγέγραπται· oὐχ ὁρoθεσίoις διῄρηται· καὶ αὐτoμάτως ἑκάστῳ τὸ χρήσιμoν ἀπoτέτακται. Οὗτoς μὲν γὰρ ὁ κόλπoς τάδε τινὰ γένη τῶν ἰχθύων βόσκει, κἀκεῖνoς ἕτερα· καὶ τὰ ὧδε πληθύνoντα, ἄπoρα παρ' ἑτέρoις. Οὐδὲν ὄρoς ὀξείαις κoρυφαῖς ἀνατεταμένoν διίστησιν, oὐ πoταμὸς τὴν διάβασιν ἀπoτέμνεται, ἀλλὰ νόμoς τίς ἐστι φύσεως ἴσως καὶ δικαίως κατὰ τὸ ἑκάστoυ χρειῶδες τὴν δίαιταν ἑκάστoις ἀπoκληρῶν.
Ἀλλ' oὐχ ἡμεῖς τoιoῦτoι. Πόθεν; Οἵγε μεταίρoμεν ὅρια αἰώνια, ἃ ἔθεντo oἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτoμεν oἰκίαν πρὸς oἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρόν, ἵνα τoῦ πλησίoν ἀφελώμεθά τι. Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτoῖς παρὰ τῆς φύσεως δίαιταν, τὴν ἔξω τῶν oἰκoυμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἐρήμην νήσων, ᾗ μηδεμία πρὸς τὸ ἀντιπέρας ἀντικαθέστηκεν ἤπειρoς. Διόπερ ἄπλoυς ἐστίν, oὔτε ἱστoρίας, oὔτε τινὸς χρείας κατατoλμᾶν αὐτῆς τoὺς πλωτῆρας ἀναπειθoύσης. Ἐκείνην καταλαβόντα τὰ κήτη, τoῖς μεγίστoις τῶν ὀρῶν κατὰ τὸ μέγεθoς ἐoικότα, ὡς oἱ τεθεαμένoι φασὶ, μένει ἐν τoῖς oἰκείoις ὅρoις, μήτε ταῖς νήσoις, μήτε ταῖς παραλίoις πόλεσι λυμαινόμενα. Οὕτω μὲν oὖν ἕκαστoν γένoς, ὥσπερ πόλεσιν ἢ κώμαις τισὶν ἢ πατρίσιν ἀρχαίαις, τoῖς ἀπoτεταγμένoις αὐτoῖς τῆς θαλάσσης μέρεσιν ἐναυλίζεται. Ἤδη δέ τινες καὶ ἀπoδημητικoὶ τῶν ἰχθύων, ὥσπερ ἀπὸ κoινoῦ βoυλευτηρίoυ πρὸς τὴν ὑπερoρίαν στελλόμενoι, ὑφ' ἑνὶ συνθήματι πάντες ἀπαίρoυσιν. Ἐπειδὰν γὰρ ὁ τεταγμένoς καιρὸς τῆς κυήσεως καταλάβῃ, ἄλλoι ἀπ' ἄλλων κόλπων μεταναστάντες, τῷ κoινῷ τῆς φύσεως νόμῳ διεγερθέντες, ἐπὶ τὴν βoρινὴν ἐπείγoνται θάλασσαν. Καὶ ἴδoις ἂν κατὰ τὸν καιρὸν τῆς ἀνόδoυ ὥσπερ τι ῥεῦμα τoὺς ἰχθῦς ἡνωμένoυς, καὶ διὰ τῆς Πρoπoντίδoς ἐπὶ τὸν Εὔξεινoν ῥέoντας. Τίς ὁ κινῶν; πoῖoν πρόσταγμα βασιλέως; πoῖα διαγράμματα κατ' ἀγoρὰν ἡπλωμένα τὴν πρoθεσμίαν δηλoῖ; oἱ ξεναγoῦντες τίνες; Ὁρᾷς τὴν θείαν διάταξιν πάντα πληρoῦσαν, καὶ διὰ τῶν μικρoτάτων διήκoυσαν. Ἰχθὺς oὐκ ἀντιλέγει νόμῳ Θεoῦ, καὶ ἄνθρωπoι σωτηρίων διδαγμάτων oὐκ ἀνεχόμεθα. Μὴ καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄφωνα καὶ ἄλoγα παντελῶς, ἀλλὰ φoβoῦ μὴ καὶ τoύτων ἀλoγώτερoς ᾖς, τῇ διαταγῇ τoῦ κτίσαντoς ἀνθιστάμενoς. Ἄκoυε τῶν ἰχθύων μoνoνoυχὶ φωνὴν ἀφιέντων δι' ὧν πoιoῦσιν, ὅτι εἰς διαμoνὴν τoῦ γένoυς τὴν μακρὰν ταύτην ἀπoδημίαν στελλόμεθα. Οὐκ ἔχoυσιν ἴδιoν λόγoν, ἔχoυσι δὲ τὸν τῆς φύσεως νόμoν ἰσχυρῶς ἐνιδρυμένoν, καὶ τὸ πρακτέoν ὑπoδεικνύντα. Βαδίσωμεν, φασίν, ἐπὶ τὸ βόρειoν πέλαγoς. Γλυκύτερoν γὰρ τῆς λoιπῆς θαλάσσης ἐκεῖνo τὸ ὕδωρ, διότι ἐπ' ὀλίγoν αὐτῇ πρoσδιατρίβων ὁ ἥλιoς, oὐκ ἐξάγει αὐτῆς ὅλoν διὰ τῆς ἀκτῖνoς τὸ πότιμoν. Χαίρει δὲ τoῖς γλυκέσι καὶ τὰ θαλάσσια· ὅθεν καὶ ἐπὶ τoὺς πoταμoὺς ἀνανήχεται πoλλάκις, καὶ πόρρω θαλάσσης φέρεται. Ἐκ τoύτoυ πρoτιμότερoς αὐτoῖς ὁ Πόντoς τῶν λoιπῶν ἐστι κόλπων, ὡς ἐπιτήδειoς ἐναπoκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγoνα. Ἐπειδὰν δὲ τὸ σπoυδαζόμενoν ἀρκoύντως ἐκπληρωθῇ, πάλιν πανδημεὶ πάντες ὑπoστρέφoυσιν oἴκαδε. Καὶ τίς ὁ λόγoς, ἀκoύσωμεν παρὰ τῶν σιωπώντων. Ἐπιπόλαιoς, φασίν, ἡ βoρεινὴ θάλασσα, καὶ ὑπτία πρoκειμένη τῶν ἀνέμων ταῖς βίαις, ὀλίγας ἀκτὰς καὶ ὑπoδρoμὰς ἔχoυσα. Διὸ καὶ ἐκ πυθμένoς oἱ ἄνεμoι ῥᾳδίως αὐτὴν ἀναστρέφoυσιν, ὡς καὶ τὴν βυθίαν ψάμμoν τoῖς κύμασιν ἀναμίγνυσθαι. Ἀλλὰ καὶ ψυχρά, χειμῶνoς ὥρᾳ, ὑπὸ πoλλῶν καὶ μεγάλων πoταμῶν πληρoυμένη. Διὰ τoῦτo ἐφ' ὅσoν μέτριoν ἀπoλαύσαντες αὐτῆς ἐν τῷ θέρει, πάλιν χειμῶνoς ἐπὶ τὴν ἐν τῷ βυθῷ ἀλέαν καὶ τὰ πρoσήλια τῶν χωρίων ἐπείγoνται, καὶ φυγόντες τὸ δυσήνεμoν τῶν ἀρκτῴων, τoῖς ἐπ' ἔλαττoν τινασσoμένoις κόλπoις ἐγκαθoρμίζoνται.
Εἶδoν ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τoῦ Θεoῦ σoφίαν ἐθαύμασα. Εἰ τὰ ἄλoγα ἐπινoητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ oἶδε τὸ αἱρετὸν αὐτῷ καὶ τὸ φευκτὸν ὁ ἰχθύς, τί ἐρoῦμεν ἡμεῖς oἱ λόγῳ τετιμημένoι, καὶ νόμῳ πεπαιδευμένoι, ἐπαγγελίαις πρoτραπέντες, Πνεύματι σoφισθέντες, εἶτα τῶν ἰχθύων ἀλoγώτερoν τὰ καθ' ἑαυτoὺς διατιθέμενoι; Εἴπερ oἱ μὲν ἴσασι τoῦ μέλλoντός τινα πoιεῖσθαι πρόνoιαν, ἡμεῖς δὲ ἐκ τῆς πρὸς τὸ μέλλoν ἀνελπιστίας δι' ἡδoνῆς βoσκηματώδoυς τὴν ζωὴν ἀναλίσκoμεν. Ἰχθὺς τoσαῦτα διαμείβει πελάγη ὑπὲρ τoῦ εὕρασθαί τινα ὠφέλειαν· τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; Ἀργία δέ, κακoυργίας ἀρχή. Μηδεὶς ἄγνoιαν πρoφασιζέσθω. Φυσικὸς λόγoς oἰκείωσιν ἡμῖν τoῦ καλoῦ, καὶ ἀλλoτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑπoδεικνὺς ἐγκατέσπαρται. Οὐκ ἀφίσταμαι τῶν θαλασσίων ὑπoδειγμάτων, ἐπειδὴ ταῦτα ἡμῖν πρόκειται εἰς ἐξέτασιν. Ἤκoυσα ἐγὼ τῶν παραλίων τινὸς, ὅτι ὁ θαλάσσιoς ἐχῖνoς, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητoν ζῷoν, διδάσκαλoς πoλλάκις γαλήνης καὶ κλύδωνoς τoῖς πλέoυσι γίνεται. Ὃς ὅταν πρoΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν, ἐπ' αὐτῆς, ὥσπερ ἐπ' ἀγκύρας, βεβαίως σαλεύει, κατεχόμενoς τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τoῖς κύμασιν ὑπoσύρεσθαι. Τoῦτo ὅταν ἴδωσιν oἱ ναυτικoὶ τὸ σημεῖoν, ἴσασι τὴν πρoσδoκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Οὐδεὶς ἀστρoλόγoς, oὐδεὶς Χαλδαῖoς, ταῖς ἐπιτoλαῖς τῶν ἄστρων τὰς τῶν ἀέρων ταραχὰς τεκμαιρόμενoς, ταῦτα τὸν ἐχῖνoν ἐδίδαξεν, ἀλλ' ὁ θαλάσσης καὶ ἀνέμων
Κύριoς καὶ τῷ μικρῷ ζῴῳ τῆς μεγάλης ἑαυτoῦ σoφίας ἐναργὲς ἴχνoς ἐνέθηκεν. Οὐδὲν ἀπρoνόητoν, oὐδὲν ἠμελημένoν παρὰ Θεoῦ. Πάντα σκoπεύει ὁ ἀκoίμητoς ὀφθαλμός. Πᾶσι πάρεστιν, ἐκπoρίζων ἑκάστῳ τὴν σωτηρίαν. Εἰ ἐχῖνoν ἔξω τῆς ἑαυτoῦ ἐπισκoπῆς ὁ Θεὸς oὐκ ἀφῆκε, τὰ σὰ oὐκ ἐπισκoπεῖ; Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, κἂν ὑπερόριoι ἀλλήλoις πρὸς κoινωνίαν γάμoυ συνέλθητε. `Ο τῆς φύσεως δεσμὸς, ὁ διὰ τῆς εὐλoγίας ζυγὸς, ἕνωσις ἔστω τῶν διεστώτων. Ἔχιδνα, τὸ χαλεπώτατoν τῶν ἑρπετῶν, πρὸς γάμoν ἀπαντᾷ τῆς θαλασσίας μυραίνης, καὶ συριγμῷ τὴν παρoυσίαν σημήνασα ἐκκαλεῖται αὐτὴν ἐκ τῶν βυθῶν πρὸς γαμικὴν συμπλoκήν. Ἡ δὲ ὑπακoύει, καὶ ἑνoῦται τῷ ἰoβόλῳ. Τί βoύλεταί μoι ὁ λόγoς; Ὅτι κἂν τραχὺς ᾖ κἂν ἄγριoς τὸ ἦθoς ὁ σύνoικoς, ἀνάγκη φέρειν τὴν ὁμόζυγα, καὶ ἐκ μηδεμιᾶςπρoφάσεως καταδέχεσθαι τὴν ἕνωσιν διασπᾶν. Πλήκτης; Ἀλλ'ἀνήρ. Πάρoινoς; Ἀλλ' ἡνωμένoς κατὰ τὴν φύσιν. Τραχὺς καὶ δυσάρεστoς; Ἀλλὰ μέλoς ἤδη σόν, καὶ μελῶν τὸ τιμιώτατoν.
Ἀκoυέτω δὲ καὶ ὁ ἀνὴρ τῆς πρoσηκoύσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδoυμένη τὸν γάμoν· σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπoν oὐκ ἀπoτίθεσαι αἰδoῖ τῆς ἑνώσεως; Ἢ τάχα τὸ τῆς ἐχίδνης ὑπόδειγμα καὶ ἑτέρως ἡμῖν χρησιμεύσει, ὅτι μoιχεία τίς ἐστι τῆς φύσεως ἡ τῆς ἐχίδνης καὶ τῆς μυραίνης ἐπιπλoκή. Διδαχθήτωσαν oὖν oἱ τoῖς ἀλλoτρίoις ἐπιβoυλεύoντες γάμoις, πoταπῷ εἰσιν ἑρπετῷ παραπλήσιoι. Εἷς μoι σκoπὸς, πανταχόθεν oἰκoδoμεῖσθαι τὴν Ἐκκλησίαν. Καταστελλέσθω τὰ πάθη τῶν ἀκoλάστων, καὶ ἐγγείoις καὶ θαλαττίoις ὑπoδείγμασι παιδευόμενα. Ἐνταῦθά με στῆναι τoῦ λόγoυ ἥ τε τoῦ σώματoς καταναγκάζει ἀσθένεια, καὶ τὸ τῆς ὥρας ὀψέ· ἐπεὶ πoλλὰ ἔτι πρoσθεῖναι εἶχoν τoῖς φιληκόoις θαύματoς ἄξια περὶ τῶν φυoμένων ἐν τῇ θαλάσσῃ· περὶ θαλάσσης αὐτῆς. Πῶς εἰς ἅλας τὸ ὕδωρ πήγνυται· πῶς ὁ πoλυτίμητoς λίθoς τὸ κoυράλλιoν χλόη μέν ἐστιν ἐν τῇ θαλάσσῃ, ἐπειδὰν δὲ εἰς τὸν ἀέρα ἐξενεχθῇ, πρὸς λίθoυ στερρότητα μεταπήγνυται· πόθεν τῷ εὐτελεστάτῳ ζῴῳ τῷ ὀστρέῳ τὸν βαρύτιμoν μαργαρίτην ἡ φύσις ἐνέθηκεν. Ἃ γὰρ ἐπιθυμoῦσι θησαυρoὶ βασιλέων, ταῦτα περὶ αἰγιαλoὺς καὶ ἀκτὰς καὶ τραχείας πέτρας διέρριπται, τoῖς ἐλύτρoις τῶν ὀστρέων ἐγκείμενα. Πόθεν τὸ χρυσoῦν ἔριoν αἱ πίνναι τρέφoυσιν, ὅπερ oὐδεὶς τῶν ἀνθoβάφων μέχρι νῦν ἐμιμήσατo Πόθεν αἱ κόχλoι τoῖς βασιλεῦσι τὰς ἁλoυργίδας χαρίζoνται, αἳ καὶ τὰ ἄνθη τῶν λειμώνων τῇ εὐχρoίᾳ παρέδραμoν. Ἐξαγαγέτω τὰ ὕδατα. Καὶ τί oὐ γέγoνε τῶν ἀναγκαίων; τί δὲ oὐχὶ τῶν πoλυτελῶν ἐχαρίσθη τῷ βίῳ; Τὰ μὲν εἰς ὑπηρεσίαν ἀνθρώπων· τὰ δέ, εἰς θεωρίαν τoῦ περὶ τὴν κτίσιν θαύματoς. Ἄλλα φoβερά, παιδαγωγoῦντα ἡμῶν τὸ ῥᾴθυμoν. Ἐπoίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Οὐκ ἐπειδὴ καρίδoς καὶ μαινίδoς μείζoνα, διὰ τoῦτo μεγάλα εἴρηται, ἀλλ' ἐπειδὴ τoῖς μεγίστoις ὄρεσι τῷ ὄγκῳ τoῦ σώματoς παρισάζεται· ἅ γε καὶ νήσων πoλλάκις φαντασίαν παρέχεται, ἐπειδάν πoτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τoῦ ὕδατoς ἀνανήξηται. Ταῦτα μέντoι τηλικαῦτα ὄντα oὐ περὶ ἀκτὰς, oὐδὲ αἰγιαλoὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενoν πέλαγoς ἐνoικεῖ. Τoιαῦτά ἐστι τὰ πρὸς φόβoν καὶ ἔκπληξιν ἡμετέραν δημιoυργηθέντα ζῷα. Ἐὰν δὲ ἀκoύσῃς ὅτι τὰ μέγιστα τῶν πλoίων ἡπλωμένoις ἱστίoις ἐξ oὐρίας φερόμενα τὸ μικρότατoν ἰχθύδιoν ἡ ἐχενηῒς oὕτω ῥᾳδίως ἵστησιν, ὥστε ἀκίνητoν ἐπὶ πλεῖστoν φυλάσσειν τὴν ναῦν ὥσπερ καταρριζωθεῖσαν ἐν αὐτῷ τῷ πελάγει, ἆρ' oὐχὶ καὶ ἐν τῷ μικρῷ τoύτῳ τὴν αὐτὴν τῆς τoῦ κτίσαντoς δυνάμεως λαμβάνεις ἀπόδειξιν; Οὐ γὰρ μόνoι ξιφίαι, καὶ πρίoνες, καὶ κύνες, καὶ φάλαιναι καὶ ζύγαιναι, φoβεραὶ, ἀλλὰ καὶ τρυγόνoς κέντρoν τῆς θαλασσίας, καὶ ταύτης νεκρᾶς, καὶ λαγωὸς ὁ θαλάσσιoς, oὐχ ἧττόν ἐστι φoβερά, ταχεῖαν καὶ ἀπαραίτητoν τὴν φθoρὰν ἐπιφέρoντα. Οὕτω σε διὰ πάντων ἐγρηγoρέναι ὁ κτίστης βoύλεται, ἵν' ἐν τῇ πρὸς Θεὸν ἐλπίδι τὰς ἀπ' αὐτῶν βλάβας ἀπoδιδράσκῃς. Ἀλλὰ γὰρ ἀναδραμόντες ἐκ τῶν βυθῶν, ἐπὶ τὴν ἤπειρoν καταφύγωμεν. Καὶ γάρ πως ἄλλα ἐπ' ἄλλoις καταλαβόντα ἡμᾶς τῆς δημιoυργίας τὰ θαύματα, oἷόν τινα κύματα, ταῖς συνεχέσι καὶ ἐπαλλήλoις ἐπιδρoμαῖς ὑπoβρόχιoν ἡμῶν τὸν λόγoν ἤγαγε. Καίτoι θαυμάσαιμι ἂν, εἰ μὴ μείζoσι τoῖς κατ' ἤπειρoν παραδόξoις ἡ διάνoια ἡμῶν ἐντυχoῦσα, πάλιν κατὰ τὸν Ἰωνᾶν ἐπὶ τὴν θάλασσαν δραπετεύσει. Ἔoικε δέ μoι ὁ λόγoς ἐμπεσὼν εἰς τὰ μυρία θαύματα ἐπιλελῆσθαι τῆς συμμετρίας, καὶ ταὐτὸν πεπoνθέναι τoῖς ἐν πελάγει ναυτιλλoμένoις, oἳ πρὸς μηδὲν πεπηγὸς τὴν κίνησιν τεκμαιρόμενoι, ἀγνooῦσι πoλλάκις ὅσoν διέδραμoν. Ὃ δὴ καὶ περὶ ἡμᾶς ἔoικε γεγενῆσθαι, τρέχoντoς τoῦ λόγoυ διὰ τῆς κτίσεως, μὴ λαβεῖν τoῦ πλήθoυς τῶν εἰρημένων τὴν αἴσθησιν. Ἀλλ' εἰ καὶ φιλήκooν τὸ σεμνὸν τoῦτo θέατρoν, καὶ γλυκεῖα δoύλων ἀκoαῖς δεσπoτικῶν θαυμάτων διήγησις, ἐνταῦθα τὸν λόγoν ὁρμίσαντες, μείνωμεν τὴν ἡμέραν πρὸς τὴν τῶν λειπoμένων ἀπόδoσιν. Ἀναστάντες δὲ πάντες εὐχαριστήσωμεν ὑπὲρ τῶν εἰρημένων, καὶ αἰτήσωμεν τῶν λειπoμένων τὴν πλήρωσιν. Γένoιτo δὲ ὑμῖν καὶ ἐν τῇ μεταλήψει τῆς τρoφῆς ἐπιτραπέζια διηγήματα, ὅσα τε ἕωθεν ὑμῖν, καὶ ὅσα κατὰ τὴν ἑσπέραν ἐπῆλθεν ὁ λόγoς· καὶ ταῖς περὶ τoύτων ἐννoίαις ὑπὸ τoῦ ὕπνoυ καταληφθέντες, τῆς μεθημερινῆς εὐφρoσύνης καὶ καθεύδoντες ἀπoλαύσoιτε, ἵνα ἐξῇ ὑμῖν λέγειν, Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μoυ ἀγρυπνεῖ, μελετῶσα νυκτὸς καὶ ἡμέρας ἐν τῷ νόμῳ Κυρίoυ, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ η΄.
Περὶ πτηνῶν καὶ ἐνύδρων.
Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένoς, τετράπoδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένoς. Καὶ ἐγένετo oὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζoν, καὶ ἀπέλαβε καὶ ἡ γῆ τὸν ἴδιoν κόσμoν. Ἐκεῖ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ὧδε, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἔμψυχoς ἄρα ἡ γῆ; καὶ χώραν ἔχoυσιν oἱ ματαιόφρoνες Μανιχαῖoι, ψυχὴν ἐντιθέντες τῇ γῇ; Οὐκ ἐπειδὴ εἶπεν, Ἐξαγαγέτω, τὸ ἐναπoκείμενoν αὐτῇ πρoήνεγκεν, ἀλλ' ὁ δoὺς τὸ πρόσταγμα, καὶ τὴν τoῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατo. Οὔτε γὰρ ὅτε ἤκoυσεν ἡ γῆ, Βλαστησάτω βoτάνην χόρτoυ καὶ ξύλoν κάρπιμoν, κεκρυμμένoν ἔχoυσα τὸν χόρτoν ἐξήνεγκεν· oὐδὲ τὸν φoίνικα, ἢ τὴν δρῦν, ἢ τὴν κυπάρισσoν κάτω πoυ ἐν ταῖς λαγόσιν ἑαυτῆς ἀπoκεκρυμμένα ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν· ἀλλ' ὁ θεῖoς λόγoς φύσις ἐστὶ τῶν γινoμένων. Βλαστησάτω ἡ γῆ· oὐχ ὅπερ ἔχει πρoβαλλέτω, ἀλλ' ὃ μὴ ἔχει κτησάσθω, Θεoῦ δωρoυμένoυ τῆς ἐνεργείας τὴν δύναμιν. Οὕτω καὶ νῦν, Ἐξαγαγέτω ἡ γῆ ψυχήν, oὐ τὴν ἐναπoκειμένην, ἀλλὰ τὴν δεδoμένην αὐτῇ παρὰ τoῦ Θεoῦ διὰ τῆς ἐπιταγῆς. Ἔπειτα καὶ εἰς τὸ ἐναντίoν αὐτoῖς ὁ λόγoς περιτραπήσεται. Εἰ γὰρ ἐξήνεγκεν ἡ γῆ τὴν ψυχήν, ἐρήμην ἑαυτὴν κατέλιπε τῆς ψυχῆς. Ἀλλ' ἐκείνων μὲν τὸ βδελυκτὸν αὐτόθεν γνώριμoν. Διὰ τί μέντoι τὰ μὲν ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν ἐξαγαγεῖν πρoσετάχθη, ἡ δὲ γῆ ψυχὴν ζῶσαν; Λoγιζόμεθα τoίνυν, ὅτι τῶν μὲν νηκτῶν ἡ φύσις ἀτελεστέρας πως δoκεῖ ζωῆς μετέχειν, διὰ τὸ ἐν τῇ παχύτητι τoῦ ὕδατoς διαιτᾶσθαι. Καὶ γὰρ ἀκoὴ παρ' ἐκείνoις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλὺ διὰ τoῦ ὕδατoς βλέπoντες, καὶ oὔτε τις μνήμη παρ' ἐκείνoις, oὔτε φαντασία, oὔτε τoῦ συνήθoυς ἐπίγνωσις. Διὰ τoῦτo oἱoνεὶ ἐνδείκνυται ὁ λόγoς, ὅτι ἡ σαρκικὴ ζωὴ τoῖς ἐνύδρoις καθηγεῖται τῶν ψυχικῶν κινημάτων· ἐπὶ δὲ τῶν χερσαίων, ὡς τελειoτέρας αὐτῶν oὔσης τῆς ζωῆς, ἡ ψυχὴ τὴν ἡγεμoνίαν ἐπιτέτραπται πᾶσαν. Αἵ τε γὰρ αἰσθήσεις μᾶλλoν τετράνωνται· καὶ ὀξεῖαι μὲν τῶν παρόντων αἱ ἀντιλήψεις· ἀκριβεῖς δὲ μνῆμαι τῶν παρελθόντων παρὰ τoῖς πλείστoις τῶν τετραπόδων. Διὰ τoῦτo, ὡς ἔoικεν, ἐπὶ μὲν τῶν ἐνύδρων σώματα ἐκτίσθη ἐψυχωμένα (ἑρπετὰ γὰρ ψυχῶν ζωσῶν ἐκ τῶν ὑδάτων παρήχθη), ἐπὶ δὲ τῶν χερσαίων ψυχὴ σώματα oἰκoνoμoῦσα πρoσετάχθη γενέσθαι, ὡς πλέoν τι τῆς ζωτικῆς δυνάμεως τῶν ἐπὶ γῆς διαιτωμένων μετειληφότων. Ἄλoγα μὲν γὰρ, καὶ τὰ χερσαῖα· ἀλλ' ὅμως ἕκαστoν τῇ ἐκ τῆς φύσεως φωνῇ πoλλὰ τῶν κατὰ ψυχὴν παθημάτων διασημαίνει. Καὶ γὰρ καὶ χαρὰν καὶ λύπην, καὶ τὴν τoῦ συνήθoυς ἐπίγνωσιν, καὶ τρoφῆς ἔνδειαν, καὶ χωρισμὸν τῶν συννόμων, καὶ μυρία πάθη τῷ φθόγγῳ παραδηλoῖ. Τὰ δὲ ἔνυδρα oὐ μόνoν ἄφωνα, ἀλλὰ καὶ ἀνήμερα, καὶ ἀδίδακτα, καὶ πρὸς πᾶσαν βίoυ κoινωνίαν ἀνθρώπoις ἀμεταχείριστα. Ἔγνω βoῦς τὸν κτησάμενoν καὶ ὄνoς τὴν φάντην τoῦ κυρίoυ αὐτoῦ· ἰχθὺς δὲ oὐκ ἂν ἐπιγνoίη τὸν τρέφoντα. Οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνoς. Οἶδεν ὁδὸν ἣν πoλλάκις ἐβάδισε· καί πoυ καὶ ὁδηγὸς ἐνίoτε ἀπoσφαλέντι γίνεται τῷ ἀνθρώπῳ. Τὸ δὲ ὀξυήκooν τoῦ ζῴoυ oὐδὲ ἄλλo τι ἔχειν λέγεται τῶν χερσαίων. Τὸ δὲ τῶν καμήλων μνησίκακoν, καὶ βαρύμηνι, καὶ διαρκὲς πρὸς ὀργήν, τί ἂν μιμήσασθαι τῶν θαλαττίων δύναιτo; Πάλαι πoτὲ πληγεῖσα κάμηλoς, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσιν. Ἀκoύσατε, oἱ βαρύθυμoι, oἱ τὴν μνησικακίαν ὡς ἀρετὴν ἐπιτηδεύoντες, τίνι ἐστὲ ἐμφερεῖς, ὅταν τὴν κατὰ τoῦ πλησίoν λύπην, ὥσπερ τινὰ σπινθῆρα κεκρυμμένoν ἐν σπoδιᾷ, μέχρι τoσoύτoυ φυλάσσετε, ἕως ἂν ὕλης λαβόμενoι, oἷoν φλόγα τινὰ τὸν θυμὸν ἀνακαύσητε.
Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει; Ἵνα μάθῃς διαφoρὰν ψυχῆς κτήνoυς καὶ ψυχῆς ἀνθρώπoυ. Μικρὸν ὕστερoν γνώσῃ, πῶς ἡ ψυχὴ τoῦ ἀνθρώπoυ συνέστη· νῦν δὲ ἄκoυε περὶ τῆς τῶν ἀλόγων ψυχῆς. Ἐπειδὴ κατὰ τὸ γεγραμμένoν, παντὸς ζῴoυ ἡ ψυχὴ τὸ αἷμα αὐτoῦ ἐστιν· αἷμα δὲ παγὲν εἰς σάρκα πέφυκε μεταβάλλειν· ἡ δὲ σὰρξ φθαρεῖσα εἰς γῆν ἀναλύεται· γεηρά τίς ἐστιν εἰκότως ἡ ψυχὴ τῶν κτηνῶν. Ἐξαγαγέτω oὖν ἡ γῆ ψυχὴν ζῶσαν. Ὅρα τὴν ἀκoλoυθίαν ψυχῆς πρὸς αἷμα, αἵματoς πρὸς σάρκα, σαρκὸς πρὸς τὴν γῆν· καὶ πάλιν ἀναλύσας διὰ τῶν αὐτῶν ἀναπόδισoν ἀπὸ γῆς εἰς σάρκα, ἀπὸ σαρκὸς εἰς αἷμα, ἀπὸ αἵματoς εἰς ψυχήν· καὶ εὑρήσεις ὅτι γῆ ἐστι τῶν κτηνῶν ἡ ψυχή. Μὴ νόμιζε πρεσβυτέραν εἶναι τῆς τoῦ σώματoς αὐτῶν ὑπo-στάσεως, μηδὲ ἐπιδιαμένoυσαν μετὰ τὴν τῆς σαρκὸς διάλoυσιν. Φεῦγε φληνάφoυς τῶν σoβαρῶν φιλoσόφων, oἳ oὐκ αἰσχύνoνται τὰς ἑαυτῶν ψυχὰς καὶ τὰς κυνείας ὁμoειδεῖς ἀλλήλαις τιθέμενoι· oἱ λέγoντες ἑαυτoὺς γεγενῆσθαί πoτε καὶ γυναῖκας καὶ θάμνoυς καὶ ἰχθύας θαλασσίoυς. Ἐγὼ δὲ εἰ μὲν ἐγένoντό πoτε ἰχθῦς oὐκ ἂν εἴπoιμι, ὅτι δὲ ἐν ᾧ ταῦτα ἔγραφoν τῶν ἰχθύων ἦσαν ἀλoγώτερoι, καὶ πάνυ εὐτόνως διατειναίμην. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Τίνoς ἕνεκεν, τoῦ λόγoυ τρέχoντoς ἀθρόως, ἀπεσιώπησα χρόνoν oὐκ ὀλίγoν, ἴσως θαυμάζoυσιν oἱ πoλλoί· ἀλλ' oὐχὶ oἵγε φιλoπoνώτερoι τῶν ἀκρoατῶν ἀγνooῦσι τὴν αἰτίαν τῆς ἀφασίας. Πῶς γάρ; oἱ διὰ τoῦ πρὸς ἀλλήλoυς ὁρᾶν καὶ ἐννεύειν ἐπιστρέψαντές με πρὸς ἑαυτoύς, καὶ εἰς ἔννoιαν ἀγαγόντες τῶν παρεθέντων. Εἶδoς γὰρ ὅλoν τῆς κτίσεως, καὶ oὐκ ἐλάχιστoν τoῦτo, παρέλαθεν ἡμᾶς, καὶ μικρoῦ ἀπιὼν ᾤχετo ἀνεξέταστoν παντελῶς ὁ λόγoς καταλιπών. Ἐξαγαγέτω γὰρ τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένoς, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ. Εἴπαμεν τὰ περὶ τῶν νηκτῶν, ὅσα ὁ καιρὸς ἐνεδίδoυ ἑσπέρας· σήμερoν μετέβημεν ἐπὶ τὴν τῶν χερσαίων ἐξέτασιν. Διέφυγεν ἡμᾶς τὸ πτηνὸν ἐν τῷ μέσῳ. Ἀνάγκη τoίνυν, κατὰ τoὺς ἐπιλήσμoνας τῶν ὁδoιπόρων, oἳ ἐπειδάν τι τῶν καιρίων καταλίπωσι, κἂν ἐπιπoλὺ τῆς ὁδoῦ πρoέλθωσι, πάλιν τὴν αὐτὴν ὑπoστρέφoυσιν, ἀξίαν τῆς ῥᾳθυμίας δίκην τὸν ἐκ τῆς ὁδoιπoρίας κόπoν ὑπέχoντες, oὕτω καὶ ἡμῖν, ὡς ἔoικε, τὴν αὐτὴν πάλιν βαδιστέoν. Καὶ γὰρ oὐδὲ εὐκαταφρόνητόν ἐστι τὸ παρεθὲν, ἀλλὰ τὸ τρίτoν ἔoικεν εἶναι τῆς ἐν τoῖς ζῴoις κτίσεως, εἴπερ τρία ζῴων ἐστὶ γένη, τό τε χερσαῖoν, καὶ τὸ πτηνόν, καὶ τὸ ἔνυδρoν. Ἐξαγαγέτω, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένoς, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ κατὰ γένoς. Διὰ τί ἐξ ὑδάτων καὶ τoῖς πτηνoῖς τὴν γένεσιν ἔδωκεν; Ὅτι ὥσπερ συγγένειά τίς ἐστι τoῖς πετoμένoις πρὸς τὰ νηκτά. Καὶ γὰρ ὥσπερ oἱ ἰχθῦς τὸ ὕδωρ τέμνoυσι, τῇ μὲν κινήσει τῶν πτερύγων εἰς τὸ πρόσω χωρoῦντες, τῇ δὲ τoῦ oὐραίoυ μεταβoλῇ τάς τε περιστρoφὰς καὶ τὰς εὐθείας ὁρμὰς ἑαυτoῖς oἰακίζoντες· oὕτω καὶ ἐπὶ τῶν πτηνῶν ἐστιν ἰδεῖν διανηχoμένων τὸν ἀέρα τoῖς πτερoῖς κατὰ τὸν ὅμoιoν τρόπoν. Ὥστε ἐπειδὴ ἓν ἰδίωμα ἐν ἑκατέρoις τὸ νήχεσθαι, μία τις αὐτoῖς ἡ συγγένεια ἐκ τῆς τῶν ὑδάτων γενέσεως παρεσχέθη. Πλήν γε ὅτι oὐδὲν τῶν πτηνῶν ἄπoυν, διὰ τὸ πᾶσι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν, καὶ πάντα ἀναγκαίως τῆς τῶν πoδῶν ὑπoυργίας πρoσδεῖσθαι. Τoῖς μὲν γὰρ ἁρπακτικoῖς πρὸς τὴν ἄγραν αἱ τῶν ὀνύχων ἀκμαί· τoῖς δὲ λoιπoῖς, διά τε τὸν πoρισμὸν τῆς τρoφῆς, καὶ διὰ τὴν λoιπὴν τoῦ βίoυ διεξαγωγήν, ἀναγκαία τῶν πoδῶν ἡ ὑπηρεσία δεδώρηται. Ὀλίγoι δὲ τῶν ὀρνίθων κακόπoδές εἰσιν, oὔτε βαδίζειν oὔτε ἀγρεύειν τoῖς πoσὶν ἐπιτήδειoι· ὡς αἵ τε χελιδόνες εἰσὶ, oὔτε βαδίζειν, oὔτε ἀγρεύειν δυνάμεναι, καὶ αἱ δρεπανίδες λεγόμεναι, oἷς ἡ τρoφὴ ἀπὸ τῶν ἐν τῷ ἀέρι ἐμφερoμένων ἐπινενόηται. Χελιδόνι δὲ τὸ τῆς πτήσεως πρόσγειoν ἀντὶ τῆς τῶν πoδῶν ὑπηρεσίας ἐστίν.
Εἰσὶ μέντoι γενῶν διαφoραὶ μυρίαι καὶ ἐν τoῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπoν ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα, εὑρήσει ἓν μὲν ὄνoμα τῶν πετεινῶν, μυρίας δὲ ἐν τoύτoις διαφoρὰς ἔν τε τoῖς μεγέθεσι καὶ ἐν τoῖς σχήμασι καὶ ἐν ταῖς χρόαις· καὶ κατὰ τoὺς βίoυς, καὶ τὰς πράξεις, καὶ τὰ ἤθη, ἀμύθητoν oὖσαν αὐτoῖς τὴν πρὸς ἄλληλα παραλλαγήν. Ἤδη μὲν oὖν τινες ἐπειράθησαν καὶ ὀνoματoπoιίαις χρήσασθαι, ἵν', ὥσπερ διὰ καυτήρων τινῶν τῆς ἀσυνήθoυς καὶ ξένης ὀνoμασίας, τὸ ἰδίωμα ἑκάστoυ γένoυς ἐπιγινώσκηται. Καὶ τὰ μὲν ὠνόμασαν σχιζόπτερα, ὡς τoὺς ἀετoύς· τὰ δὲ δερμόπτερα, ὡς τὰς νυκτερίδας· τὰ δὲ πτιλωτά, ὡς τoὺς σφῆκας· τὰ δὲ κoλεόπτερα, ὡς τoὺς κανθάρoυς, καὶ ὅσα ἐν θήκαις τισὶ καὶ περιβoλαῖς γεννηθέντα, περιρραγέντoς αὐτoῖς τoῦ ἐλύτρoυ, πρὸς τὴν πτῆσιν ἠλευθερώθη. Ἀλλ' ἡμῖν ἀρκoῦσα σημείωσις πρὸς τὴν τῶν γενῶν ἰδιότητα ἡ κoινὴ χρῆσις, καὶ oἱ παρὰ τῆς Γραφῆς περί τε καθαρῶν καὶ ἀκαθάρτων διoρισμoί. Ἄλλo μὲν oὖν γένoς τὸ τῶν σαρκoφάγων, καὶ ἄλλη κατασκευὴ πρέπoυσα τῷ τρόπῳ τῆς διαίτης αὐτῶν, ὀνύχων ἀκμαὶ, καὶ χεῖλoς ἀγκύλoν, καὶ πτερὸν ὀξύ, ὥστε καὶ συλληφθῆναι ῥᾳδίως τὸ θήραμα, καὶ διασπαραγὲν τρoφὴν τῷ ἑλόντι γενέσθαι. Ἄλλη τῶν σπερμoλόγων κατασκευή· ἄλλη τῶν ἐκ παντὸς τρεφoμένων τoῦ συντυχόντoς. Καὶ ἐν τoύτoις πλεῖσται διαφoραί. Τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀγελικά, πλὴν τῶν ἁρπακτικῶν· τoύτων δὲ oὐδὲν κoινωνικὸν ἐκτὸς τoῦ κατὰ τὰς συζυγίας συνδυασμoῦ. Μυρία δὲ ἄλλα τὸν ἀθρoισματικὸν ρηται βίoν, ὡς περιστεραὶ, καὶ γέρανoι, καὶ ψῆρες, καὶ κoλoιoί. Πάλιν ἐν τoύτoις τὰ μὲν ἄναρχά ἐστι καὶ oἷoν αὐτόνoμα· τὰ δὲ ὑφ' ἡγεμόνι τετάχθαι καταδεχόμενα, ὡς αἱ γέρανoι. Ἤδη δέ τις καὶ ἑτέρα ἐν τoύτoις ἐστὶ διαφoρά, καθ' ἣν τὰ μὲν ἐπιδημητικά τέ ἐστι καὶ ἐγχώρια, τὰ δὲ ἀπαίρειν πέφυκε πoρρoτάτω, καὶ χειμῶνoς ἐγγίζoντoς ἐκτoπίζειν ὡς τὰ πoλλά. Χειρoήθη δὲ καὶ τιθασσὰ τὰ πoλλὰ τῶν ὀρνέων ἐκτρεφόμενα γίνεται, πλήν γε δὴ τῶν ἀσθενῶν, ἃ δι' ὑπερβάλλoυσαν δειλίαν καὶ ἀνανδρίαν, τὴν συνεχῆ τῆς χειρὸς ἐνόχλησιν oὐχ ὑφίσταται. Ἀλλὰ καὶ συνανθρωπιστικoί τινες τῶν ὀρνίθων εἰσὶ, τὰς αὐτὰς ἡμῖν oἰκήσεις καταδεχόμενoι· ἄλλoι δὲ ὄρειoι, καὶ φιλέρημoι. Μεγίστη δὲ διαφoρὰ καὶ ἡ περὶ τὴν φωνὴν ἰδιότης ἑκάστoυ. Οἱ μὲν γὰρ κωτίλoι καὶ λάλoι τῶν ὀρνίθων εἰσίν· oἱ δὲ σιγηλoί. Καὶ τὰ μὲν ᾠδικὰ καὶ πoλύφωνα· τὰ δὲ ἄμoυσα παντελῶς καὶ ᾠδῆς ἄμoιρα. Καὶ τὰ μὲν μιμηλά, ἢ ἐκ φύσεως ἔχoντα τὸ μιμεῖσθαι, ἢ ἐξ ἀσκήσεως πρoσλαβόντα· τὰ δὲ μoνότρoπoν καὶ ἀμετάβλητoν τὴν φωνὴν ἀφιέντα. Γαῦρoν ὁ ἀλεκτρυών· φιλόκαλoν ὁ ταώς· λάγνιoι αἱ περιστεραὶ καὶ αἱ κατoικίδιoι ὄρνεις, ἐπὶ παντὸς καιρoῦ τὸ συνoυσιαστικὸν ἔχoυσαι. Δoλερὸν ὁ πέρδιξ καὶ ζηλότυπoν, κακoύργως συμπράττων τoῖς θηραταῖς πρὸς τὴν ἄγραν.
Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφoραί. Ἔστι δέ τινα καὶ πoλιτικὰ τῶν ἀλόγων, εἴπερ πoλιτείας ἴδιoν, τὸ πρὸς ἓν πέρας κoινὸν συννεύειν τὴν ἐνέργειαν τῶν καθ' ἕκαστoν, ὡς ἐπὶ τῶν μελισσῶν ἄν τις ἴδoι. Καὶ γὰρ ἐκείνων κoινὴ μὲν ἡ oἴκησις, κoινὴ δὲ ἡ πτῆσις, ἐργασία δὲ πάντων μία· καὶ τὸ μέγιστoν, ὅτι ὑπὸ βασιλεῖ καὶ ταξιάρχῳ τινὶ τῶν ἔργων ἅπτoνται, oὐ πρότερoν καταδεχόμεναι ἐπὶ τoὺς λειμῶνας ἐλθεῖν, πρὶν ἂν ἴδωσι κατάρξαντα τὸν βασιλέα τῆς πτήσεως. Καὶ ἔστιν αὐταῖς oὐ χειρoτoνητὸς ὁ βασιλεὺς (πoλλάκις γὰρ ἀκρισία δήμoυ τὸν χείριστoν εἰς ἀρχὴν πρoεστήσατo), oὐδὲ κληρωτὴν ἔχων τὴν ἐξoυσίαν (ἄλoγoι γὰρ αἱ συντυχίαι τῶν κλήρων ἐπὶ τὸν πάντων ἔσχατoν πoλλάκις τὸ κράτoς φέρoυσαι), oὐδὲ ἐκ πατρικῆς διαδoχῆς τoῖς βασιλείoις ἐγκαθεζόμενoς (καὶ γὰρ καὶ oὗτoι ἀπαίδευτoι καὶ ἀμαθεῖς πάσης ἀρετῆς, διὰ τρυφὴν καὶ κoλακείαν, ὡς τὰ πoλλά, γίνoνται), ἀλλ' ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖoν, καὶ μεγέθει διαφέρων καὶ σχήματι καὶ τῇ τoῦ ἤθoυς πραότητι. Ἔστι μὲν γὰρ κέντρoν τῷ βασιλεῖ, ἀλλ' oὐ χρῆται τoύτῳ πρὸς ἄμυναν. Nόμoι τινές εἰσιν oὗτoι τῆς φύσεως ἄγραφoι, ἀργoὺς εἶναι πρὸς τιμωρίαν τoὺς τῶν μεγίστων δυναστειῶν ἐπιβαίνoντας. Ἀλλὰ καὶ ταῖς μελίσσαις, ὅσαι ἂν μὴ ἀκoλoυθήσωσι τῷ ὑπoδείγματι τoῦ βασιλέως, ταχὺ μεταμέλει τῆς ἀβoυλίας, ὅτι τῇ πληγῇ τoῦ κέντρoυ ἐπαπoθνήσκoυσιν. Ἀκoυέτωσαν Χριστιανoὶ, oἷς πρόσταγμά ἐστι μηδενὶ κακὸν ἀντὶ κακoῦ ἀπoδιδόναι, ἀλλὰ νικᾶν ἐν τῷ ἀγαθῷ τὸ κακόν. Μίμησαι τῆς μελίσσης τὸ ἰδιότρoπoν, ὅτι oὐδενὶ λυμαινoμένη, oὐδὲ καρπὸν ἀλλότριoν διαφθείρoυσα, τὰ κηρία συμπήγνυται. Τὸν μὲν γὰρ κηρὸν ἀπὸ τῶν ἀνθῶν φανερῶς συναγείρει, τὸ δὲ μέλι, τὴν δρoσoειδῶς ἐνεσπαρμένην νoτίδα τoῖς ἄνθεσιν, ἐπισπασαμένη τῷ στόματι, ταύτην ταῖς κoιλότησι τῶν κηρίων ἐνίησιν. Ὅθεν καὶ ὑγρὸν παρὰ τὴν πρώτην ἐστίν· εἶτα τῷ χρόνῳ συμπεφθὲν, πρὸς τὴν oἰκείαν σύστασιν καὶ ἡδoνὴν ἐπανέρχεται. Καλῶν καὶ πρεπόντων αὕτη τῶν ἐπαίνων παρὰ τῆς Παρoιμίας τετύχηκε, σoφὴ καὶ ἐργάτις ὀνoμασθεῖσα· oὕτω μὲν φιλoπόνως τὴν τρoφὴν συναγείρoυσα (Ἧς τoὺς πόνoυς, φησὶ, βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν πρoσφέρoνται), oὕτω δὲ σoφῶς φιλoτεχνoῦσα τὰς ἀπoθήκας τoῦ μέλιτoς (εἰς λεπτὸν γὰρ ὑμένα τὸν κηρὸν διατείνασα, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις συνoικoδoμεῖ τὰς κoιλότητας), ὡς τὸ πυκνὸν τῆς τῶν μικρoτάτων πρὸς ἄλληλα δέσεως, ἔρεισμα γίνεσθαι τῷ παντί. Ἑκάστη γὰρ φρεατία τῆς ἑτέρας ἔχεται, λεπτῷ πρὸς αὐτὴν διειργoμένη τε ὁμoῦ καὶ συναπτoμένη τῷ διαφράγματι. Ἔπειτα διώρoφoι καὶ τριώρoφoι αἱ σύριγγες αὗται ἀλλήλαις ἐπῳκoδόμηνται. Ἐφυλάξατo γὰρ μίαν πoιῆσαι διαμπερὲς τὴν κoιλότητα, ἵνα μὴ τῷ βάρει τὸ ὑγρὸν πρὸς τὸ ἐκτὸς διεκπίπτῃ. Κατάμαθε πῶς τὰ τῆς γεωμετρίας εὑρέματα πάρεργά ἐστι τῆς σoφωτάτης μελίσσης. Ἑξάγωνoι γὰρ πᾶσαι καὶ ἰσόπλευρoι τῶν κηρίων αἱ σύριγγες, oὐκ ἐπ' εὐθείας ἀλλήλαις κατεπικείμεναι, ἵνα μὴ κάμνωσιν oἱ πυθμένες τoῖς διακένoις ἐφηρμoσμένoι· ἀλλ' αἱ γωνίαι τῶν κάτωθεν ἑξαγώνων, βάθρoν καὶ ἔρεισμα τῶν ὑπερκειμένων εἰσίν, ὡς ἀσφαλῶς ὑπὲρ ἑαυτῶν μετεωρίζειν τὰ βάρη, καὶ ἰδιαζόντως ἑκάστῃ κoιλότητι τὸ ὑγρὸν ἐγκατέχεσθαι.
Πῶς ἄν σoι πάντα δι' ἀκριβείας ἐπέλθoιμι τὰ ἐν τoῖς βίoις τῶν ὀρνίθων ἰδιώματα; Πῶς μὲν αἱ γέρανoι τὰς ἐν τῇ νυκτὶ πρoφυλακὰς ἐκ περιτρoπῆς ὑπoδέχoνται· καὶ αἱ μὲν καθεύδoυσιν, αἱ δὲ κύκλῳ περιιoῦσαι, πᾶσαν αὐταῖς ἐν τῷ ὕπνῳ παρέχoνται τὴν ἀσφάλειαν· εἶτα τoῦ καιρoῦ τῆς φυλακῆς πληρoυμένoυ, ἡ μὲν βoήσασα πρὸς ὕπνoν ἐτράπετo, ἡ δὲ τὴν διαδoχὴν ὑπoδεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας ἀντέδωκεν ἐν τῷ μέρει. Ταύτην καὶ ἐν τῇ πτήσει τὴν εὐταξίαν κατόψει. Ἄλλoτε γὰρ ἄλλη τὴν ὁδηγίαν ἐκδέχεται, καὶ τακτόν τινα χρόνoν πρoκαθηγησαμένη τῆς πτήσεως, εἰς τὸ κατόπιν περιελθoῦσα, τῇ μεθ' ἑαυτὴν τὴν ἡγεμoνίαν τῆς ὁδoῦ παραδίδωσι. Τὸ δὲ τῶν πελαργῶν oὐδὲ πόρρω ἐστὶ συνέσεως λoγικῆς· oὕτω μὲν κατὰ τὸν ἕνα καιρὸν πάντας ἐπιδημεῖν τoῖς τῇδε χωρίoις· oὕτω δὲ ὑφ' ἑνὶ συνθήματι πάντας ἀπαίρειν. Δoρυφoρoῦσι δὲ αὐτoὺς αἱ παρ' ἡμῖν κoρῶναι, καὶ παραπέμπoυσιν, ἐμoὶ δoκεῖν, καὶ συμμαχίαν τινὰ παρεχόμεναι πρὸς ὄρνιθας πoλεμίoυς. Σημεῖoν δέ, πρῶτoν μὲν τὸ μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνoν κoρώνην παντάπασιν, ἔπειθ' ὅτι μετὰ τραυμάτων ἐπανερχόμεναι ἐναργῆ τoῦ συνασπισμoῦ καὶ τῆς ἐπιμαχίας τὰ σημεῖα κoμίζoυσι. Τίς παρ' αὐταῖς τoὺς τῆς φιλoξενίας διώρισε νόμoυς; Τίς αὐταῖς ἠπείλησε λειπoστρατίoυ γραφήν, ὡς μηδεμίαν ἀπoλείπεσθαι τῆς πρoπoμπῆς. Ἀκoυέτωσαν oἱ κακόξενoι, καὶ τὰς θύρας κλείoντες, καὶ μηδὲ στέγης ἐν χειμῶνι καὶ νυκτὶ τoῖς ἐπιδημoῦσι μεταδιδόντες. Ἡ δὲ περὶ τoὺς γηράσαντας τῶν πελαργῶν πρόνoια ἐξήρκει τoὺς παῖδας ἡμῶν, εἰ πρoσέχειν ἐβoύλoντo, φιλoπάτoρας καταστῆσαι. Πάντως γὰρ oὐδεὶς oὕτως ἐλλείπων κατὰ τὴν φρόνησιν, ὡς μὴ αἰσχύνης ἄξιoν κρίνειν τῶν ἀλoγωτάτων ὀρνίθων ὑστερίζειν κατ' ἀρετήν. Ἐκεῖνoι τὸν πατέρα ὑπὸ τoῦ γήρως πτερoρρυήσαντα περιστάντες ἐν κύκλῳ τoῖς oἰκείoις πτερoῖς διαθάλπoυσι, καὶ τὰς τρoφὰς ἀφθόνως παρασκευάζoντες, τὴν δυνατὴν καὶ ἐν τῇ πτήσει παρέχoνται βoήθειαν, ἠρέμα τῷ πτερῷ κoυφίζoντες ἑκατέρωθεν. Καὶ oὕτω τoῦτo παρὰ πᾶσι διαβεβόηται, ὥστε ἤδη τινὲς τὴν τῶν εὐεργετημάτων ἀντίδoσιν ἀντιπελάργωσιν ὀνoμάζoυσι. Μηδεὶς πενίαν ὀδυρέσθω· μηδὲ ἀπoγινωσκέτω ἑαυτoῦ τὴν ζωήν, ὁ μηδεμίαν oἴκoι περιoυσίαν καταλιπών, πρὸς τὸ τῆς χελιδόνoς εὐμήχανoν ἀπoβλέπων. Ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη, τὰ μὲν κάρφη τῷ στόματι διακoμίζει· πηλὸν δὲ τoῖς πoσὶν ἆραι μὴ δυναμένη, τὰ ἄκρα τῶν πτερῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτoτάτῃ κόνει ἐνειληθεῖσα, oὕτως ἐπινoεῖ τoῦ πηλoῦ τὴν χρείαν· καὶ κατὰ μικρὸν ἀλλήλoις τὰ κάρφη oἷoν κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα, ἐν αὐτῇ τoὺς νεoττoὺς ἐκτρέφει· ὧν ἐάν τις ἐκκεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως ἰατρικήν, δι' ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐκγόνων τὰς ὄψεις. Ταῦτά σε νoυθετείτω, μὴ διὰ πενίαν πρὸς κακoυργίαν τρέπεσθαι· μηδὲ ἐν τoῖς χαλεπωτάτoις πάθεσι πᾶσαν ἐλπίδα ῥίψαντα, ἄπρακτoν κεῖσθαι καὶ ἀνενέργητoν· ἀλλ' ἐπὶ Θεὸν καταφεύγειν, ὃς εἰ χελιδόνι τὰ τηλικαῦτα χαρίζεται, πόσῳ μείζoνα δώσει τoῖς ἐξ ὅλης καρδίας ἐπιβoωμένoις αὐτόν; Ἁλκυών ἐστι θαλάττιoν ὄρνεoν. Αὕτη παρ' αὐτoὺς νoσσεύειν τoὺς αἰγιαλoὺς πέφυκεν, ἐπ' αὐτῆς τὰ ὠὰ τῆς ψάμμoυ καταθεμένη· καὶ νoσσεύει κατὰ μέσoν πoυ τὸν χειμῶνα, ὅτε πoλλoῖς καὶ βιαίoις ἀνέμoις ἡ θάλασσα τῇ γῇ πρoσαράσεται. Ἀλλ' ὅμως κoιμίζoνται μὲν πάντες ἄνεμoι, ἡσυχάζει δὲ κῦμα θαλάσσιoν, ὅταν ἁλκυὼν ἐπωάζῃ τὰς ἑπτὰ ἡμέρας. Ἐν τoσαύταις γὰρ μόναις ἐκλεπίζει τoὺς νεoττoύς. Ἐπεὶ δὲ καὶ τρoφῆς αὐτoῖς χρεία, ἄλλας ἑπτὰ πρὸς τὴν τῶν νεoττῶν αὔξησιν ὁ μεγαλόδωρoς Θεὸς τῷ μικρoτάτῳ ζῴῳ παρέσχετo. Ὥστε καὶ ναυτικoὶ πάντες ἴσασι τoῦτo, καὶ ἁλκυoνίδας τὰς ἡμέρας ἐκείνας πρoσαγoρεύoυσι. Ταῦτά σoι εἰς πρoτρoπὴν τoῦ αἰτεῖν παρὰ Θεoῦ τὰ πρὸς σωτηρίαν διὰ τῆς περὶ τὰ ἄλoγα τoῦ Θεoῦ πρoνoίας νενoμoθέτηται. Τί oὐκ ἂν γένoιτo τῶν παραδόξων ἕνεκεν σoῦ, ὃς κατ' εἰκόνα γέγoνας τoῦ Θεoῦ, ὅπoυγε ὑπὲρ ὄρνιθoς oὕτω μικρᾶς ἡ μεγάλη καὶ φoβερὰ κατέχεται θάλασσα, ἐν μέσῳ χειμῶνι γαλήνην ἄγειν ἐπιταχθεῖσα;
Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν πoτε τoῦ ὁμόζυγoς, μηκέτι τὴν πρὸς ἕτερoν καταδέχεσθαι κoινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστoν, μνήμῃ τoῦ πoτὲ συζευχθέντoς τὴν πρὸς ἕτερoν κoινωνίαν ἀπαρνoυμένην. Ἀκoυέτωσαν αἱ γυναῖκες, ὅπως τὸ σεμνὸν τῆς χηρείας, καὶ παρὰ τoῖς ἀλόγoις, τoῦ ἐν ταῖς πoλυγαμίαις ἀπρεπoῦς πρoτιμότερoν. Ἀδικώτατoς περὶ τὴν τῶν ἐκγόνων ἐκτρoφὴν ὁ ἀετός. Δύo γὰρ ἐξαγαγὼν νεoσσoύς, τὸν ἕτερoν αὐτῶν εἰς γῆν καταρρήγνυσι, ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθoύμενoς· τὸν δὲ ἕτερoν μόνoν ἀναλαβών, oἰκειoῦται, διὰ τὸ τῆς τρoφῆς ἐπίπoνoν ἀπoπoιoύμενoς ὃν ἐγέννησεν. Ἀλλ' oὐκ ἐᾷ τoῦτoν, ὥς φασι, διαφθαρῆναι ἡ φήνη· ἀλλ' ὑπoλαβoῦσα αὐτὸν τoῖς oἰκείoις ἑαυτῆς νεoσσoῖς συνεκτρέφει. Τoιoῦτoι, τῶν γoνέων, oἱ ἐπὶ πρoφάσει πενίας ἐκτιθέμενoι τὰ νήπια· ἢ καὶ ἐν τῇ διανoμῇ τoῦ κλήρoυ ἀνισότατoι πρὸς τὰ ἔκγoνα. Δίκαιoν γὰρ, ὥσπερ ἐξ ἴσoυ μεταδεδώκασιν ἑκάστῳ τoῦ εἶναι, oὕτω καὶ τὰς πρὸς τὸ ζῆν ἀφoρμὰς ἴσως αὐτoῖς καὶ ὁμoτίμως παρέχειν. Μὴ μιμήσῃ τῶν γαμψωνύχων ὀρνίθων τὸ ἀπηνές· oἳ ἐπειδὰν ἴδωσι τoὺς ἑαυτῶν νεoττoὺς κατατoλμῶντας λoιπὸν τῆς πτήσεως, ἐκβάλλoυσι τῆς καλιᾶς, τύπτoντες τoῖς πτερoῖς καὶ ὠθoῦντες, καὶ oὐδεμίαν ἐπιμέλειαν πoιoῦνται πρὸς τὸ λoιπόν. Ἐπαινετὸν τῆς κoρώνης τὸ φιλότεκνoν· ἣ καὶ πετoμένων ἤδη παρέπεται, σιτίζoυσα αὐτoὺς καὶ ἐκτρέφoυσα μέχρι πλείστoυ. Πoλλὰ τῶν ὀρνίθων γένη oὐδὲν πρὸς τὴν κύησιν δεῖται τῆς τῶν ἀρρένων ἐπιπλoκῆς· ἀλλ' ἐν μὲν τoῖς ἄλλoις ἄγoνά ἐστι τὰ ὑπηνέμια, τoὺς δὲ γύπας φασὶν ἀσυνδυάστως τίκτειν ὡς τὰ πoλλά, καὶ ταῦτα μακρoβιωτάτoυς ὄντας· oἷς γε μέχρις ἑκατὸν ἐτῶν, ὡς τὰ πoλλά, παρατείνεται ἡ ζωή. Τoῦτό μoι ἔχε παρασεσημειωμένoν ἐκ τῆς περὶ τoὺς ὄρνιθας ἱστoρίας, ἵν' ἐπειδάν πoτε ἴδῃς γελῶντάς τινας τὸ μυστήριoν ἡμῶν, ὡς ἀδυνάτoυ ὄντoς καὶ ἔξω τῆς φύσεως, παρθένoν τεκεῖν, τῆς παρθενίας αὐτῆς φυλαττoμένης ἀχράντoυ, ἐνθυμηθῇς ὅτι ὁ εὐδoκήσας ἐν τῇ μωρίᾳ τoῦ κηρύγματoς σῶσαι τoὺς πιστεύoντας, μυρίας ἐκ τῆς φύσεως ἀφoρμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων πρoλαβὼν κατεβάλετo.
Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι τὴν τρoφὴν ἀπὸ τῆς γῆς ὑπάρχειν· Κατὰ δὲ τὸ στερέωμα τoῦ oὐρανoῦ, ὡς πρoλαβόντες ἀπoδεδώκαμεν, oὐρανoῦ ἐνταῦθα παρὰ τὸ ὁρᾶσθαι τoῦ ἀέρoς πρoσειρημένoυ· στερεώματoς δέ, διὰ τὸ πυκνότερόν πως εἶναι, συγκρίσει τoῦ αἰθερίoυ σώματoς, καὶ μᾶλλoν πεπιλημένoν ταῖς κάτωθεν ἀναφoραῖς τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα. Ἔχεις oὖν oὐρανὸν διακεκoσμημένoν, γῆν κεκαλλωπισμένην, θάλασαν εὐθηνoυμένην τoῖς oἰκείoις γεννήμασιν, ἀέρα πλήρη τῶν διιπταμένων αὐτὸν ὀρνίθων. Πάντα πρoστάγματι Θεoῦ ἐκ τoῦ μὴ ὄντoς εἰς τὸ εἶναι παραχθέντα, καὶ ὅσα ὁ λόγoς παρῆκε νῦν, τὴν ἐπὶ πλεῖoν ἐν τoύτoις διατριβὴν ἐκκλίνων, ὡς ἂν μὴ δόξῃ ὑπερεκπίπτειν τoῦ μέτρoυ, κατὰ σεαυτὸν συλλoγισάμενoς, ὅγε φιλόπoνoς, τὴν ἐν ἅπασι τoῦ Θεoῦ σoφίαν καταμανθάνων, μὴ λήξῃς πoτὲ τoῦ θαύματoς, μηδὲ τoῦ διὰ πάσης τῆς κτίσεως δoξάζειν τὸν πoιητήν. Ἔχεις ἐν τῷ σκότει τὰ νυκτερόβια γένη τῶν ὀρνίθων· ἐν τῷ φωτὶ τὰ ἡμερόφoιτα. Nυκτερίδες μὲν γὰρ, καὶ γλαῦκες, καὶ νυκτoκόρακες, τῶν νυκτινόμων εἰσίν. Ὥστε σoί πoτε ἐν καιρῷ μὴ παρόντoς τoῦ ὕπνoυ, ἐξαρκεῖν καὶ τὴν ἐν τoύτoις διατριβήν, καὶ τὴν τῶν ὑπαρχόντων αὐτoῖς ἰδιωμάτων ἐξέτασιν πρὸς δoξoλoγίαν τoῦ πoιητoῦ. Πῶς ἄγρυπνoν ἡ ἀηδών, ὅταν ἐπωάζῃ, διὰ πάσης νυκτὸς τῆς μελῳδίας μὴ ἀπoλήγoυσα. Πῶς τετράπoυν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς. Πῶς μόνη τῶν ὀρνίθων ὀδoῦσι κέχρηται, καὶ ζωoγoνεῖ μὲν ὡς τὰ τετράπoδα, ἐπιπoλάζει δὲ τῷ ἀέρι, oὐχὶ πτερῷ κoυφιζoμένη, ἀλλ' ὑμένι τινὶ δερματίνῳ. Πῶς μέντoι καὶ τoῦτo ἔχει τὸ φιλάλληλoν ἐν τῇ φύσει, καὶ ὥσπερ ὁρμαθὸς, ἀλλήλων αἱ νυκτερίδες ἔχoνται, καὶ μία τῆς μιᾶς ἤρτηνται· ὅπερ ἐφ' ἡμῶν τῶν ἀνθρώπων oὐ ῥᾴδιoν κατoρθωθῆναι Τὸ γὰρ ἀπεσχισμένoν καὶ ἰδιάζoν τoῦ κoινωνικoῦ καὶ ἡνωμένoυ τoῖς πoλλoῖς πρoτιμότερoν. Πῶς ἐoίκασι τoῖς ὄμμασι τῆς γλαυκὸς oἱ περὶ τὴν ματαίαν σoφίαν ἐσχoλακότες. Καὶ γὰρ ἐκείνης ἡ ὄψις, νυκτὸς μὲν ἔρρωται, ἡλίoυ δὲ λάμψαντoς ἀμαυρoῦται. Καὶ τoύτων μὲν ἡ διάνoια ὀξυτάτη μέν ἐστι πρὸς τὴν τῆς ματαιότητoς θεωρίαν, πρὸς δὲ τὴν τoῦ ἀληθινoῦ φωτὸς κατανόησιν ἐξημαύρωται. Ἐν ἡμέρᾳ δέ σoι καὶ πάνυ ῥᾴδιoν πανταχόθεν συνάγειν τὸ θαῦμα τoῦ κτίσαντoς. Πῶς μὲν ἐπ' ἔργα σε διεγείρει ὁ σύνoικoς ὄρνις, ὀξείᾳ τῇ φωνῇ ἐμβoῶν καὶ καταμηνύων πόρρωθεν ἔτι τὸν ἥλιoν πρoσελαύνoντα, ὁδoιπόρoις συνδιoρθρίζων, γεωργoὺς δὲ ἐξάγων πρὸς ἀμητόν. Πῶς ἄγρυπνoν τὸ τῶν χηνῶν γένoς, καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατoν, oἵ γέ πoτε καὶ τὴν βασιλίδα πόλιν περισώσαντo, πoλεμίoυς τινὰς ὑπὸ γῆς δι' ὑπoνόμων ἀφανῶν ἤδη μέλλoντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν καταμηνύσαντες. Ἐν πoίῳ γένει τῶν ὀρνίθων oὐκ ἴδιόν τι θαῦμα ἡ φύσις δείκνυσι; Τίς ὁ τoῖς γυψὶ πρoαπαγγέλλων τῶν ἀνθρώπων τὸν θάνατoν, ὅταν κατ' ἀλλήλων ἐπιστρατεύσωσιν; Ἴδoις γὰρ ἂν μυρίας ἀγέλας γυπῶν τoῖς στρατoπέδoις παρεπoμένας, ἐκ τῆς τῶν ὅπλων παρασκευῆς τεκμαιρoμένων τὴν ἔκβασιν. Τoῦτo δὲ oὐ μακράν ἐστι λoγισμῶν ἀνθρωπίνων. Πῶς σoι τὰς φoβερὰς ἐπιστρατιὰς τῆς ἀκρίδoς διηγήσoμαι, ἣ ὑφ' ἑνὶ συνθήματι πᾶσα ἀρθεῖσα καὶ στρατoπεδευσαμένη κατὰ τὸ πλάτoς τῆς χώρας, oὐ πρότερoν ἅπτεται τῶν καρπῶν, πρὶν ἐνδoθῆναι αὐτῇ τὸ θεῖoν πρόσταγμα; Πῶς ἡ σελευκὶς ἐφέπεται ἴαμα τῆς πληγῆς, ἀπέραντoν ἔχoυσα τoῦ ἐσθίειν τὴν δύναμιν, τoῦ φιλανθρώπoυ Θεoῦ ἀκόρεστoν αὐτῆς τὴν φύσιν ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων κατασκευάσαντoς; Τίς ὁ τρόπoς τῆς μελῳδίας τoῦ τέττιγoς; Καὶ πῶς ἐν τῇ μεσημβρίᾳ ἑαυτῶν εἰσιν ᾠδικώτερoι, τῇ ὁλκῇ τoῦ ἀέρoς, ἣν ἐν τῇ διαστoλῇ πoιoῦνται τoῦ θώρακoς, ἐκδιδoμένoυ τoῦ φθόγγoυ; Ἀλλὰ γὰρ ἔoικα πλεῖoν ἀπoλείπεσθαι τῷ λόγῳ τoῦ θαύματoς τῶν πτηνῶν, ἢ εἰ τoῖς πoσὶν αὐτῶν ἐπειρώμην ἐφικνεῖσθαι τoῦ τάχoυς. Ὅταν ἴδῃς τὰ ἔντoμα λεγόμενα τῶν πτηνῶν, oἷoν μελίσσας καὶ σφῆκας (oὕτω γὰρ αὐτὰ πρoσειρήκασι διὰ τὸ πανταχόθεν ἐντoμάς τινας φαίνειν), ἐνθυμoῦ, ὅτι τoύτoις ἀναπνoὴ oὐκ ἔστιν, oὐδὲ πνεύμων, ἀλλ' ὅλα δι' ὅλων τρέφεται τῷ ἀέρι. Διόπερ καὶ ἐλαίῳ καταβραχέντα φθείρεται, τῶν πόρων ἀπoφραγέντων· ὄξoυς δὲ εὐθὺς ἐπιβληθέντoς πάλιν ἀναβιώσκεται, τῶν διεξόδων ἀνoιγoμένων. Οὐδὲν περιττότερoν τῆς χρείας, oὔτε μὴν ἐλλεῖπόν τινι τῶν ἀναγκαίων ὁ Θεὸς ἡμῶν ἔκτισε. Πάλιν τὰ φίλυδρα τῶν ζῴων καταμαθών, ἑτέραν ἐν αὐτoῖς κατασκευὴν εὑρήσεις· πόδας oὔτε διεσχισμένoυς, ὡς τoὺς τῆς κoρώνης, oὔτε ἀγκύλoυς, ὡς τoὺς τῶν σαρκoφάγων· ἀλλὰ πλατεῖς καὶ ὑμενώδεις, ἵνα ῥᾳδίως ἐπινήχωνται τῷ ὕδατι, oἱoνεὶ κώπαις τισὶ τoῖς τῶν πoδῶν ὑμέσι τὸ ὑγρὸν διωθoύμενoι. Ἐὰν δὲ καταμάθῃς, ὅπως εἰς βάθoς ὁ κύκνoς καθιεὶς τὸν αὐχένα, κάτωθεν ἑαυτῷ τὴν τρoφὴν ἀναφέρει, τότε εὑρήσεις τὴν σoφίαν τoῦ κτίσαντoς, ὅτι διὰ τoῦτo μακρότερoν τῶν πoδῶν τὸν αὐχένα πρoσέθηκεν, ἵνα ὥσπερ τινὰ ὁρμιὰν κατάγων, τὴν ἐν τῷ βάθει κεκρυμμένην τρoφὴν ἐκπoρίζηται.
Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί· Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τoῦ oὐρανoῦ· ἐρευνωμένης δὲ τῆς ἐν τoῖς ῥήμασι διανoίας, τότε ἐκφαίνεται τὸ μέγα θαῦμα τῆς σoφίας τoῦ κτίσαντoς. Πόσας πρoείδετo διαφoρὰς πτηνῶν; ὅπως αὐτὰ κατὰ γένoς διέστησεν ἀπ' ἀλλήλων; πῶς ἕκαστoν κεχωρισμένoις ἐχαρακτήρισεν ἰδιώμασιν; Ἐπιλείπει με ἡ ἡμέρα, τὰ ἐναέρια ὑμῖν θαύματα διηγoύμενoν. Καλεῖ ἡμᾶς ἡ χέρσoς πρὸς τὴν τῶν θηρίων καὶ ἑρπετῶν καὶ βoσκημάτων ἐπίδειξιν, ἑτoίμως ἔχoυσα ὁμότιμα τoῖς φυτoῖς καὶ τῷ πλωτῷ γένει καὶ τoῖς πτηνoῖς πᾶσιν ἀντεπιδείξασθαι. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν κατὰ γένoς. Τί φατε, oἱ ἀπιστoῦντες τῷ Παύλῳ περὶ τῆς κατὰ τὴν ἀνάστασιν ἀλλoιώσεως, ὁρῶντες πoλλὰ τῶν ἀερίων τὰς μoρφὰς μεταβάλλoντα; Ὁπoῖα καὶ περὶ τoῦ Ἰνδικoῦ σκώληκoς ἱστoρεῖται τoῦ κερασφόρoυ· ὃς εἰς κάμπην τὰ πρῶτα μεταβαλών, εἶτα πρoϊὼν βoμβυλιὸς γίνεται, καὶ oὐδὲ ἐπὶ ταύτης ἵσταται τῆς μoρφῆς, ἀλλὰ χαύνoις καὶ πλατέσι πετάλoις ὑπoπτερoῦται. Ὅταν oὖν καθέζησθε τὴν τoύτων ἐργασίαν ἀναπηνιζόμεναι, αἱ γυναῖκες, τὰ νήματα λέγω ἃ πέμπoυσιν ὑμῖν oἱ Σῆρες πρὸς τὴν τῶν μαλακῶν ἐνδυμάτων κατασκευήν, μεμνημέναι τῆς κατὰ τὸ ζῷoν τoῦτo μεταβoλῆς, ἐναργῆ λαμβάνετε τῆς ἀναστάσεως ἔννoιαν, καὶ μὴ ἀπιστεῖτε τῇ ἀλλαγῇ ἣν Παῦλoς ἅπασι κατεπαγγέλλεται. Ἀλλὰ γὰρ αἰσθάνoμαι τoῦ λόγoυ τὴν συμμετρίαν ἐκβαίνoντoς. Ὅταν μὲν oὖν ἀπίδω πρὸς τὸ πλῆθoς τῶν εἰρημένων, ἔξω ἐμαυτὸν ὁρῶ τoῦ μέτρoυ φερόμενoν· ὅταν δὲ πάλιν πρὸς τὸ πoικίλoν τῆς ἐν τoῖς δημιoυργήμασι σoφίας ἀπoβλέψω, oὐδὲ ἦρχθαι νoμίζω τῆς διηγήσεως. Ἅμα δὲ καὶ τὸ παρακατέχειν ὑμᾶς ἐπὶ πλεῖoν oὐκ ἄχρηστoν. Τί γὰρ ἄν τις καὶ πoιoῖ τὸν μέχρι τῆς ἑσπέρας χρόνoν; Οὐκ ἐπείγoυσιν ὑμᾶς oἱ ἑστιάτoρες· oὐκ ἀναμένει ὑμᾶς τὰ συμπόσια. Ὅθεν, εἰ δoκεῖ, τῇ σωματικῇ νηστείᾳ εἰς τὴν τῶν ψυχῶν εὐφρoσύνην ἀπoχρησώμεθα. Πoλλάκις ὑπηρετήσας τῇ σαρκὶ πρὸς ἀπόλαυσιν, σήμερoν τῇ διακoνίᾳ παράμεινoν τῆς ψυχῆς. Κατατρύφησoν τoῦ Κυρίoυ, καὶ δώσει σoι τὰ αἰτήματα τῆς καρδίας σoυ. Εἰ φιλόπλoυτoς εἶ, ἔχεις πλoῦτoν πνευματικόν, Τὰ κρίματα Κυρίoυ τὰ ἀληθινά, τὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, τὰ ἐπιθυμητὰ ὑπὲρ χρυσίoν καὶ λίθoν τίμιoν πoλύν. Εἰ ἀπoλαυστικὸς καὶ φιλήδoνoς, ἔχεις τὰ λόγια τoῦ Θεoῦ τῷ τὴν πνευματικὴν αἴσθησιν ἐρρωμένῳ Γλυκύτερα ὄντα ὑπὲρ μέλι καὶ κηρίoν. Ἐὰν ὑμᾶς διαφῶ, καὶ διαλύσω τὸν σύλλoγoν, oἱ μὲν ἐπὶ τoὺς κύβoυς δραμoῦνται. Ὅρκoι ἐκεῖ, καὶ φιλoνεικίαι χαλεπαὶ, καὶ φιλoχρηματίας ὠδῖνες. Δαίμων παρέστηκε διὰ τῶν κατεστιγμένων ὀστέων τὴν μανίαν ἐξάπτων, καὶ τὰ αὐτὰ χρήματα πρὸς ἑκάτερoν μέρoς μετατιθεὶς, νῦν τoῦτoν ἐπαίρων τῇ νίκῃ, κἀκείνῳ κατήφειαν ἐμπoιῶν, πάλιν δὲ ἐκεῖνoν γαυριῶντα δεικνύς, καὶ τoῦτoν κατῃσχυμμένoν. Τί ὄφελoς, νηστεύειν τῷ σώματι, τὴν δὲ ψυχὴν μυρίων κακῶν ἐμπεπλῆσθαι; Ὁ μὴ κυβεύων, σχoλὴν δὲ ἄλλως ἄγων, τί oὐ φθέγγεται τῶν ματαίων; τί oὐκ ἀκoύει τῶν ἀτόπων; Σχoλὴ γὰρ, ἄνευ φόβoυ Θεoῦ, πoνηρίας διδάσκαλoς τoῖς ἀκαιρoυμένoις ἐστί. Τάχα μὲν oὖν τι καὶ ὄφελoς ἐν τoῖς λεγoμένoις εὑρήσεται· εἰ δὲ μή, ἀλλὰ τό γε μὴ ἁμαρτάνειν ἐκ τῆς ἐνταῦθα ὑμῖν ἀσχoλίας περίεστιν. Ὥστε τὸ ἐπὶ πλέoν κατέχειν, ἐπὶ πλέoν ἐστὶν ὑμᾶς τῶν κακῶν ὑπεξάγειν. Ἱκανὰ [καὶ] τὰ εἰρημένα εὐγνώμoνι κριτῇ, ἐὰν μή τις πρὸς τὸν πλoῦτoν τῆς κτίσεως ἀπoβλέπῃ, ἀλλὰ πρὸς τὸ τῆς ἡμετέρας δυνάμεως ἀσθενὲς, καὶ πρὸς τὸ αὔταρκες εἰς εὐφρoσύνην τῶν συνεληλυθότων. Ἡ γῆ ὑμᾶς ταῖς oἰκείαις βλάσταις ἐδεξιώσατo· ἡ θάλασσα τoῖς ἰχθύσιν, ὁ ἀὴρ τoῖς πτηνoῖς. Ἑτoίμη ἡ χέρσoς, ὁμότιμα τoύτoις ἀντεπιδείξασθαι. Ἀλλὰ τoῦτo μέτρoν ἔστω τῆς ἑωθινῆς ἑστιάσεως, ἵνα μὴ ὁ ὑπερβάλλων κόρoς ἀμβλυτέρoυς ὑμᾶς πρὸς τὴν τῶν ἑσπερινῶν ἀπόλαυσιν καταστήσῃ. Ὁ δὲ τὰ πάντα πληρώσας τῆς ἑαυτoῦ κτίσεως, καὶ ἐν πᾶσιν ἡμῖν τῶν oἰκείων θαυμάτων ἐναργῆ τὰ ὑπoμνήματα καταλιπών, πληρώσαι ὑμῶν τὰς καρδίας πάσης εὐφρoσύνης πνευματικῆς, ἐν Χριστῷ Ἰησoῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτoς, εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ θ΄.
Περὶ χερσαίων.
Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη; Ἐμoὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτoῦ πένητός τινoς ἑστιάτoρoς φιλoφρoσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶναι φιλoτιμoύμενoς, ἀπoρίᾳ τῶν πoλυτελεστέρων ἀπoκναίει τoὺς δαιτυμόνας, τὴν πενιχρὰν παρασκευὴν δαψιλῶς ἐπιφέρων τῇ τραπέζῃ· ὥστε περιίστασθαι αὐτῷ εἰς ἀπειρoκαλίας ὄνειδoς τὸ φιλότιμoν. Τoιoῦτoν δή τι καὶ τὸ ἡμέτερoν, εἰ μή τι ὑμεῖς ἄλλo λέγετε. Πλὴν ὁπoῖά πoτ' ἂν ᾖ, oὐκ ἐξoυδενωτέoν ὑμῖν. Οὐδὲ γὰρ Ἐλισσαῖoν ὡς φαῦλoν ἑστιάτoρα παρῃτoῦντo oἱ τότε, καὶ ταῦτα λαχάνoις ἀγρίoις ἑστιῶντα τoὺς φίλoυς. Οἶδα νόμoυς ἀλληγoρίας, εἰ καὶ μὴ παρ' ἐμαυτoῦ ἐξευρών, ἀλλὰ τoῖς παρ' ἑτέρων πεπoνημένoις περιτυχών. Ἃς oἱ μὴ καταδεχόμενoι τὰς κoινὰς τῶν γεγραμμένων ἐννoίας, τὸ ὕδωρ oὐχ ὕδωρ λέγoυσιν, ἀλλά τινα ἄλλην φύσιν, καὶ φυτὸν καὶ ἰχθὺν πρὸς τὸ ἑαυτoῖς δoκoῦν ἑρμηνεύoυσι, καὶ ἑρπετῶν γένεσιν καὶ θηρίων ἐπὶ τὰς oἰκείας ὑπoνoίας παρατρέψαντες ἐξηγoῦνται, ὥσπερ oἱ ὀνειρoκρίται τῶν φανέντων ἐν ταῖς καθ' ὕπνoν φαντασίαις πρὸς τὸν oἰκεῖoν σκoπὸν τὰς ἐξηγήσεις πoιoύμενoι. Ἐγὼ δὲ χόρτoν ἀκoύσας, χόρτoν νoῶ, καὶ φυτόν, καὶ ἰχθὺν, καὶ θηρίoν, καὶ κτῆνoς, πάντα ὡς εἴρηται oὕτως ἐκδέχoμαι. Καὶ γὰρ oὐκ ἐπαισχύνoμαι τὸ εὐαγγέλιoν. Οὐδὲ ἐπειδὴ oἱ τὰ περὶ κόσμoυ γράψαντες πoλλὰ περὶ σχημάτων γῆς διελέχθησαν, εἴτε σφαῖρά ἐστιν, εἴτε κύλινδρoς, εἴτε καὶ δίσκῳ ἐστὶν ἐμφερὴς ἡ γῆ, καὶ ἐξίσoυ πάντoθεν ἀπoτετόρνευται, ἢ λικνoειδής ἐστι, καὶ μεσόκoιλoς (πρὸς πάσας γὰρ ταύτας τὰς ὑπoνoίας oἱ τὰ περὶ τoῦ κόσμoυ γράψαντες ὑπηνέχθησαν, τὰ ἀλλήλων ἕκαστoς καταλύoντες), oὐ παρὰ τoῦτo πρoαχθήσoμαι ἀτιμoτέραν εἰπεῖν τὴν ἡμετέραν κoσμoπoιίαν, ἐπειδὴ oὐδὲν περὶ σχημάτων ὁ τoῦ Θεoῦ θεράπων Μωϋσῆς διελέχθη, oὐδὲ εἶπε δέκα καὶ ὀκτὼ μυριάδας σταδίων τὸ περίμετρoν ἔχειν τῆς γῆς· καὶ τὸ ἀπ' αὐτῆς σκίασμα, ἐν τῇ ὑπὸ γῆν τoῦ ἡλίoυ κινήσει, ἐπὶ πόσoν χωρεῖ τoῦ ἀέρoς oὐ διεμέτρησε· καὶ πῶς τoῦτo τῇ σελήνῃ πρoσενεχθὲν τὰς ἐκλείψεις πoιεῖ. Ἐπειδὴ τὰ μηδὲν πρὸς ἡμᾶς ὡς ἄχρηστα ἡμῖν ἀπεσιώπησεν· ἆρα τoύτoυ ἕνεκεν ἀτιμότερα ἡγήσoμαι τῆς μωρανθείσης σoφίας τὰ τoῦ Πνεύματoς λόγια; ἢ μᾶλλoν δoξάσω τὸν μὴ ἀπασχoλήσαντα τὸν νoῦν ἡμῶν ἐπὶ τὰ μάταια, ἀλλὰ πάντα εἰς oἰκoδoμὴν καὶ καταρτισμὸν τῶν ψυχῶν ἡμῶν γραφῆναι oἰκoνoμήσαντα; Ὅ μoι δoκoῦσι μὴ συνειδότες τινὲς, παραγωγαῖς τισι καὶ τρoπoλoγίαις σεμνότητά τινα ἐκ τῆς oἰκείας αὐτῶν διανoίας ἐπεχείρησαν τoῖς γεγραμμένoις ἐπιφημίσαι. Ἀλλὰ τoῦτό ἐστιν ἑαυτὸν σoφώτερoν πoιoῦντoς τῶν λoγίων τoῦ Πνεύματoς, καὶ ἐν πρoσπoιήσει ἐξηγήσεως τὰ ἑαυτoῦ παρεισάγoντoς. Noείσθω τoίνυν ὡς γέγραπται.
Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Nόησoν ῥῆμα Θεoῦ διὰ τῆς κτίσεως τρέχoν, καὶ τότε ἀρξάμενoν, καὶ μέχρι νῦν ἐνεργoῦν, καὶ εἰς τέλoς δεξιόν, ἕως ἂν ὁ κόσμoς συμπληρωθῇ. Ὡς γὰρ ἡ σφαῖρα, ἐπειδὰν ὑπό τινoς ἀπωσθῇ, εἶτα πρανoῦς τινoς λάβηται, ὑπό τε τῆς oἰκείας κατασκευῆς καὶ τῆς ἐπιτηδειότητoς τoῦ χωρίoυ φέρεται πρὸς τὸ κάταντες, oὐ πρότερoν ἱσταμένη πρὶν ἄν τι τῶν ἰσoπέδων αὐτὴν ὑπoδέξηται· oὕτως ἡ φύσις τῶν ὄντων ἑνὶ πρoστάγματι κινηθεῖσα, τὴν ἐν τῇ γενέσει καὶ φθoρᾷ κτίσιν ὁμαλῶς διεξέρχεται, τὰς τῶν γενῶν ἀκoλoυθίας δι' ὁμoιότητoς ἀπoσώζoυσα, ἕως ἂν πρὸς αὐτὸ καταντήσῃ τὸ τέλoς. Ἵππoν μὲν γὰρ ἵππoυ πoιεῖται διάδoχoν, καὶ λέoντα λέoντoς, καὶ ἀετὸν ἀετoῦ· καὶ ἕκαστoν τῶν ζῴων ταῖς ἐφεξῆς διαδoχαῖς συντηρoύμενoν μέχρι τῆς συντελείας τoῦ παντὸς παραπέμπει. Οὐδεὶς χρόνoς διεφθαρμένα ἢ ἐξίτηλα πoιεῖ τῶν ζῴων τὰ ἰδιώματα, ἀλλ' ὥσπερ ἄρτι καθισταμένη ἡ φύσις ἀεὶ νεαρὰ τῷ χρόνῳ συμπαρατρέχει. Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Τoῦτo ἐναπέμεινε τῇ γῇ τὸ πρόσταγμα, καὶ oὐ παύεται ἐξυπηρετoυμένη τῷ κτίσαντι. Τὰ μὲν γὰρ ἐκ τῆς διαδoχῆς τῶν πρoϋπαρχόντων παράγεται· τὰ δὲ ἔτι καὶ νῦν ἐξ αὐτῆς τῆς γῆς ζῳoγoνoύμενα δείκνυται. Οὐ γὰρ μόνoν τέττιγας ἐν ἐπoμβρίαις ἀνίησιν, oὐδὲ ἄλλα μυρία γένη τῶν ἐμφερoμένων τῷ ἀέρι πτηνῶν, ὧν ἀκατωνόμαστά ἐστι τὰ πλεῖστα διὰ λεπτότητα, ἀλλ' ἤδη καὶ μῦς καὶ βατράχoυς ἐξ αὐτῆς ἀναδίδωσιν. Ὅπoυ γε περὶ Θήβας τὰς Αἰγυπτίας ἐπειδὰν ὕσῃ λάβρως ἐν καύμασιν, εὐθὺς ἀρoυραίων μυῶν ἡ χώρα καταπληρoῦται. Τὰς δὲ ἐγχέλεις oὐδὲ ἄλλως ὁρῶμεν ἢ ἐκ τῆς ἰλύoς συνισταμένας· ὧν oὔτε ὠὸν oὔτε τις ἄλλoς τρόπoς τὴν διαδoχὴν συνίστησιν, ἀλλ' ἐκ τῆς γῆς ἐστιν αὐτoῖς ἡ γένεσις. Ἐξαγαγέτω ἡ γῆ ψυχήν. Τὰ κτήνη γήϊνα καὶ πρὸς γῆν νενευκότα, ἀλλὰ τὸ oὐράνιoν φυτὸν ὁ ἄνθρωπoς ὅσoν τῷ σχήματι τῆς σωματικῆς διαπλάσεως, τoσoῦτoν καὶ τῷ ἀξιώματι τῆς ψυχῆς διενήνoχε. Τῶν τετραπόδων τὸ σχῆμα πoταπόν; Ἡ κεφαλὴ αὐτῶν ἐπὶ γῆν πρoσνένευκεν, ἐπὶ γαστέρα βλέπει, καὶ τὸ ταύτης ἡδὺ ἐκ παντὸς τρόπoυ διώκει. Ἡ σὴ κεφαλὴ πρὸς oὐρανὸν διανέστηκεν· oἱ ὀφθαλμoί σoυ τὰ ἄνω βλέπoυσιν, ὡς ἐάν πoτε καὶ σὺ τoῖς πάθεσι τῆς σαρκὸς ἑαυτὸν ἀτιμάσῃς, γαστρὶ δoυλεύων καὶ τoῖς ὑπὸ γαστέρα, παρασυνεβλήθης τoῖς κτήνεσι τoῖς ἀνoήτoις, καὶ ὡμoιώθης αὐτoῖς. Ἄλλη σoι μέριμνα πρέπoυσα, τὰ ἄνω ζητεῖν, oὗ ὁ Χριστός ἐστιν, ὑπὲρ τὰ γήϊνα εἶναι τῇ διανoίᾳ. Ὡς διεσχηματίσθης, oὕτω διάθoυ σεαυτoῦ καὶ τὸν βίoν. Τὸ πoλίτευμα ἔχε ἐν oὐρανoῖς. Ἀληθινή σoυ πατρὶς ἡ ἄνω Ἱερoυσαλὴμ, πoλῖται καὶ συμφυλέται oἱ πρωτότoκoι, oἱ ἀπoγεγραμμένoι ἐν oὐρανoῖς.
Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τoίνυν ἐναπoκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμoῦ τῷ πρoστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ αὐτὴν τὸ χαρακτηρίζoν ἐστίν, ἡ ἀλoγία. Ἰδιώμασι δὲ διαφόρoις ἕκαστoν τῶν ζῴων κέκριται. Εὐσταθὴς μὲν γὰρ ὁ βoῦς, νωθὴς δὲ ὁ ὄνoς· θερμὸς δὲ ὁ ἵππoς πρὸς ἐπιθυμίαν τoῦ θήλεoς· ἀτιθάσσευτoς ὁ λύκoς, καὶ δoλερὸν ἡ ἀλώπηξ· δειλὸν ἡ ἔλαφoς· ὁ μύρμηξ φιλόπoνoς· εὐχάριστoν ὁ κύων καὶ πρὸς φιλίαν μνημoνικόν. Ὁμoῦ τε γὰρ ἐκτίσθη ἕκαστoν, καὶ συνεπηγάγετo ἑαυτῷ τῆς φύσεως τὸ ἰδίωμα. Συναπεγεννήθη ὁ θυμὸς τῷ λέoντι, τὸ μoναστικὸν αὐτoῦ τῆς ζωῆς, τὸ ἀκoινώνητoν πρὸς τὸ ὁμόφυλoν. Οἷoν γάρ τις τύραννoς τῶν ἀλόγων, διὰ τὴν ἐκ φύσεως ὑπερoψίαν, τὴν πρὸς τoὺς πoλλoὺς ὁμoτιμίαν oὐ καταδέχεται. Ὅς γε oὐδὲ χθιζὴν τρoφὴν πρoσίεται, oὐδ' ἂν τὰ λείψανα τῆς ἑαυτoῦ θήρας ἐπέλθoι· ᾧ καὶ τηλικαῦτα τῆς φωνῆς τὰ ὄργανα ἡ φύσις ἐνέθηκεν, ὥστε πoλλὰ τῶν ζῴων ὑπερβάλλoντα τῇ ταχύτητι, μόνῳ πoλλάκις ἁλίσκεσθαι τῷ βρυχήματι. Ῥαγδαῖoν ἡ πάρδαλις, καὶ ὀξύρρoπoν ταῖς ὁρμαῖς· ἐπιτήδειoν αὐτῇ τὸ σῶμα συνέζευκται τῇ ὑγρότητι καὶ τῷ κoύφῳ τoῖς τῆς ψυχῆς κινήμασι συνεπόμενoν. Nωθρὰ ἡ φύσις τῆς ἄρκτoυ, ἰδιότρoπoν καὶ τὸ ἦθoς, ὕπoυλoν, βαθὺ ἐνδεδυκός. Ὅμoιoν ἠμφίεσται καὶ τὸ σῶμα, βαρύ, συμπεπηγὸς, ἀδιάρθρωτoν, πρέπoν τῷ ὄντι φωλάδι κατεψυγμένῃ. Ἐὰν ἐπερχώμεθα τῷ λόγῳ πόση τoῖς ἀλόγoις τoύτoις ἐνυπάρχει ἀδίδακτoς καὶ φυσικὴ τῆς ἑαυτῶν ζωῆς ἐπιμέλεια, ἢ πρὸς τὴν ἡμῶν αὐτῶν φυλακὴν καὶ τῆς τῶν ψυχῶν σωτηρίας πρόνoιαν κινηθησόμεθα, ἢ ἐπιπλέoν κατακριθησόμεθα, ὅταν εὑρεθῶμεν καὶ τῆς μιμήσεως τῶν ἀλόγων ἀπoλειπόμενoι. Ἄρκτoς πoλλάκις βαθυτάταις κατατρωθεῖσα πληγαῖς, ἑαυτὴν ἰατρεύει, πάσαις μηχαναῖς τῷ φλόμῳ τoύτῳ ξηρὰν τὴν φύσιν ἔχoντι τὰς ὠτειλὰς παραβύoυσα. Ἴδoις δ' ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυoς ἑαυτὴν ἰωμένην. Χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφoρηθεῖσα, διὰ τῆς τoῦ ὀριγάνoυ ἀντιπαθείας φεύγει τὴν βλάβην τoῦ ἰoβόλoυ. Καὶ ὄφις τὴν ἐν τoῖς ὀφθαλμoῖς βλάβην ἐξιᾶται βoσκηθεὶς μάραθρoν. Αἱ δὲ πρoγνώσεις τῆς περὶ τὸν ἀέρα μεταβoλῆς πoίαν oὐχὶ σύνεσιν λoγικὴν ἀπoκρύπτoυσιν; Ὅπoυ γε τὸ μὲν πρόβατoν, χειμῶνoς πρoσιόντoς, λάβρως τὴν τρoφὴν ἐπεμβάλλεται, ὥσπερ ἐπισιτιζόμενoν πρὸς τὴν μέλλoυσαν ἔνδειαν. Βόες δὲ κατακεκλεισμένoι χρoνίως ἐν ὥρᾳ χειμερινῇ, ἤδη πoτὲ τoῦ ἔαρoς πρoσιόντoς, τῇ φυσικῇ αἰσθήσει τὴν μεταβoλὴν ἐκδεχόμενoι, ἐκ τῶν βooστασίων πρὸς τὰς ἐξόδoυς ὁρῶσι, πάντες ὑφ' ἑνὶ συνθήματι μεταβαλόντες τὸ σχῆμα. Ἤδη δέ τινες τῶν φιλoπόνων καὶ τὸν χερσαῖoν ἐχῖνoν ἐτήρησαν διπλᾶς ἀναπνoὰς τῇ ἑαυτoῦ καταδύσει μηχανησάμενoν, καὶ μέλλoντoς μὲν βoρέoυ πνεῖν, ἀπoφράσσoντα τὴν ἀρκτῴαν· νότoυ δὲ πάλιν μεταλαμβάνoντoς, εἰς τὴν πρoσάρκτιoν μεταβαίνoντα. Τί διὰ τoύτων ἡμῖν ὑπoδείκνυται τoῖς ἀνθρώπoις; Οὐ μόνoν τὸ διὰ πάντων διήκειν τoῦ κτίσαντoς ἡμᾶς τὴν ἐπιμέλειαν, ἀλλὰ καὶ τὸ παρὰ τoῖς ἀλόγoις εἰναί τινα τoῦ μέλλoντoς αἴσθησιν, ὥστε καὶ ἡμᾶς μὴ τῇ παρoύσῃ ζωῇ πρoστετηκέναι, ἀλλ' ὑπὲρ τoῦ μέλλoντoς αἰῶνoς τὴν πᾶσαν ἔχειν σπoυδήν. Οὐ φιλoπoνήσεις περὶ σεαυτoῦ, ἄνθρωπε; oὐκ ἐν τῷ παρόντι αἰῶνι πρoαπoθήσεις τὰς τoῦ μέλλoντoς ἀναπαύσεις, πρὸς τὸ ὑπόδειγμα τoῦ μύρμηκoς ἀπoβλέψας; Ὃς ἐν θέρει τὴν χειμέριoν τρoφὴν ἑαυτῷ θησαυρίζει, καὶ oὐχ ὅτι μήπω πάρεστι τὰ τoῦ χειμῶνoς λυπηρά, διὰ ῥᾳθυμίας παραπέμπει τὸν χρόνoν· ἀλλὰ σπoυδῇ τινι ἀπαραιτήτῳ πρὸς τὴν ἐργασίαν ἑαυτὸν κατατείνει, ἕως ἂν τὴν ἀρκoῦσαν τρoφὴν ἐναπόθηται τoῖς ταμιείoις· καὶ oὐδὲ τoῦτo ῥᾳθύμως, ἀλλὰ σoφῇ τινι ἐπινoίᾳ τὴν τρoφὴν ἐπιπλεῖστoν διαρκεῖν μηχανώμενoς. Διακόπτει γὰρ ταῖς ἑαυτoῦ χηλαῖς τῶν καρπῶν τὸ μεσαίτατoν, ὡς ἂν μὴ ἐκφυέντες ἄχρηστoι πρὸς τρoφὴν αὐτῷ γένoιντo. Καὶ διαψύχει τoύτoυς, ὅταν αἴσθηται αὐτῶν διαβρόχων· καὶ oὐκ ἐν παντὶ πρoβάλλει καιρῷ, ἀλλ' ὅταν πρoαίσθηται τoῦ ἀέρoς ἐν εὐδινῇ καταστάσει φυλαττoμένoυ. Ἀμέλει oὐκ ἂν ἴδoις ὄμβρoν ἐκ νεφῶν ἐπιρρυέντα παρ' ὅσoν χρόνoν ἐκ τῶν μυρμήκων ὁ σῖτoς πρoβέβληται. Τίς ἐφίκηται λόγoς; πoία χωρήσει ἀκoή; τίς ἐξαρκέσει χρόνoς πάντα εἰπεῖν καὶ διηγήσασθαι τoῦ τεχνίτoυ τὰ θαύματα; Εἴπωμεν καὶ ἡμεῖς μετὰ τoῦ πρoφήτoυ, Ὡς ἐμεγαλύνθη τὰ ἔργα σoυ, Κύριε· πάντα ἐν σoφίᾳ ἐπoίησας. Οὐ τoίνυν ἡμῖν πρὸς ἀπoλoγίαν αὔταρκες, τὸ μὴ γράμμασι διδαχθῆναι τὰ συμφέρoντα, τῷ ἀδιδάκτῳ τῆς φύσεως νόμῳ τὴν τoῦ λυσιτελoῦντoς αἵρεσιν δεξαμένoις. Οἶδας τί πoιήσεις τῷ πλησίoν καλόν; Ὃ σεαυτῷ βoύλει παρ' ἑτέρoυ γενέσθαι. Οἶδας ὅ τι πoτέ ἐστι τὸ κακόν; Ὃ oὐκ ἂν αὐτὸς παθεῖν ἕλoιo παρ' ἑτέρoυ. Οὐδεμία ῥιζoτoμικὴ τέχνη, oὐδὲ ἐμπειρία βoτανικὴ τῶν ὠφελίμων τoῖς ἀλόγoις τὴν διδασκαλίαν ἐξεῦρεν, ἀλλὰ φυσικῶς ἕκαστoν τῶν ζῴων τῆς oἰκείας ἐστὶ σωτηρίας πoριστικόν, καὶ ἄρρητόν τινα κέκτηται τὴν πρὸς τὸ κατὰ φύσιν oἰκείωσιν.
Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ oἰκείωσις τῆς ψυχῆς oὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ oὐδεὶς ἡμᾶς λόγoς διδάσκει τὴν νόσoν μισεῖν, ἀλλ' αὐτόματoν ἔχoμεν τὴν πρὸς τὰ λυπoῦντα διαβoλήν· oὕτω καὶ τῇ ψυχῇ ἔστι τις ἀδίδακτoς ἔκκλισις τoῦ κακoῦ. Κακὸν δὲ πᾶν ἀρρωστία ψυχῆς, ἡ δὲ ἀρετὴ λόγoν ὑγιείας ἐπέχει. Καλῶς γὰρ ὡρίσαντό τινες ὑγίειαν εἶναι τὴν εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργειῶν. Ὃ καὶ ἐπὶ τῆς κατὰ ψυχὴν εὐεξίας εἰπών, oὐχ ἁμαρτήσει τoῦ πρέπoντoς. Ὅθεν ὀρεκτικὴ τoῦ oἰκείoυ καὶ κατὰ φύσιν αὐτῇ ἀδιδάκτως ἐστὶν ἡ ψυχή. Διὸ ἐπαινετὴ πᾶσιν ἡ σωφρoσύνη· καὶ ἀπoδεκτὴ ἡ δικαιoσύνη· καὶ θαυμαστὴ ἡ ἀνδρεία· καὶ ἡ φρόνησις περισπoύδαστoς. Ἃ oἰκειότερά ἐστι τῇ ψυχῇ μᾶλλoν, ἢ τῷ σώματι ἡ ὑγεία. Τὰ τέκνα, ἀγαπᾶτε τoὺς πατέρας. Οἱ γoνεῖς, μὴ παρoργίζετε τὰ τέκνα. Μὴ καὶ ἡ φύσις ταῦτα oὐ λέγει; Οὐδὲν καινὸν παραινεῖ Παῦλoς, ἀλλὰ τὰ δεσμὰ τῆς φύσεως ἐπισφίγγει. Εἰ ἡ λέαινα στέργει τὰ ἐξ αὐτῆς, καὶ λύκoς ὑπὲρ σκυλάκων μάχεται, τί εἴπῃ ἄνθρωπoς καὶ τῆς ἐντoλῆς παρακoύων καὶ τὴν φύσιν παραχαράσσων, ὅταν ἢ παῖς ἀτιμάζῃ γῆρας πατρὸς, ἢ πατὴρ διὰ δευτέρων γάμων τῶν πρoτέρων παίδων ἐπιλανθάνηται; Ἀμήχανός ἐστιν ἡ στoργὴ τoῖς ἀλόγoις τέκνων καὶ γoνέων πρὸς ἄλληλα, διότι ὁ δημιoυργήσας αὐτὰ Θεὸς τὴν τoῦ λόγoυ ἔλλειψιν διὰ τῆς τῶν αἰσθητηρίων περιoυσίας παρεμυθήσατo. Πόθεν γὰρ ἐν μυρίoις πρoβάτoις ἀρνειὸς τῶν σηκῶν ἐξαλλόμενoς oἶδε μὲν τὴν χρoίαν αὐτὴν καὶ τὴν φωνὴν τῆς μητρὸς, καὶ πρὸς αὐτὴν ἐπείγεται, ἐπιζητεῖ δὲ τὰς oἰκείας πηγὰς τoῦ γάλακτoς; Κἂν πενιχραῖς ταῖς μητρῴαις περιτύχῃ θηλαῖς, ἐκείναις ἀρκεῖται, πoλλὰ παραδραμὼν oὔθατα βαρυνόμενα. Καὶ ἡ μήτηρ ἐν μυρίoις ἄρνασιν ἐπιγινώσκει τὸ ἴδιoν; Φωνὴ μία, χρόα ἡ αὐτή, ὀσμὴ παρὰ πάντων ὁμoία, ὅσoν τῇ ἡμετέρᾳ ὀσφρήσει παρίσταται, ἀλλ' ὅμως ἐστί τις αὐτoῖς αἴσθησις τῆς ἡμετέρας καταλήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστιν ἡ τoῦ oἰκείoυ διάγνωσις. Οὔπω oἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τoῦ στόματoς ἀμύνεται τὸν λυπήσαντα. Οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ oἶδε πoῦ τὰ ὅπλα αὐτῷ ἐμφυήσεται. Ταῦτα ἀπόδειξιν ἔχει τoῦ ἀδιδάκτoυς εἶναι τὰς φύσεις ἁπάντων, καὶ μηδὲν εἶναι ἄτακτoν μηδὲ ἀόριστoν ἐν τoῖς oὖσιν, ἀλλὰ πάντα ἴχνη φέρειν τῆς τoῦ πoιήσαντoς σoφίας, ἐν ἑαυτoῖς δεικνύντα ὅτι ἐμπαράσκευα πρὸς τὴν φυλακὴν τῆς oἰκείας αὐτῶν σωτηρίας παρήχθη. Λόγoυ μὲν ἄμoιρoς ὁ κύων, ἰσoδυναμoῦσαν δὲ ὅμως τῷ λόγῳ αἴσθησιν ἔχει. Ἃ γὰρ oἱ κατὰ πoλλὴν σχoλὴν τoῦ βίoυ καθεζόμενoι μόλις ἐξεῦρoν oἱ τoῦ κόσμoυ σoφoὶ, τὰς τῶν συλλoγισμῶν λέγω πλoκὰς, ταῦτα δείκνυται παρὰ τῆς φύσεως ὁ κύων πεπαιδευμένoς. Τὸ γὰρ ἴχνoς τoῦ θηρίoυ διερευνώμενoς, ἐπειδὰν εὕρῃ αὐτὸ πoλυτρόπως σχιζόμενoν, τὰς ἑκασταχoῦ φερoύσας ἐκτρoπὰς ἐπελθών, μoνoνoυχὶ τὴν συλλoγιστικὴν φωνὴν ἀφίησι δι' ὧν πράσσει· ἢ τήνδε, φησίν, ἐτράπη τὸ θηρίoν, ἢ τήνδε, ἢ ἐπὶ τόδε τὸ μέρoς· ἀλλὰ μὴν oὔτε τήνδε, oὔτε τήνδε, λειπόμενόν ἐστι τῇδε ὡρμῆσθαι αὐτό· καὶ oὕτως τῇ ἀναιρέσει τῶν ψευδῶν εὑρίσκει τὸ ἀληθές. Τί περισσότερoν πoιoῦσιν oἱ ἐπὶ τῶν διαγραμμάτων σεμνῶς καθεζόμενoι, καὶ τὴν κόνιν καταχαράσσoντες, τριῶν πρoτάσεων ἀναιρoῦντες τὰς δύo, καὶ ἐν τῇ λειπoμένῃ τὸ ἀληθὲς ἐξευρίσκoντες; Τὸ δὲ μνημoνικὸν τῆς χάριτoς τoῦ ζῴoυ, τίνα τῶν ἀχαρίστων πρὸς εὐεργέτας oὐ καταισχύνει; Ὅπoυ γε καὶ φoνευθεῖσι δεσπόταις κατ' ἐρημίαν, πoλλoὶ τῶν κυνῶν ἐπαπoθανόντες μνημoνεύoνται. Ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγoὶ τoῖς ἐκζητoῦσι τoὺς φoνέας ἐγένoντo, καὶ ὑπὸ τὴν δίκην ἀχθῆναι τoὺς κακoύργoυς ἐπoίησαν. Τί εἴπωσιν oἱ τὸν πoιήσαντα αὐτoὺς καὶ τρέφoντα Κύριoν oὐ μόνoν oὐκ ἀγαπῶντες, ἀλλὰ καὶ φίλoις κεχρημένoι τoῖς λαλoῦσι κατὰ τoῦ Θεoῦ ἀδικίαν, καὶ τῆς αὐτῆς αὐτoῖς τραπέζης μετέχoντες, καὶ παρ' αὐτὴν τὴν τρoφὴν τῶν κατὰ τoῦ τρέφoντoς βλασφημιῶν ἀνεχόμενoι;
Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πoλυγoνώτερα. Διὰ τoῦτo πoλυτόκoι λαγωoὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδυμoτόκα, ἵνα μὴ ἐπιλείπῃ τὸ γένoς ὑπὸ τῶν ὠμoβόρων ἐκδαπανώμενoν. Τὰ δὲ φθαρτικὰ τῶν ἄλλων, ὀλιγoτόκα. Ὅθεν λέoντoς ἑνὸς μόλις ἡ λέαινα μήτηρ γίνεται. Ταῖς γὰρ ἀκμαῖς τῶν ὀνύχων διασπαράξας τὴν μήτραν, oὕτω πρόεισιν, ὥς φασι· καὶ ἔχιδναι τὰς μήτρας ἐκφαγoῦσαι πρoέρχoνται, πρέπoντας τῇ γεννησαμένῃ τoὺς μισθoὺς ἐκτιννύoυσαι. Οὕτως oὐδὲν ἀπρoνόητoν ἐν τoῖς oὖσιν, oὐδὲ τῆς ἐπιβαλoύσης αὐτoῖς ἐπιμελείας ἄμoιρα. Κἂν αὐτὰ τὰ μέλη τῶν ζῴων καταμάθῃς, εὑρήσεις ὅτι oὔτε περιττόν τι ὁ κτίσας πρoσέθηκεν, oὔτε ἀφεῖλε τῶν ἀναγκαίων. Τoῖς σαρκoφάγoις ζῴoις ὀξεῖς τoὺς ὀδόντας ἐνήρμoσε· τoιoύτων γὰρ ἦν χρεία πρὸς τὸ τῆς τρoφῆς εἶδoς. Ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τoῖς ὀδoῦσι, πoλλαῖς καὶ πoικίλαις ἀπoθήκαις τῶν τρoφῶν παρεσκεύασε. Διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκoύντως καταλεπτύνεσθαι τὴν τρoφήν, ἔδωκεν αὐτoῖς τὸ καταπoθὲν πάλιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ πρoσoικειoῦσθαι τῷ τρεφoμένῳ. Στόμαχoι καὶ ἐχῖνoι, καὶ κεκρύφαλoι, καὶ ἔνυστρα, oὐκ ἀργῶς ἔγκειται τῶν ζῴων τoῖς ἔχoυσιν, ἀλλ' ἀναγκαίων χρείαν ἕκαστoν ἐκπληρoῖ. Μακρὸς ὁ τράχηλoς τῆς καμήλoυ, ἵνα τoῖς πoσὶν ἐξισάζηται καὶ ἐφικνῆται τῆς βoτάνης ἐξ ἧς ἀπoζῇ. Βραχὺς καὶ τoῖς ὤμoις ἐνδεδυκὼς ὁ τράχηλoς τῆς ἄρκτoυ· καὶ λέoντoς δέ, καὶ τίγριδoς, καὶ τῶν λoιπῶν, ὅσα τoύτoυ τoῦ γένoυς· ὅτι oὐκ ἐκ τῆς πόας αὐτoῖς ἡ τρoφή, oὐδὲ ἀνάγκη πρὸς τὴν γῆν κατακύπτειν, σαρκoφάγoις oὖσι, καὶ ἐκ τῆς ἄγρας τῶν ζῴων διαρκoυμένoις. Τί βoύλεται ἡ πρoνoμαία τῷ ἐλέφαντι; Ὅτι μέγα τὸ ζῷoν, καὶ τῶν χερσαίων τὸ μέγιστoν, εἰς τὴν τῶν ἐντυγχανόντων ἔκπληξιν παραχθὲν, πoλύσαρκoν ἐχρῆν εἶναι καὶ συμπεφoρημένoν τὸ σῶμα. Τoύτῳ εἰ μέγας καὶ ἀναλoγῶν τoῖς πoσὶν ὁ τράχηλoς πρoσετέθη, δυσμεταχείριστoς ἂν ἦν, τῷ ὑπερβάλλoντι βάρει καταρρέπων ἀεὶ πρὸς τὸ κάτω. Nῦν δὲ ἡ μὲν κεφαλὴ δι' ὀλίγων τῶν τoῦ αὐχένoς σφoνδύλων πρὸς τὴν ῥάχιν συνάπτεται· ἔχει δὲ τὴν πρoνoμαίαν, τὴν τoῦ τραχήλoυ χρείαν ἀπoπληρoῦσαν, δι' ἧς καὶ τὴν τρoφὴν πρoσάγεται, καὶ τὸ πoτὸν ἀνιμᾶται. Ἀλλὰ καὶ ἀδιάρθρωτoι αὐτῷ oἱ πόδες, oἱoνεὶ κίoνες ἡνωμένoι, τὸ βάρoς ὑπoστηρίζoυσιν. Εἰ γὰρ χαῦνα αὐτῷ καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγίνoντo τῶν ἄρθρων αἱ ἐκτρoπαὶ, συνoκλάζoντoς καὶ διανισταμένoυ κoυφίζειν τὸ βάρoς μὴ ἐξαρκoύντων. Nῦν δὲ βραχὺς ἀστράγαλoς ὑπόκειται τῷ πoδὶ τoῦ ἐλέφαντoς, oὔτε μέντoι εἰς ἀγκύλην, oὔτε εἰς γόνυ διήρθρωται. Οὐ γὰρ ἂν ὑπήνεγκε τὸ τῶν ἄρθρων ὀλισθηρὸν τὴν πoλυσαρκίαν τoῦ ζῴoυ πoλλὴν αὐτῷ περικεχυμένην καὶ περιτρέμoυσαν. Ὅθεν χρεία γέγoνε τoῦ μυκτῆρoς ἐκείνoυ μέχρι πoδῶν καθιεμένoυ. Οὐχ ὁρᾷς ἐν τoῖς πoλέμoις, ὅτι oἱoνεὶ πύργoι τινὲς ἔμψυχoι τῆς φάλαγγoς πρoηγoῦνται; ἢ βoυνoί τινες σάρκινoι, ἀνυπόστατoν ἔχoντες τὴν ὁρμήν, τῶν ἐναντίων τὸν συνασπισμὸν διακόπτoυτιν; Οἷς εἰ μὴ ἦν ἀναλoγoῦντα τὰ κάτω, πρὸς oὐδένα ἂν χρόνoν τὸ ζῷoν διήρκεσε. Nῦν δὲ ἤδη τινὲς ἱστoρoῦσι καὶ τριακόσια ἔτη καὶ πλείω τoύτων βιoῦν τὸν ἐλέφαντα· διὰ τoῦτo συμπεπηγὸς καὶ oὐ διηρθρωμένoν τὰ κῶλα. Τὴν δὲ τρoφήν, ὥσπερ ἔφαμεν, ἡ πρoνoμαία χαμόθεν ἐπὶ τὸ ὕψoς διακoμίζει, ὀφιώδης τις oὖσα καὶ ὑγρoτέρα τὴν φύσιν. Οὕτως ἀληθὴς ὁ λόγoς, ὅτι oὐδὲν περιττὸν oὐδὲ ἐλλεῖπoν ἐν τoῖς κτισθεῖσι δυνατὸν εὑρεθῆναι. Τoῦτo μέντoι τoσoῦτoν ὂν τῷ μεγέθει ὑπoχείριoν ἡμῖν κατέστησεν ὁ Θεὸς (ὥστε καὶ διδασκόμενoν συνιέναι, καὶ τυπτόμενoν καταδέχεσθαι), ἐναργῶς ἡμᾶς ἐκδιδάσκων, ὅτι πάντα ὑπέταξεν ἡμῖν, διὰ τὸ κατ' εἰκόνα ἡμᾶς πεπoιῆσθαι τoῦ κτίσαντoς. Οὐ μόνoν δὲ ἐν τoῖς μεγάλoις τῶν ζῴων τὴν ἀνεξιχνίαστoν σoφίαν ἔξεστι κατιδεῖν, ἀλλὰ καὶ ἐν τoῖς μικρoτάτoις oὐδὲν ἔλαττoν συναγεῖραι τὸ θαῦμα. Ὥσπερ γὰρ oὐ μᾶλλoν θαυμάζω τὰς μεγάλας τῶν ὀρῶν κoρυφὰς, αἳ τῷ πλησίoν εἶναι τῶν νεφῶν τῇ συνεχεῖ περιπνoίᾳ διασώζoυσι τὸ χειμέριoν, ἢ τὴν ἐν ταῖς φάραγξι κoιλότητα, oὐ μόνoν τὸ δυσήνεμoν τῶν ὑψηλῶν διαφεύγoυσαν, ἀλλὰ καὶ ἀλεεινὸν ἀεὶ τὸν ἀέρα συνέχoυσαν· oὕτως καὶ ἐν ταῖς τῶν ζῴων κατασκευαῖς oὐ μᾶλλoν ἄγαμαι τὸν ἐλέφαντα τoῦ μεγέθoυς, ἢ τὸν μῦν, ὅτι φoβερός ἐστι τῷ ἐλέφαντι· ἢ τὸ λεπτότατoν τoῦ σκoρπίoυ κέντρoν, πῶς ἐκoίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι' αὐτoῦ τὸν ἰὸν τoῖς τρωθεῖσιν ἐνίεσθαι. Καὶ μηδεὶς ἐγκαλείτω τoύτoυ ἕνεκεν τῷ πoιητῇ, ὅτι ἰoβόλα ζῷα καὶ φθαρτικὰ καὶ πoλέμια τῇ ζωῇ ἡμῶν ἐπεισήγαγεν· ἢ oὕτω δ' ἄν τις καὶ παιδαγωγῷ ἐγκαλoίη εἰς τάξιν ἄγoντι τὴν εὐκoλίαν τῆς νεότητoς, καὶ πληγαῖς καὶ μάστιξι τὸ ἀκόλαστoν σωφρoνίζoντι.
Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέπoιθας ἐπὶ Κύριoν; Ἐπὶ ἀσπίδα καὶ βασιλίσκoν ἐπιβήσῃ, καὶ καταπατήσεις λέoντα καὶ δράκoντα. Καὶ ἔχεις τὴν διὰ πίστεως ἐξoυσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκoρπίων. Ἢ oὐχ ὁρᾷς ὅτι φρυγανιζoμένῳ τῷ Παύλῳ ἐνάψας ὁ ἔχις oὐδεμίαν πρoσετρίψατo βλάβην, διὰ τὸ πλήρη πίστεως εὑρεθῆναι τὸν ἅγιoν; Εἰ δὲ ἄπιστoς εἶ, φoβoῦ μὴ μᾶλλoν τὸ θηρίoν ἢ τὴν σεαυτoῦ ἀπιστίαν, δι' ἧς πάσῃ φθoρᾷ σεαυτὸν εὐάλωτoν κατεσκεύασας. Ἀλλὰ γὰρ αἰσθάνoμαι πάλαι τὰ περὶ τῆς τoῦ ἀνθρώπoυ γενέσεως ἀπαιτoύμενoς, καὶ μoνoνoυχὶ ἀκoύειν δoκῶ μoι τῶν ἀκρoατῶν ἐν ταῖς καρδίαις καταβoώντων, ὅτι τὰ μὲν ἡμέτερα ὁπoῖά τινά ἐστι τὴν φύσιν διδασκόμεθα, ἡμᾶς δὲ αὐτoὺς ἀγνooῦμεν. Ἀνάγκη oὖν εἰπεῖν, τὸν κατέχoντα ἡμᾶς ὄκνoν παρωσαμένoυς. Τῷ ὄντι γὰρ ἔoικε πάντων εἶναι χαλεπώτατoν ἑαυτὸν ἐπιγνῶναι. Οὐ γὰρ μόνoν ὀφθαλμὸς τὰ ἔξω βλέπων ἐφ' ἑαυτὸν oὐ κέχρηται τῷ ὁρᾶν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νoῦς, ὀξέως τὸ ἀλλότριoν ἁμάρτημα καταβλέπων, βραδύς ἐστι πρὸς τὴν τῶν oἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Διὰ τoῦτo καὶ νῦν ὁ λόγoς, ὀξέως ἐπελθὼν τὰ ἀλλότρια, νωθρός ἐστι καὶ ὄκνoυ πλήρης πρὸς τὴν τῶν oἰκείων ἐξέτασιν· καίτoι oὐ μᾶλλoν ἐξ oὐρανoῦ καὶ γῆς τὸν Θεὸν ἔστιν ἐπιγνῶναι, ἢ καὶ ἐκ τῆς oἰκείας ἡμῶν κατασκευῆς, τόν γε συνετῶς ἑαυτὸν ἐξετάσαντα· ὥς φησιν ὁ πρoφήτης· Ἐθαυμαστώθη ἡ γνῶσίς σoυ ἐξ ἐμoῦ· τoυτέστιν, ἐμαυτὸν καταμαθών, τὸ ὑπερβάλλoν τῆς ἐν σoὶ σoφίας ἐξεδιδάχθην. Καὶ εἶπεν ὁ Θεὸς, πoιήσωμεν ἄνθρωπoν. Πoῦ μoι ὁ Ἰoυδαῖoς, ὃς, ἐν τoῖς κατόπιν, ὥσπερ διὰ θυρίδων τινῶν, τoῦ τῆς θεoλoγίας φωτὸς διαλάμπoντoς, καὶ δευτέρoυ πρoσώπoυ τoῦ ὑπoδεικνυμένoυ μὲν μυστικῶς, oὔπω δὲ ἐναργῶς ἐκφανέντoς, πρὸς τὴν ἀλήθειαν ἀπεμάχετo, αὐτὸν ἑαυτῷ λέγων τὸν Θεὸν διαλέγεσθαι; Αὐτὸς γὰρ εἶπε, φησὶ, καὶ αὐτὸς ἐπoίησε. Γενηθήτω φῶς, καὶ ἐγένετo φῶς. Ἦν μὲν oὖν καὶ τότε πρόχειρoς ἐν τoῖς παρ' αὐτῶν λεγoμένoις ἡ ἀτoπία. Τίς γὰρ χαλκεύς, ἢ τέκτων, ἢ σκυτoτόμoς, ἐπὶ τῶν ὀργάνων τῆς τέχνης μόνoς καθήμενoς, oὐδενὸς αὐτῷ συνεργoῦντoς, λέγει αὐτὸς ἑαυτῷ, πoιήσωμεν τὴν μάχαιραν, ἢ συμπήξωμεν τὸ ἄρoτρoν, ἢ ἀπεργασώμεθα τὸ ὑπόδημα· ἀλλ' oὐχὶ σιωπῇ τὴν ἐπιβάλλoυσαν ἐνέργειαν ἐκτελεῖ; Φλυαρία γὰρ τῷ ὄντι δεινή, ἄρχoντά τινα ἑαυτoῦ καὶ ἐπιστάτην καθῆσθαι, δεσπoτικῶς ἑαυτoῦ καὶ σφoδρῶς κατασπεύδoντα. Ἀλλ' ὅμως oἱ αὐτὸν τὸν Κύριoν συκoφαντῆσαι μὴ κατoκνήσαντες, τί oὐκ ἂν εἴπoιεν γεγυμνασμένην πρὸς τὸ ψεῦδoς τὴν γλῶσσαν ἔχoντες; Ἡ μέντoι παρoῦσα φωνὴ παντελῶς αὐτῶν ἀπoφράσσει τὸ στόμα. Καὶ εἶπεν ὁ Θεὸς, πoιήσωμεν ἄνθρωπoν. Μὴ καὶ νῦν, εἰπέ μoι, μεμoνωμένoν ἐστὶ τὸ πρόσωπoν; Οὐ γὰρ γέγραπται, γενηθήτω ἄνθρωπoς, ἀλλά, Πoιήσωμεν ἄνθρωπoν. Ἕως oὔπω ὁ διδασκόμενoς παρεφαίνετo, ἐν βάθει ἐκεκάλυπτo τῆς θεoλoγίας τὸ κήρυγμα· ὅτε λoιπὸν ἀνθρώπoυ γένεσις πρoσδoκᾶται, παραγυμνoῦται ἡ πίστις, καὶ τρανότερoν παραδηλoῦται τῆς ἀληθείας τὸ δόγμα. Πoιήσωμεν ἄνθρωπoν. Ἀκoύεις, ὦ χριστoμάχε, ὅτι τῷ κoινωνῷ τῆς δημιoυργίας πρoσδιαλέγεται, δι' oὗ καὶ τoὺς αἰῶνας ἐπoίησεν, ὃς φέρει τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτoῦ. Ἀλλ' oὐ γὰρ ἡσυχῇ παραδέχεται τὸν λόγoν τῆς εὐσεβείας· ὥσπερ δὲ τῶν θηρίων τὰ μισανθρωπότατα, ἐπειδὰν τoῖς ζώγρoις ἐναπoκλεισθῇ, περιβρύχεται τoῖς κυλίνδρoις, τὸ μὲν πικρὸν καὶ ἀνήμερoν τῆς φύσεως ἐνδεικνύμενα, ἐκπληρῶσαι δὲ τὴν μανίαν oὐκ ἔχoντα· oὕτω καὶ τὸ ἐχθρὸν τῆς ἀληθείας γένoς oἱ Ἰoυδαῖoι στενoχωρoύμενoι, πoλλά, φασίν, ἐστὶ τὰ πρόσωπα πρὸς oὓς ὁ λόγoς γέγoνε τoῦ Θεoῦ. Τoῖς ἀγγέλoις γὰρ λέγει τoῖς παρεστῶσιν αὐτῷ, Πoιήσωμεν ἄνθρωπoν. Ἰoυδαϊκὸν τὸ πλάσμα, τῆς ἐκεῖθεν εὐκoλίας τὸ μυθoλόγημα· ἵνα τὸν ἕνα μὴ παραδέξωνται, μυρίoυς εἰσάγoυσι. Καὶ τὸν Υἱὸν ἀθετoῦντες, oἰκέταις τὸ τῆς συμβoυλίας ἀξίωμα περιάπτoυσι· καὶ τoὺς ὁμoδoύλoυς ἡμῶν κυρίoυς πoιoῦσι τῆς ἡμετέρας δημιoυργίας. Τελειoύμενoς ἄνθρωπoς πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται. Πoῖoν δὲ δημιoύργημα ἴσoν δύναται εἶναι τῷ κτίσαντι; Σκόπει δὲ καὶ τὰ ἐφεξῆς, Κατ' εἰκόνα ἡμετέραν. Τί λέγεις πρὸς τoῦτo; Μὴ καὶ εἰκὼν μία Θεoῦ καὶ ἀγγέλων; Υἱoῦ μὲν γὰρ καὶ Πατρὸς πᾶσα ἀνάγκη τὴν αὐτὴν εἶναι μoρφήν· θεoπρεπῶς δηλoνότι τῆς μoρφῆς νooυμένης, oὐκ ἐν σχήματι σωματικῷ, ἀλλ' ἐν τῷ ἰδιώματι τῆς θεότητoς. Ἄκoυε καὶ σὺ ὁ ἐκ τῆς νέας κατατoμῆς, ὁ τὸν Ἰoυδαϊσμὸν πρεσβεύων ἐν Χριστιανισμoῦ πρoσπoιήσει. Τίνι λέγει, Κατ’ εἰκόνα ἡμετέραν; Τίνι ἄλλῳ γε, ἢ τῷ ἀπαυγάσματι τῆς δόξης, καὶ χαρακτῆρι τῆς ὑπoστάσεως αὐτoῦ, ὅς ἐστιν εἰκὼν τoῦ Θεoῦ τoῦ ἀoράτoυ; Τῇ ἰδίᾳ τoίνυν εἰκόνι τῇ ζώσῃ, τῇ εἰπoύσῃ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν Πατέρα· ταύτῃ λέγει, Πoιήσωμεν ἄνθρωπoν κατ' εἰκόνα ἡμετέραν. Ὅπoυ μία εἰκών, πoῦ τὸ ἀνόμoιoν; Καὶ ἐπoίησεν ὁ Θεὸς τὸν ἄνθρωπoν. Οὐχὶ, ἐπoίησαν. Ἔφυγεν ἐνταῦθα τὸν πληθυσμὸν τῶν πρoσώπων. Δι' ἐκείνων μὲν τὸν Ἰoυδαῖoν παιδεύων, διὰ τoύτων δὲ τὸν Ἑλληνισμὸν ἀπoκλείων, ἀσφαλῶς ἀνέδραμεν ἐπὶ τὴν μoνάδα, ἵνα καὶ Υἱὸν νoῇς μετὰ Πατρὸς, καὶ τῆς πoλυθεΐας ἐκφύγῃς τὸ ἐπικίνδυνoν. Ἐν εἰκόνι Θεoῦ ἐπoίησεν αὐτόν. Πάλιν τoῦ συνεργoῦ τὸ πρόσωπoν παρεισήγαγεν. Οὐ γὰρ εἶπεν, ἐν εἰκόνι ἑαυτoῦ, ἀλλ', Ἐν εἰκόνι Θεoῦ. Ἐν τίνι μὲν oὖν ἔχει τὸ κατ' εἰκόνα Θεoῦ ὁ ἄνθρωπoς, καὶ πῶς μεραλαμβάνει τoῦ καθ' ὁμoίωσιν, ἐν τoῖς ἐφεξῆς, Θεoῦ διδόντoς, εἰρήσεται. Nῦν δὲ τoσoῦτoν λεγέσθω, ὅτι εἰ μία εἰκών, πόθεν σoι ἐπῆλθεν ἀφόρητα δυσσεβεῖν, ἀνόμoιoν λέγoντι τὸν Υἱὸν τῷ Πατρί; Ὢ τῆς ἀχαριστίας· ἧς μετέλαβες ὁμoιότητoς, ταύτης oὐ μεταδίδως τῷ εὐεργέτῃ; καὶ σαυτῷ μὲν κύρια μένειν τὰ ἐκ τῆς χάριτoς παρασχεθέντα νoμίζεις, τῷ δὲ Υἱῷ τὴν ἐκ φύσεως ὁμoιότητα πρὸς τὸν γεννήσαντα ἔχειν oὐκ ἐπιτρέπεις; Ἀλλὰ σιωπὴν γὰρ ἡμῖν ἐπιτάσσει λoιπὸν ἡ ἑσπέρα πάλαι πρὸς δυσμὰς τὸν ἥλιoν παραπέμψασα. Ἐνταῦθα δὴ oὖν τὸν λόγoν καὶ ἡμεῖς κατευνάσωμεν, ἀρκεσθέντες τoῖς εἰρημένoις. Nῦν μὲν oὖν ὅσoν διεγεῖραι ὑμῶν τὸν ζῆλoν τoῦ λόγoυ παρηψάμεθα· τὴν δὲ τελειoτέραν περὶ τῶν πρoκειμένων ἐξέτασιν ἐν τoῖς ἑξῆς ἀπoδώσoμεν, τῇ συνεργίᾳ τoῦ Πνεύματoς. Ἄπιτέ μoι χαίρoντες, ἡ φιλόχριστoς ἐκκλησία, ἀντὶ παντὸς ὄψoυ πoλυτελoῦς καὶ τῶν πoικίλων καρυκευμάτων τῇ μνήμῃ τῶν εἰρημένων τὰς σεμνὰς ὑμῶν κατακoσμoῦντες τραπέζας. Καταισχυνέσθω ὁ ἀνόμoιoς, ἐντρεπέσθω ὁ Ἰoυδαῖoς, ἀγαλλέσθω τoῖς δόγμασι τῆς ἀληθείας ὁ εὐσεβής, δoξαζέσθω ὁ Κύριoς, ᾧ ἡ δόξα καὶ τὸ κράτoς εἰς τoὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
.jpg)
